Ancient Greek · ~41 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.93.1
Not analysed yet
Διαγράψας ὁ λόγος τὴν περὶ τοῦ στεφάνου τῆς ὕβρεως καὶ τῶν ἑξῆς ἐπενηνεγμένων προφητείαν, μεταβαίνει πάλιν ἐπὶ τὸ τάγμα τὸ ἀποστολικόν, οὗ ἐλέγετο εἶναι αὐτὸς ὁ κύριος σαβαὼθ στέφανος ἐλπίδος καὶ κίδαρις δόξης. διδάσκει δὲ τοῦτον αὐτόν, λέγω δὲ τὸν ἀποστολικὸν χορὸν παρασκευάζεσθαι καὶ ἑτοίμους γίγνεσθαι πρὸς θλίψεις μελλούσας αὐτοῖς ἐπάγεσθαι διὰ τὸν Χριστοῦ λόγον. διὸ ὥσπερ ἐπιφωνῶν αὐτοῖς λέγει· τίνι ἀνηγγείλαμεν κακὰ καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; ὡσεὶ σαφέστερον ἔλεγε· τίς ἄρα πρόθυμος παραδέξασθαι τὰ ἀπαγγελλόμενα κακά· κακὰ δὲ ὀνομάζει κοινότερον τὰς περιστάσεις καὶ τὰ νομιζόμενα λυπηρά, τοὺς πόνους δηλαδὴ καὶ τὰς θλίψεις τὰς ὑπὲρ εὐσεβείας. τίς οὖν ἄρα ἐστίν, ᾧ ταῦτα προσαγγέλλομεν; ἀκουέτω γὰρ οὗτος, ὡς οὐ μόνον κακά, θλίψεις καὶ πόνους καὶ τὰ νομιζόμενα λυπηρὰ τούτῳ καταγγέλλομεν, ἀλλ’ ἐπὶ τούτοις καὶ ἀγαθὴν ἀπαγγελίαν τὴν περὶ τῶν ἀποδοθησομένων ἐπάθλων τοῖς εὖ διηγωνισμένοις. ἀκούσατε ὑμεῖς, οἱ ἀπογεγαλακτισμένοι ἀπὸ μαστοῦ· πρὸς ὑμᾶς γὰρ τοὺς ἀποστόλους ἐστὶν ὁ λόγος καὶ ταῦτα περὶ ὑμῶν ἀπαγγέλλομεν. ὅτε μὲν γὰρ ἦτε νήπιοι ὡς ἂν ὑπὸ μαζῶν τρεφόμενοι γάλακτι, οὐδὲν ἦν ὑμῖν ἐπικείμενον τοιοῦτο διὰ τὸ ἀτελὲς τῆς νοητῆς ὑμῶν ἡλικίας· τοιοῦτοι δὲ ἐτυγχάνετε, ὅθ’ ὑπὸ παιδαγωγὸν τὸν Μωσέως νόμον ἦτε γαλουχούμενοι ταῖς πρώταις εἰσαγωγαῖς τοῦ θεοσεβοῦς λόγου· νῦν δ’ ὅτε προκόψαντες τῇ ἡλικίᾳ τοῦ μὲν παιδαγωγοῦ ἀπηλλάγητε, τῷ δὲ τελείῳ διδασκάλῳ προσεληλύθατε, ἀπογαλακτισθέντες ἀπὸ τοῦ νομικοῦ γάλακτος καὶ ἀποσπασθέντες ὡς ἀπὸ μητρὸς τῆς Ἰουδαϊκῆς καὶ σωματικῆς λατρείας. Ὡς ἂν τελειοτέρας τροφῆς τῆς σωτηρίου καὶ εὐαγγελικῆς μεταλαμβάνοντες παρασκευάζεσθε εἰς θλίψεις· ἀνάγκη γὰρ τοὺς ὑπὲρ εὐσεβείας ἀγωνιζομένους θλῖψιν προσδοκᾶν καὶ οὐ μίαν ταύτην, ἀλλὰ δὲ δευτέραν ἐπὶ τῇ πρώτῃ. λέγεται δὲ ταῦτα πρὸς τὸν χορὸν τὸν ἀποστολικὸν καὶ πρὸς πάντας τοὺς τῷ σωτηρίῳ εὐαγγελίῳ μαθητευομένους. οὐ δεῖ δὲ ἐπαυδᾶν ἐπὶ ταῖς θλίψεσιν οὔτε ἀπογινώσκειν ἑαυτῶν τὴν σωτηρίαν ὡς ἂν ἐν θλίψει πάντοτε γεγεννημένους. ὅσον γὰρ οὔπω παυσαμένης τῆς θλίψεως τὰ ἐπὶ ταύτῃ διαδέξεται ὑμᾶς βραβεῖα, νικητὰς ἀποφανθέντας καὶ τῷ στεφάνῳ τῆς ἐλπίδος τῷ πλακέντι τῆς δόξης ἀναδησομένους. διόπερ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπάγει, οὐ μετὰ μακρὸν διάστημα τῆς θλίψεως· βραχὺ γάρ τι ἔσται μεταξύ. διό φησιν· ἔτι μικρὸν ἔτι μικρόν· ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. ἔσται δὲ ὑμῖν τὰ τῆς θλίψεως διὰ φαυλισμὸν χειλέων καὶ διὰ γλώσσης ἑτέρας· φαυλίζοντες γὰρ ὑμᾶς οἱ θλίβοντες καὶ χλευάζοντες λοιδοροῦντες καὶ βλασφημοῦντες διατελέσουσιν ἀλλοιοτέρᾳ γλώσσῃ χρώμενοι, ἧς δεῖ καταφρονεῖν διὰ τὴν ἔτι μικρὸν διαδεξομένην ὑμᾶς ἐλπίδα. ταῦτα μὲν οὖν προσφωνητικῶς πρὸς τοὺς ἀποστόλους καὶ μαθητὰς καὶ εὐαγγελιστὰς τοῦ σωτῆρος ἡμῶν ἀναπεφώνηται, τὰ δ’ ἑξῆς προφητικῶς ὁ λόγος τὸν Ἰουδαίων λαὸν διδάσκει, ὅτι ταῦτα αὐτὰ τὰ περὶ τῆς θλίψεως καὶ τῆς ἐπὶ τῇ θλίψει ἐλπίδος μεμαθηκότες οἱ Χριστοῦ μαθηταὶ λαλήσουσι πείθοντες αὐτούς, ὡς ἐν τούτῳ οὔσης τῆς τεταμιευμένης παρὰ τῷ θεῷ ἀναπαύσεως, λέγω δὲ ἐν τῷ θλίβεσθαι καὶ ὑπὲρ εὐσεβείας πάντα ὑπομένειν. Καὶ τὸ νομιζόμενον τοῦτο τὸ ἀνάπαυμα καὶ τοῦτο τὸ σύντριμμα τῷ διψῶντι καὶ πεινῶντι τὴν θεοσέβειαν πρὸς ὠφελείας γίγνεται. καὶ οἱ μὲν ταῦτα λαλήσουσι τῷ λαῷ τούτῳ, δείκνυσι δὲ ὁ λόγος τοὺς ἐκ περιτομῆς ἀπίστους, οἱ δὲ οὐ θελήσουσιν ἀκούειν. διόπερ ἔσται φησὶν αὐτοῖς τὸ λόγιον κυρίου ἄλλῳ τρόπῳ θλῖψις ἐπὶ θλῖψιν· οὐ γὰρ βουληθέντες διὰ Χριστὸν θλίβεσθαι, οὐδὲ τὴν στενὴν ὁδὸν καὶ τὴν τεθλιμμένην ὁδεῦσαι, τὴν πλατεῖαν δὲ καὶ εὐρύχωρον ἀπελθόντες, πεσοῦνται εἰς τὰ ὀπίσω καὶ συντριβήσονται καὶ κινδυνεύσουσι καὶ ἁλώσονται· ταῦτα γὰρ πάντα διαδέξεται αὐτοὺς μὴ βουληθέντας τὸ προλεχθὲν λόγιον τοῦ κυρίου παραδέξασθαι, ἑαυτοῖς δὲ πτώσεως καὶ συντριβῆς γενομένοις αἰτίοις. Καὶ ἐπειδήπερ τοιαῦτα ἑαυτοῖς προεξένησαν μὴ πιστεύσαντες τῷ προλεχθέντι λόγῳ, διαστέλλεται αὐτοῖς τὰ ἑξῆς λέγων· διὰ τοῦτο ἀκούσατε λόγον κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἰερουσαλήμ, ἢ κατὰ τὸν Σύμμαχον· ἄνδρες χλευασταί, οἱ ἐξουσιάζοντες τοῦ λαοῦ τούτου οἱ ἐν Ἰερουσαλήμ· ὄντων γὰρ καὶ ἄλλων χλευαστῶν ἀνδρῶν τῶν παρ’ Ἕλλησι διασυρόντων τὸν Χριστοῦ λόγον, ἵνα μή τις ὑπολάβῃ περὶ ἑτέρων τὰ προκείμενα λέγεσθαι, ἀκριβῶς καὶ ἀναγκαίως προσέθηκεν τό· οἱ ἐξουσιάζοντες τοῦ λαοῦ τούτου. καὶ ἐπειδήπερ καὶ ἐκτὸς τῆς Ἰερουσαλὴμ ἦσαν πλείους ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν προεστῶτες τοῦ λαοῦ, ἐπισημαίνεται ἀκριβῶς πρὸς ποίους ἄρχοντας καὶ ἐξουσιάζοντας τοῦ λαοῦ ταῦτα λέγοιτο. Οὗτοι δ’ ἦσαν ὁ στέφανος τῆς ὕβρεως ὁ ἀνωτέρω λελεγμένος, καὶ ταῦτα τοίνυν ἔτι πρὸς τοὺς αὐτοὺς λέγεται· ἐπειδὴ εἴπατε πρὸς ἑαυτούς· Ἐποιησάμεθα διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας· εἴπατε γάρ· ἐποιησάμεθα τὸ ψεῦδος ἐλπίδα ἡμῶν καὶ ἐν ψεύδει σκεπασθησόμεθα· ἐπειδὴ τοίνυν ταῦτα διενοήθησαν καὶ ἀλλήλοις ὡμίλησαν οἱ προλεχθέντες χλευασταὶ τὸν μὲν Χριστοῦ λόγον χλευάσαντες καὶ διασύραντες, δι’ οὗ ἐδιδάσκοντο ὡς δέοι αὐτοὺς θλῖψιν ἐπὶ θλίψει προσδοκᾶν καὶ τὴν ἐπ’ αὐτῇ ἐλπίδα ἐπ’ ἐλπίδι, ἑλόμενοι δὲ φιλίαν σπείσασθαι πρὸς τὸν θάνατον καὶ πρὸς τὸν ᾅδην καταφυγήν. τοῦτο γὰρ πράξαντες προσεδόκησαν οὔτε θλίψεως πειραθήσεσθαι οὔτε λυπηρῷ τινι καὶ ἀηδεῖ περιπεσεῖσθαι· εἰ δὲ καὶ συμβαίη ὑμᾶς καταιγίδα, ποθὲν ἐπικλύζουσαν ἐξ ἀντικειμένης δυνάμεως ἐπιέναι οὐκ ἐφ’ ὑμᾶς ἥξειν ὑπελάβετε διὰ τὸ φίλους εἶναι τῇ ἀντικειμένῃ δυνάμει καὶ αὐτῷ τῷ θανάτῳ. Ἐπεὶ τοίνυν ταῦτα πρὸς ἑαυτοὺς εἴπατε, τούτου χάριν ἀκούσατε, ἅπερ πρὸς ὑμᾶς εἰπεῖν ὁ τῶν ὅλων προσέταξε κύριος· ὑμεῖς μὲν οὐ παρεδέξασθε τὴν πρώτοις ὑμῖν καταγγελθεῖσαν χάριν, ἐγὼ δὲ τὸν ἐμαυτοῦ λίθον τὸν πολυτελῆ καὶ τίμιον ἐν ἄκρῳ γωνίας ἀναθεὶς ὑψηλὸν καὶ ἐπιφανῆ καὶ τοῖς πᾶσιν ἔκδηλον ποιήσω, ὅπως πᾶς ὁ ἐπ’ αὐτὸν πιστεύων μὴ ἐκπέσοι τῆς ἐλπίδος. κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτάς· ὁ πιστεύων οὐ σπεύσει· μακροθυμήσει γὰρ ὁ πιστεύων περιμένων τοῦ λόγου τὴν ἐπαγγελίαν. οὗτος δ’ ἂν εἴη ὁ λίθος, ὁ αὐτός τε πέτρα περὶ ἧς ὁ σωτὴρ ἔλεγεν· ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν. τοῦτον δὲ τὸν λίθον ἐπαγγέλλεται θήσειν εἰς τὰ θεμέλια Σιών, ὃ δὴ καὶ ἔργῳ πεποίηκεν εἰπὼν καὶ ἐπιτελέσας τό· ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν. Σιὼν γὰρ ὄρος τὸ εὐαγγελικὸν κήρυγμα καὶ τὴν ἐπὶ τούτῳ τεθεμελιωμένην ἐκκλησίαν πολλάκις ἐξειλήφαμεν. πολυτελῆ δὲ ὄντα τὸν λίθον τοῦτον καὶ ἐκλεκτὸν καὶ τίμιον θήσειν εἰς τὰ θεμέλια τῆς ἐκκλησίας ἐπαγγέλλεται. ἐντεῦθεν γωνιαῖος καὶ ἀκρογωνιαῖος κέκληται. εἴη δ’ ἂν τὸ ἀνθρώπινον τοῦ σωτῆρος ἡμῶν οὕτως ὠνομασμένον σῶμα, ἐπεὶ καὶ κατὰ τὸν Δανιὴλ λίθος τμηθεὶς ἄνευ χειρῶν ἑωρᾶτο· λίθου μὲν τοῦ ἀνθρωπίνου νοουμένου σώματος, ὄρους δὲ τῆς θεότητος τῆς κατὰ τὸν σωτῆρα. Ἐν τούτῳ δὲ τῷ λίθῳ φησὶ θήσω κρίσιν εἰς ἐλπίδα· κρίνων γὰρ ὁ λίθος οὗτος ἀγαθὰς παρέξει τοῖς κρινομένοις ἐλπίδας, ἐπειδὴ συνῆπται αὐτῷ ἐλεημοσύνη μετὰ τοῦ δικαιοτάτου σταθμοῦ καὶ μέτρου· διὸ λέλεκται· ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. ταῦτα μὲν οὖν περὶ τοῦ λίθου εἴρηται, πρὸς δὲ τοὺς εἰρηκότας ἀνωτέρω· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα, ἐπιλέγει τὰ ἑξῆς φάσκων· καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς, μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου· μὴ γὰρ ἑαυτούς φησιν ἀπατᾶτε φάσκοντες· ἐπεὶ τῷ θανάτῳ ἐφιλώθημεν, οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμᾶς καταιγίς, οὐδὲ πειραθησόμεθά τινος λυπηροῦ. ἀκούετε γὰρ ἐντεῦθεν ἤδη καὶ μανθάνατε, ὦ οὗτοι οἱ πεποιθότες τῷ ψεύδει καὶ εἰρηκότες· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα, ὅτι καταιγὶς παρελθοῦσα οὐ παρελεύσεται ὑμᾶς, ἀλλὰ ἀφελεῖ ὑμῶν τὴν πρὸς τὸν θάνατον συνθήκην, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· σαθρῷ γὰρ πράγματι ἑαυτοὺς ἐπιστεύσατε θανάτῳ καὶ ᾅδῃ τὰς ὑμετέρας ἐλπίδας ἀναρτήσαντες. διόπερ καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Εἰ δὲ καὶ μέλλοι παριέναι καὶ ἀπιέναι, μακρὰν ἑλκύσει ὑμᾶς καὶ σὺν ἑαυτῇ λήψεται. τοῦτο δὲ ὑμῖν οὐκ εἰς μακρὸν ἔσται, ἀλλὰ πρωῒ πρωΐ, τοῦτ’ ἔστι διὰ τάχους ἥξειν ἐφ’ ὑμᾶς ἅμα τῷ ἄρξασθαι ἐφορᾶν ὑμᾶς τὴν ἐπισκοπὴν τοῦ θεοῦ. δι’ ἡμέρας δὲ καὶ διὰ νυκτὸς ἐπελεύσεται ὑμῖν, καὶ τοῦτ’ ἔσται τέλος τῆς ὑμετέρας ἐλπίδος, ἣν ἑαυτοῖς ὑπεγράψατε θανάτῳ καὶ ᾅδῃ ἑαυτοὺς ἐκδεδωκότες. Εἰ δὲ καὶ ἀηδῶς τὰ ὦτα τοῖς τοιούτοις παρέχετε λόγοις, ὅμως καὶ στενοχωρούμενοι τὰ περιμένοντα ὑμᾶς ἀκούετε καὶ μὴ λέγετε· οὐ δυνάμεθα ὑπὲρ ἀληθείας μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ὑμᾶς συναχθῆναι· εἰ γὰρ ἐθέλοιτε καὶ ἐν τῇ μερίδι τοῦ θεοῦ συναχθήσεσθε καὶ οὐκ ἐξασθενήσετε ὑπὲρ εὐσεβείας ἀγωνιζόμενοι, ἐπειδὴ ἑκόντες τῷ θανάτῳ καὶ τῷ ᾅδῃ ἑαυτοὺς προσεκληρώσατε, γινώσκετε ὅτι ἤδη ὑμῖν ἐπελεύσεται αὐτὸς ὁ κύριος ἐπάγων καθ’ ὑμῶν ὀργὴν διὰ τὰ προλεχθέντα πάντα. Ἐπικείσεται δὲ ὑμῖν ἡ ὀργὴ τοῦ θεοῦ ὥσπερ ὑψηλότατόν τι καὶ βαρύτατον ὄρος κατὰ ἀσεβῶν. ὁ Σύμμαχος καθάπερ φησὶν ἐν τῷ ὄρει τῶν διακοπῶν οὕτω στήσεται κύριος, καὶ ἀντὶ τοῦ· καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, πάλιν ὁ αὐτὸς ἐν τῇ κοιλάδι φησὶ τῇ ἐν Γαβαών. φέρεται δὲ ἡ ἱστορία ἐν τῇ βίβλῳ Ἰησοῦ τοῦ Ναυῆ τοῦ Μωσέως διαδόχου, ἔνθα πολεμῶν πρὸς τοὺς ἀλλοφύλους ὁ Ἰησοῦς προσηύξατο εἰπών· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ, ὅτε καὶ ἔστη ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ, ὅτε καὶ ἔστη ὁ ἥλιος χρόνου διαστήματος ὅλης ἡμέρας ἕως οὗ πάντες ἀπώλοντο οἱ ἀλλόφυλοι. οὕτως οὖν ὥσπερ ἐν τῷ ὄρει τῶν διακοπῶν, ἐν τῇ κοιλάδι τῆς Γαβαὼν ἐπράχθη ποτὲ κατὰ τῶν ἀσεβῶν, οὕτω καὶ νῦν ὁ κύριος ἐπαναστήσεται τοῖς ἐνταῦθα κατηγορουμένοις καὶ μετὰ θυμοῦ τὰ ἔργα ποιήσει, πικρίας ἔργα τοῖς δεηθεῖσιν ὥσπερ ἀντιδότου πικρᾶς διὰ τὴν ὑποκειμένην αὐτῶν τῇ ψυχῇ κακίαν. χρήσεται δὲ αὐτοῖς ὁ τοῦ κυρίου θυμὸς ὡς ἀλλοτρίοις, καὶ ἡ πικρία αὐτοῦ οὐ κατὰ τὴν αὐτοῦ γλυκύτητα καὶ χρηστότητα καὶ ἀγαθωσύνην, κατὰ δὲ τὴν ἐκείνοις κατάλληλον τιμωρίαν. πικρία δὲ καὶ ὀργὴ καὶ θυμὸς καὶ τὰ τοιαῦτα λεγόμενα ἐπὶ θεοῦ οὐδὲν ἕτερον ἢ τὰς κατὰ τῶν ἀσεβῶν κολάσεις τὰς ἐκ τοῦ θείου δικαστηρίου ἐπελευσομένας εἴωθε σημαίνειν. Ἐπεὶ τοίνυν φησὶ τοιαῦτα ὑμᾶς περιμένει τοὺς μὴ βουλομένους παραδέξασθαι τὸν τίμιον καὶ πολυτελῆ λίθον, τούτου χάριν μὴ εὐφρανθείητε τὴν κακὴν εὐφροσύνην, μηδὲ ἰσχυσάτωσαν οἱ δεσμοὶ ὑμῶν, οἷς κατεδήσατε ἑαυτοὺς διαθήκην μετὰ τοῦ θανάτου ποιησάμενοι καὶ μετὰ τοῦ ᾅδου συνθήκας. ἀλλ’ εἴ τίς ἐστιν ὑμῖν σωτηρίας ἐλπίς, διαρρήξατε τοὺς πρὸς τὸν θάνατον δεσμούς, ἀναχωρεῖτε δὲ καὶ τῆς νομιζομένης ὑμῖν εὐφροσύνης, τῆς τε προσκαίρου παύσασθε ἡδονῆς· τοῦτον γὰρ ὁποῖον ἔσται τὸ τέλος μεμαθήκατε. ταῦτα δὲ μὴ νομίσητε λέγειν ἐμὲ τὸν προφήτην· ἃ γὰρ ἤκουσα ψυχῆς ἀκοῇ εἰρηκότος κυρίου σαβαώθ, ταῦθ’ ὑμῖν μεταδέδωκα· ἐβουλήθη γὰρ ὑμᾶς μὴ ἀγνοεῖν τὰ παρ’ αὐτῷ κεκριμένα καὶ ὡρισμένα καὶ συντεταγμένα πράγματα. εἰ γὰρ μηδέπω ἀνθρώποις ἐπελήλυθεν ἡ περιμένουσα αὐτοὺς κρίσις, ἀλλ’ ὥρισται ἤδη παρ’ αὐτῷ καὶ κέκριται, ταῦθ’ ἅπερ ἀκούσας ἐγὼ καὶ ὑμᾶς ἐμαρτυράμην.