Ancient Greek · ~33 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.85.1
Not analysed yet
Πληρώσας ὁ λόγος τὴν περὶ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως προφητείαν, ἧς τὸ τέλος τὴν Χριστοῦ βασιλείαν καὶ τὴν δόξαν τῶν πρεσβυτέρων αὐτοῦ περιεῖχεν, ἀποθαυμαστικῶς ἀναφωνεῖ λέγων· Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. νοήσομεν δὲ ὅπως ἦν ἀρχαία ἡ βουλὴ αὕτη ἐπιστήσαντες τῇ φωνῇ τοῦ σωτῆρος τῇ λεγούσῃ τοῖς εἰς τὰ δεξιὰ στησομένοις αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. καὶ ὁ Ἀπόστολος δὲ ἐντεῦθεν ὁρμώμενος ἔγραφε· καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν ἐν αὐτῷ. ἀρχαία τοίνυν ἦν αὕτη ἡ βουλή, καὶ ταῦτα τ’ ἦν τὰ θαυμαστὰ ἀληθῶς πράγματα τὰ προωρισμένα μὲν πρὸ καταβολῆς κόσμου, ἐπὶ συντελείᾳ δὲ τῶν αἰώνων πληρωθησόμενα, ἐπειδὰν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ καὶ ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. τὸ τηνικαῦτα πάσης κακίας ἐκποδὼν ἀρθείσης καὶ τοῦ ἐσχάτου ἐχθροῦ τοῦ θανάτου καταργηθέντος, ὁ μὲν θεὸς ἔσται πάντα ἐν πᾶσιν. ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν τοῦ νέου αἰῶνος βασιλεύων ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται, ὅτε καὶ πάντες οἱ ἅγιοι αὐτοῦ ἐν ζωῇ βασιλεύσουσι τῷ ἑαυτῶν σωτῆρι συμβασιλεύοντες. αὕτη ἦν ἡ ἀρχαία βουλή, καὶ ταῦτα τὰ θαυμαστὰ πράγματα, ἐφ’ οἷς ἀποθαυμάζων ὁ προφήτης δοξάζει τὸν θεόν. εἶτ’ ἐπευχόμενος ταῦτα γενέσθαι ἐπιλέγει· γένοιτο, σπεύδων ὥσπερ καὶ ἐπιθυμῶν ᾗ τάχος ἐπιστῆναι τὸ τῶν ἀγαθῶν τέλος. ἀρχαία μὲν ἦν ἡ βουλὴ αὕτη διὰ τὴν πρόγνωσιν καὶ τὸν προορισμὸν τοῦ θεοῦ, ἀληθινὴ δὲ διὰ τὴν τοῦ τέλους ἔκβασιν. ἀλλ’ ὑπὲρ μὲν τῶν καταξιωθησομένων τῆς μακαριότητος ἐπηύξατο εἰπών· γένοιτο, περὶ δὲ τῶν παρεληλυθότων ἐν τῷ θνητῷ βίῳ ἐπιλέγει· ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. καὶ ἐπὶ τούτοις οὖν φησι· δοξάσω σε, ὅτι τῶν ἀσεβῶν περιεῖλες τὰς πόλεις ἀφανίσας αὐτῶν τὰς ἀθέους πολιτείας καὶ τὰ ἀσεβῆ οἰκοδομήματα. οἵ γε μὴν διασωθέντες ἐξ αὐτῶν ἐκείνων εὐλογήσουσί σε, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· δοξάσουσί σε. εἰσὶ δ’ οὗτοι λαὸς ὁ διὰ σὲ πτωχεύσας κατὰ τὸν πρότερον αἰῶνα καὶ πόλεις τῶν πάλαι ἀδικουμένων ἀνθρώπων, οὓς ἠδίκουν οἱ διῶκται τῆς θεοσεβείας. οὗτοι εὐλογήσουσί σε ἐν τῇ ἐκκλησίᾳ σου ἐν διαφόροις πολιτεύμασιν ἐξετασθέντες καὶ δικαίως εὐλογήσουσιν, ἐπειδήπερ ἐγένου πάσῃ πόλει ταπεινῇ βοηθὸς καὶ τοῖς ἀθυμήσασι δι’ ἔνδειαν σκέπη. καὶ ὅτε γὰρ ἦσαν ταπεινοὶ καὶ ἐν ἀθυμίᾳ καὶ ἐνδείᾳ πάσης τρυφῆς μεταξὺ τῶν φαύλων ἀναστρεφόμενοι, σὺ αὐτῶν ἦσθα βοηθὸς καὶ σκέπη, ἀλλὰ καὶ διψώντων κατ’ ἐκεῖνο καιροῦ, ὡς λέγειν· ἐδίψησέ σοι ἡ ψυχή μου, καί· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. σὺ πάλιν ἦσθα πηγὴ δροσίζων αὐτοὺς καὶ ποτίζων τῇ τοῦ ἁγίου πνεύματος ἐπιρροῇ καὶ σὺ τῆς ὀλιγοψυχίας αὐτοὺς ἀνεκτῷ ἐνισχύων αὐτοὺς τῇ δυνάμει τοῦ μονογενοῦς σου λόγου. Ἵνα δὲ μὴ περὶ αὐτῶν ταῦτα λέγεσθαι ὑπολάβωσιν Ἰουδαίων παῖδες ἀναγκαίως τὴν εἰς πάντα τὰ ἔθνη χυθεῖσαν τοῦ Χριστοῦ χάριν, ἐπιφέρει λέγων· καὶ ποιήσει κύριος σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο. τί δὲ ποιήσει, κατὰ μὲν τοὺς λοιποὺς ἑρμηνευτὰς ποτὸν ἑξῆς εἴρηται, κατὰ δὲ τοὺς Ἑβδομήκοντα· πίονταί φησιν εὐφροσύνην, πίονται οἶνον· συμπόσιον τοίνυν οὐ τῷ Ἰσραὴλ οὐδὲ τῷ Ἰουδαίων λαῷ, πᾶσι δὲ τοῖς ἔθνεσι παρασκευάσειν τὸν κύριον ἐν τούτοις θεσπίζει. οὐκ ἐν κοιλώμασι γῆς οὐδ’ ἐν φάραγξιν οὐδ’ ἐν πεδιάσιν, ἀλλ’ οὐδ’ ἐν πολλοῖς ὄρεσιν οὐδ’ ὡς ἔτυχεν ἐπί τινος ἑνὸς ὄρους, ἀλλ’ ἐν ἐκείνῳ, ὅπερ δεικνὺς ἔλεγεν· ἐπὶ τὸ ὄρος τοῦτο. ποῖον δὲ ἦν τοῦτο ἢ περὶ οὗ μικρῷ πρόσθεν ἔλεγεν· ὅτι βασιλεύσει κύριος ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἰερουσαλὴμ καὶ ἐνώπιον τῶν πρεσβυτέρων αὐτοῦ δοξασθήσεται· ἐν γὰρ τῷ ὄρει τῆς αὐτοῦ βασιλείας, ἐν ᾧ καὶ τὴν δόξαν ἑαυτοῦ τοῖς αὐτοῦ πρεσβυτέροις παρέξει, ἐκεῖ τὸ συμπόσιον καὶ τοῖς ἔθνεσι παρασκευάσας τὸ τῆς ἀθανασίας αὐτοῖς ποτὸν δωρήσεται. διὸ λέλεκται· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον. παρίστησι δὲ τὸ ὄρος ὁ Ἀπόστολος εἰπών· προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. ἐνταῦθα τοίνυν γενόμενοι οὐχ ὁ Ἰσραήλ, ἀλλ’ οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν καταξιούμενοι τῶν ἐπαγγελιῶν πίονται εὐφροσύνην καὶ πίονται τὸν ἐκ τῆς ἀληθινῆς ἀμπέλου οἶνον, περὶ οὗ ὁ σωτὴρ ἔλεγεν· οὐ μὴ πίω αὐτὸ ἕως ἂν πίω αὐτὸ καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ χρίσονται μύρον οὐκέτι τὸν ἀρραβῶνα τοῦ ἁγίου πνεύματος ληψόμενοι, ἀλλ’ αὐτοῦ τοῦ πληρώματος τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ μεθέξοντες, καὶ οὐκέτι ἐκ μέρους γινώσκοντες καὶ ἐκ μέρους προφητεύοντες, ἀλλ’ ἐκ τοῦ τελείου μέτοχοι τοῦ Χριστοῦ γενησόμενοι, ὡς καὶ αὐτοὺς ἀποφανθῆναι χρηστοὺς καὶ θεοῦ υἱοὺς καὶ κληρονόμους θεοῦ καὶ συγκληρονόμους Χριστοῦ. τούτων δ’ εἰκόνας ἡμῖν καὶ σύμβολα ἐν τοῖς μυστηρίοις τῆς καινῆς διαθήκης διὰ τοῦ μυστικοῦ χρίσματος καὶ τοῦ σωτηρίου αἵματος ὁ εὐαγγελικὸς παρέδωκε λόγος, ἵν’ ἐν τούτοις δοκιμασθέντες καὶ τῶν κρειττόνων μεταλάβοιμεν. ταῦτα αὐτὰ τὰ εἰρημένα παράδος φησὶ τοῖς ἔθνεσιν· ὁ γὰρ Ἰσραὴλ οὐκ ἄξιος τούτων. ὥσπερ δέ τις παραθήκην ἐν μυστηρίῳ παραδίδωσιν, οὕτω φησὶ τὸν περὶ τῶν λεχθέντων μυστικὸν λόγον· παράδος πᾶσι τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. διόπερ εἰκότως ἐδόξαζεν ὁ προφήτης ἐκπληττόμενος τὴν τοῦ θεοῦ χάριν, ἐν οἷς ἔφασκεν· ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. τούτοις ἑξῆς, ὅπως τὰ ἔθνη τὰ ἐξ αἰῶνος ἄθεα καὶ ἀνέλπιστα διὰ τὸ εἰδώλοις καὶ δαίμοσι προσανέχειν τεύξεται τούτων, διασαφεῖ λέγων· κατέπιεν ὁ θάνατος ἰσχύσας. ἀλλ’ ὅμως ὁ φιλάνθρωπος τῶν ὅλων σωτὴρ ῥυσάμενος τοῦ θανάτου τὰς τῶν ἀνθρώπων ψυχάς, τῆς τε πολυθέου καὶ δαιμονικῆς πλάνης ἐλευθερώσας ἀφεῖλε πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· καὶ τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς· ὄνειδος δὲ ἦν τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν ἡ κρατήσασα αὐτῶν εἰδωλολατρία· ὅπερ ὄνειδος ἀφεῖλεν ὁ θεὸς καὶ τὸ ἐπὶ τούτῳ δάκρυον τῶν διὰ φιλανθρωπίαν τὴν τῶν τοσούτων ψυχῶν ἀποκλαομένων ἀπώλειαν. ταῦτα μὲν οὖν κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν· κατὰ δὲ τοὺς λοιποὺς ἑτέραν παρίστησι διάνοιαν ὁ λόγος, ἣν ὁ Σύμμαχος σαφέστερον ἐξέδωκε τοῦτον εἰπὼν τὸν τρόπον· καὶ καταποντιεῖ ἐν τῷ ὄρει τούτῳ πρόσωπον τοῦ ἐξουσιαστοῦ τοῦ ἐξουσιάζοντος πάντων τῶν ἐθνῶν, καὶ ἡ χρίσις ἡ κεχρισμένη κατὰ πάντων τῶν ἐθνῶν καταποθῆναι ποιήσει τὸν θάνατον εἰς τέλος. καὶ ἐξαλείψει κύριος ὁ θεὸς ἀπὸ προσώπου πᾶν δάκρυον καὶ τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ περιελεῖ ἀπὸ πάσης τῆς γῆς, ὅτι κύριος ἐλάλησεν. ἰσοδυναμεῖ δὲ τούτοις καὶ τὰ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, ὧν ὁ νοῦς τοιοῦτος εἶναί μοι δοκεῖ· κατὰ τὸν δηλωθέντα χρόνον ἐπειδὰν ἐν τῷ ἀποδοθέντι ὄρει πᾶσι τοῖς ἔθνεσι τὸ συμπόσιον ποιήσας ὁ κύριος καταξιώσῃ μετασχεῖν τοῦ οἴνου καὶ τοῦ μύρου καὶ τῶν ἀρρήτων αὐτοῦ μυστηρίων τὸ τηνικαῦτα καταποθῆναι ποιήσει καὶ ἀφανὲς γενέσθαι τὸ πρόσωπον τοῦ ἐξουσιαστοῦ τοῦ ἐξουσιάσαντος πάντων τῶν ἐθνῶν, τοῦτ’ ἔστι τοῦ θανάτου, οὕτως δὲ αὐτὸ καταποντιεῖ ὁ ἐν τῷ προλεχθέντι ὄρει βασιλεύων κύριος, ὡς μηκέτι φαίνεσθαί που αὐτόν, λέγω δὲ τὸν θάνατον, ὃν ἐνταῦθα μὲν ἡ προφητεία ἐξουσιαστὴν ὠνόμασεν, ὁ δ’ Ἀπόστολος οὐκ ὤκνησε καὶ βασιλέα προσειπεῖν φήσας· ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως, ἐπεὶ τοίνυν ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. εἰκότως ἐνταῦθά φησιν ὁ λόγος ἀπολεῖσθαι τὸ πρόσωπον τοῦ ἐξουσιαστοῦ. ἀντὶ δὲ τοῦ· τὸ πρόσωπον τοῦ ἐξουσιαστοῦ, τὸ πρόσωπον τῆς σκοτίας ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἐκδεδώκασι. τίς δ’ ἦν ἡ σκοτία, ἢ ὁ ἀφεγγὴς καὶ σκότου πλήρης τοῦ θανάτου χῶρος; τότε τοίνυν, ὅτε τῷ υἱῷ τοῦ θεοῦ ἅγιοι συμβασιλεύσουσιν, αὐτὸς ὁ θάνατος ὁ πάλαι καταπίνων τοὺς πάντας καταποθήσεται. αἴτιον δὲ τούτου ἔσται ἡ χρῖσις ἡ κεχρισμένη εἰς πάντα τὰ ἔθνη· χρισθέντες γὰρ τῷ χρίσματι οὐκέτ’ ὑποχείριοι γενήσονται θανάτῳ, ἀθανασίας δὲ καὶ ζωῆς αἰωνίου μετασχόντες τὸν θάνατον ἀνενέργητον καὶ ὥσπερ νεκρὸν καταστήσουσι. διὸ λέλεκται· ἡ χρῖσις ἡ κεχρισμένη κατὰ πάντων τῶν ἐθνῶν καταποθῆναι ποιήσει τὸν θάνατον εἰς τέλος. καὶ δὴ τοῦ θανάτου ἐκποδὼν γενομένου ἐξαλείψειν κύριος ὁ θεὸς λέγεται πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου καὶ τὸν ὄνειδον τοῦ λαοῦ αὐτοῦ περιελεῖν· ὄνειδος γὰρ ἦν οὐ μικρὸν τοῖς κατ’ εἰκόνα θεοῦ πεποιημένοις ἀνθρώποις τὸ ἐκπεσεῖν τῆς αἰωνίου ζωῆς καὶ θανάτῳ ὑποβληθῆναι. ἀλλ’ ἀρθήσεται τὸ ὄνειδος τοῦ μὲν θανάτου καταργηθέντος καὶ τοῦ σκότους ἀφανισθέντος, τῆς δὲ τοῦ Χριστοῦ βασιλείας ἐν αἰωνίῳ ζωῇ διαλαμπούσης ἀπολαύσουσιν οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν μὲν προτέρων ἠλευθερωμένοι κακῶν. τῶν δ’ ἐπαγγελιῶν τοῦ θεοῦ καταξιωθησόμενοι.