Ancient Greek · ~22 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.94.1
Not analysed yet
Ἔτι δὲ ταῦτα τῷ στεφάνῳ τῆς ὕβρεως τῷ ἀποδοθέντι προσφωνεῖ ὁ λόγος παρακελευόμενος τοῖς τὸν λίθον τὸν ἀκρογωνιαῖον καὶ ἐκλεκτὸν καὶ ἔντιμον ἀποδοκιμάσασιν ἐνωτίζεσθαι πρῶτον, εἶτα ἀκούειν καὶ πειθαρχεῖν τοῖς λεγομένοις. διδάσκει δὲ αὐτούς, ὅτι τὰ τῆς τιμωρίας ἐπαξίως αὐτοὺς μετελεύσεται· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται. καὶ ὁ μὲν ἀσθενὴς καὶ μικρός, κἂν συγγνώμης τύχοι ἢ καὶ κατὰ δύναμιν τῆς αὐτοῦ σμικρότητος ὑπόσχοι ἂν τὴν κατάλληλον τιμωρίαν, ὁ δὲ τὰ μεγάλα δεδυνημένος κατὰ τὸν τοῦ δικαίου λόγον δυνατῶς ἐτασθήσεται. διὸ καὶ αὐτοὺς ἄρχοντας τοῦ λαοῦ καὶ ἱερεῖς καὶ ἡγουμένους κατὰ τὸ μέγεθος τῆς ἐγχειρισθείσης αὐτοῖς ἀξίας ὑφέξειν τὴν τιμωρίαν. Εἶθ’ ὑποδείγματι κέχρηται φυσικῷ· ὡς γὰρ ἐπὶ τῆς κατὰ τὴν χώραν γεωργίας ἕτερος μέν ἐστιν ὁ καιρὸς τοῦ ἀροῦν τὴν χώραν καὶ ἕτερος τοῦ σπείρειν καὶ σπείρειν σπέρματα τῇ ὑποκειμένῃ κατάλληλα γῇ. ἐν μὲν γὰρ τῷδε τῷ ἀγρῷ μελάνθιον ἐνθήσει ποτέ, ἐν ἑτέρῳ δὲ κύμινον, ἐν ἄλλῳ πυρὸν καὶ αὖθις ἐν ἑτέρῳ κριθὴν καὶ κέγχρον, πάλιν ἐν ἄλλῳ καὶ ἐν ἑτέρῳ ζειάν, εἶτα ἐπειδὰν τελεσφορήσῃ ὁ τούτων ἁπάντων καρπός, ἐν καιρῷ θερισμοῦ συναγαγὼν ἕκαστον ἰδίως καὶ ἀφωρισμένως καθαίρει, οὕτω αὐτῷ τρόπῳ ἐπὶ τῇ πάντων καθάρσει χρώμενος· οὐ γὰρ ἁμάξῃ καὶ τοῖς ἐν αὐτῇ κατεσκευασμένοις ἐκ σιδήρου πριστηροειδέσι τροχοῖς ἐπὶ τοῦ κυμίνου ἢ τοῦ μελανθίου χρῆται ὡς ἐπὶ τοῦ σίτου καὶ τῆς κριθῆς καὶ τῆς ζέας. καὶ αὖ πάλιν τὸν σῖτον οὐ ῥάβδῳ τύπτων καθαίρει· οὐ γὰρ πέφυκεν οὕτω καθαίρεσθαι ὁμοίως τῷ μελανθίῳ καὶ τῷ κυμίνῳ, ἀλλ’ ἐπὶ μὲν τῶν ἀσθενεστέρων σπερμάτων τὴν ῥάβδον παραλαμβάνει· ῥάβδῳ γὰρ τύπτων καθαίρει τὸ κύμινον καὶ τὸ μελάνθιον. ἐπὶ δὲ τοῦ σίτου καὶ τῆς κριθῆς, τῶν τε τούτοις παραπλησίων τοὺς τῆς ἁμάξης τροχοὺς ἐπάγει σιδηροῦς ὄντας καὶ ὀξεῖς καὶ ἰσχυρῶς τέμνειν καὶ περικόπτειν τὰ περιττὰ τοῦ πυροῦ δυναμένους. κατὰ τὰ αὐτὰ γοῦν καὶ ὁ τῶν ψυχῶν γεωργὸς τοῦ θεοῦ λόγου, κατὰ μὲν τὸν ἐπιτήδειον καιρὸν τὰς τῶν ἀνθρώπων ψυχὰς νεοῦσθαι βούλεται διὰ λογικῆς διδασκαλίας ἀνασχιζούσης καὶ ἀνατεμνούσης τοὺς ἐν βάθει κρυπτομένους λογισμοὺς τῷ τοῦ λόγου ἀρότρῳ. διὸ προστάττει λέγων· Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ’ ἀκάνθαις. ἐπειδὰν δὲ ὁμαλισθῇ τὸ ὡσπερεὶ πρόσωπον τῆς ψυχῆς πάσης κακίας περιαιρεθείσης τῆς πάλαι ἐν αὐτῇ ἀκανθῶν δίκην φυείσης τηνικαῦτα καταλλήλως τῇ τῶν ὑποδεχομένων τὸν σπόρον διαφορᾷ, καταβάλλεται τὰ σπέρματα, τοῖς μὲν ἀσθενέστερά τινα καὶ μικρὰ μελανθίῳ καὶ κυμίνῳ ἀναλογοῦντα, τοῖς δὲ σπουδαιότερα καὶ ἀναγκαῖα, πυρῷ καὶ κριθῇ, κέγχρῳ τε καὶ ζέᾳ παραβαλλόμενα διὰ τὴν καὶ ἐν αὐτοῖς τούτοις πολλὴν καὶ διάφορον δύναμιν· διαιρέσεις γὰρ χαρισμάτων εἰσί, καὶ διαιρέσεις ἐνεργημάτων εἰσί, καὶ ᾧ μὲν διὰ τοῦ πνεύματος δίδοται τάδε, ἑτέρῳ δὲ ἕτερα καὶ πάλιν ἑτέρῳ τὰ ἁρμόζοντα. ἐπειδὰν δὲ ὁ τοῦ θερισμοῦ καιρὸς ἐπιστῇ, συντέλειαν δὲ εἶναι τοῦ κόσμου τὸν θερισμὸν ὁ σωτὴρ ἐδίδαξεν· τότε κατ’ ἀξίαν ἕκαστος ὧν εἴληφε σπερμάτων ἀπαιτηθήσεται τὸν καρπόν. καὶ οἱ μὲν μέτρια εἰληφότες μὴ καταλλήλως δὲ αὐτοῖς χρησάμενοι παιδείας καὶ κολάσεως μετριωτέρας πεῖραν λήψονται ὥσπερ ῥάβδῳ τυπτόμενοι, οἱ δὲ μειζόνων σπερμάτων καὶ τελειοτέρων χαρισμάτων ἠξιωμένοι μηδένα δὲ καρπὸν ἄξιον τῆς παρασχεθείσης αὐτοῖς δυνάμεως ἀποδεδωκότες, μείζοσι τοῖς τῆς κολάσεως πρηστῆρσι παραδοθήσονται. ὥσπερ οὖν καὶ ὑμεῖς, πρὸς οὓς ὁ λόγος, ἄρχοντες καὶ ἡγούμενοι καταστάντες τοῦ λαοῦ διδάσκαλοι ὄντες καὶ ἱερεῖς τοσαύτης τε παρὰ τοῦ θεοῦ δόξης καὶ τιμῆς τετυχηκότες γεγόνατε στέφανος ὕβρεως καὶ μισθωτοὶ Ἐφραίμ καὶ τοιαῦτα τετολμήκατε ὡς τὸν μὲν λαὸν διαστρέψαι, τὸν δὲ ἔντιμον καὶ ἐκλεκτὸν καὶ ἀκρογωνιαῖον λίθον ἀποδοκιμάσαι. διόπερ τοῖς μὲν ἐν ὑμῖν μετριωτέροις τὴν δύναμιν οὖσιν μετριώτερα καὶ τὰ τῆς κρίσεως ἀπαντήσεται, τοῖς δὲ μεγάλα καὶ πολλὰ δεδυνημένοις ἡ μείζων ἐπαχθήσεται τιμωρία. τὸ δέ· καὶ παιδεύσει αὐτὸν εἰς κρίμα θεὸς αὐτοῦ κατὰ τὸν Σύμμαχον, ἢ κατὰ τοὺς Ἑβδομήκοντα· καὶ παιδευθήσῃ κρίματι θεοῦ, διδάσκει ὅτι ἔκ τινος φυσικῆς διδασκαλίας ὥσπερ ἐκ θεοῦ παρασχεθείσης ἅπασιν ἀνθρώποις κατὰ φυσικοὺς λογισμοὺς ὀρθῷ κρίματι κέχρηται ὁ γεωργός, πρὸς τὸ μὴ ὁμοίως τῇ καθάρσει τῶν σπερμάτων προσιέναι, ἀλλὰ τάδε μὲν διὰ ῥάβδου καθαίρειν, τὰ δὲ διὰ σκληρᾶς ἀγωγῆς, οἷς τὸν τροχὸν ἐπάξει τῆς ἁμάξης· ταῦτα γὰρ οὐκ ἐκ μαθημάτων ἀνθρωπίνων, ἀλλ’ ἐκ παιδεύσεως θεοῦ συνῆκεν ὁ περὶ γεωργίαν ἠσχολημένος τοῦ θεοῦ παιδεύσαντος αὐτὸν καὶ διδάξαντος τούτῳ χρήσασθαι τῷ κρίματι. ἄρτος δὲ λεπτοκοπηθήσεται κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ μετὰ ἄρτου βρωθήσεται εἴρηται, ἀντὶ δὲ τοῦ· βρωθήσεται, ὁ Ἀκύλας λεπτοκοπηθήσεται, ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων λεπτυνθήσεται εἰρήκασιν, ἀλλ’ οὐκ εἰς τέλος φησὶν ἀλοῶν ἀλοήσει αὐτόν, οὐδὲ ταράξει τροχὸς ἁμάξης αὐτοῦ, οὐδὲ ταῖς ὁπλαῖς αὐτοῦ λεπτυνεῖ αὐτόν· ὅταν γάρ φησι καὶ ὁ τῆς ἁμάξης τροχὸς περιέλθῃ τὸν σῖτον λεπτύνων τὴν περὶ αὐτὸν καλάμην καὶ ἀλοῶν αὐτοῖς τροχοῖς, ταῖς τε ὁπλαῖς τῶν βοῶν εἰς λεπτὸν ἄχυρον τὴν καλάμην, ἀλλ’ οὐχὶ καὶ τὸν σῖτον ἀφανίζει, δι’ οὗ παρίστησι τὴν οὐσίαν τῆς ψυχῆς μὴ ἐξαφανίζεσθαι μηδὲ πάμπαν ἀπόλλυσθαι ἐν ταῖς φερομέναις αὐτῇ κολάσεσιν, ὅπερ νοήσαντες οἷον εἰρήκασιν. οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς· οὐ γὰρ οὕτω φησὶ τοῖς ἀσεβέσιν ἐπεξέρχομαι, ὡς καὶ τὴν οὐσίαν αὐτῶν ἀφανίσαι καὶ εἰς τὸ παντελὲς ἀπολέσαι αὐτῶν τὰς ψυχάς, ἐπεὶ μηδὲ κατὰ τὸ παράδειγμα οἱ τροχοὶ τῆς ἁμάξης ἐκ σιδήρου κατεσκευασμένοι τὸν σῖτον ἀφανίζουσι, πᾶσαν δὲ τὴν περὶ αὐτὸν περιαίρουσι καλάμην εἰς τὸ διασῶσαι καὶ καθαρὸν ἀπεργάσασθαι τὸν σῖτον. ταῦτα δέ φησι πάντα ὡσπερεὶ τέρατα ὄντα τοῖς μὴ νοοῦσι μὴ νομίζητε ἄνθρωπον εἰρηκέναι· ἀπόφασις γὰρ ἀπὸ κυρίου σαβαὼθ ἐξενήνεκται, πρὸς ἣν βουλεύσασθε ὑμεῖς οἱ ἀσεβεῖς, πρὸς οὓς ταῦτα εἴρηται. καὶ εἰ οἷοί τέ ἐστε, ὑμῖν ἑαυτοῖς ματαίαν παράκλησιν καὶ παραμυθίαν εὑρεῖν ταύτης ἑαυτοῖς ὑψώσατε.