Ancient Greek · ~33 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.96.1
Not analysed yet
Ἀντὶ τοῦ· ἐκλύθητε καὶ ἔκστητε καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· ὑπερθαυμάσατε καὶ θαυμάσατε, ἀπατᾶσθε καὶ μεθύσθητε ἄνευ οἴνου, κινεῖσθε δίχα μεθύσματος· ἐκέρασε γὰρ καθ’ ὑμῶν κύριος πνεῦμα καρώσεως καὶ ἐκράτυνε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τοὺς προφήτας καὶ τοὺς ἄρχοντας ὑμῶν τοὺς ὁρῶντας ἐκάλυψεν. συντελέσας ὁ λόγος τὴν περὶ τοῦ στεφάνου τῆς ὕβρεως, τήν τε περὶ τῆς πολιορκίας τῆς Ἰερουσαλὴμ προφητείαν τὰ προκείμενα, περὶ τῶν μετὰ ταῦτα προεστάναι δοκούντων τοῦ ἐκ περιτομῆς λαοῦ διεξέρχεται θεσπίζων, ὡς ἔσονται μὲν ἀπαγγέλλοντες τὰς προφητικὰς γραφάς, οὐ μὴν καὶ συνιέντες αὐτάς· μηδὲν γὰρ διαφέρειν τῶν κατεσφραγισμένων σφραγῖσιν, πρὸς τὸ μὴ δύνασθαί τινα τῶν ἐκ τοῦ Ἰουδαίων λαοῦ τὰ ἐγγεγραμμένα διαγινώσκειν· οὕτως αὐτοῖς ἀγνώστους ἔσεσθαι τοὺς προφητικοὺς λόγους, κἄν τε ἀπαγγέλλωσιν αὐτοὺς ἀπὸ στόματος, κἄν τε ἄπειροι ὦσιν αὐτῶν. μέλλων δὲ ταῦτα θεσπίζειν ἐκφωνεῖ πρὸς αὐτοὺς ὁ λόγος· εἰ καὶ τὰ μάλιστα ἔκλυσιν ὑμῖν παρέξει τὰ λεχθησόμενα καὶ ψυχῆς ἔκστασιν, ὅμως λεχθήσεται διόπερ ἐκλύθητε καὶ ἔκστητε· εἰ βούλεσθε εἰ δὲ καὶ ἄλλως ἑαυτοὺς ἀπατῶντες, διαστρέφοι τε τὸν νοῦν τῶν λεγομένων καὶ οὕτως ἐξαπατήθητε καὶ ἑαυτοὺς ἐξαπατᾶτε, εἰ τοῦτο φίλον ὑμῖν. ἀντὶ δὲ τοῦ· κραιπαλήσατε, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ μεθύσθητε εἰρήκασιν, ἄνευ οἴνου καὶ κινεῖσθε δίχα μεθύσματος· ἔστι γὰρ καὶ ἐξ ἀπάτης μέθη χείρων τῆς δι’ οἴνου, ὥστε εἰ χαίρετε ἑαυτοὺς ἀπατῶντες καὶ μεθύοντες ὡς ἕτερα ἀνθ’ ἑτέρων εἰς τὰ θεῖα λόγια θεωρεῖν καὶ παρερμηνεύειν αὐτὰ αὐτοί, ἂν εἰδείητε. παρέδωκε γὰρ ὑμᾶς αὐτὸς ὁ κύριος πνεύματι κατανύξεως, ἢ καρώσεως κατὰ τὸν Σύμμαχον. εἶτ’ ἐπιλέγει· καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν. ἐπειδήπερ, ὅτε παρῆν αὐτοῖς ἐνανθρωπῶν ὁ κύριος, ἀκοῇ ἀκούοντες αὐτοῦ, οὐ συνίεσαν καὶ βλέποντες αὐτὸν ὀφθαλμοῖς τῇ ὁράσει τῆς ψυχῆς οὐχ ἑώρων, ἀλλ’ ἐκάμμυσαν τοὺς ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ ἀκούσεσθαι. εἰ τοίνυν αὐτοὶ πρῶτοι τοὺς ἑαυτῶν ἐκάμμυσαν ὀφθαλμούς, τούτου χάριν καὶ αὐτὸς αὐτοῖς ταῦτα ποιήσει ὁ κύριος καὶ τοῖς προφήταις αὐτῶν ἀντὶ τοῦ τοῖς διδασκάλοις καὶ τοῖς ἄρχουσιν αὐτῶν, οἳ ἐπηγγέλλοντο τὰ κρυπτὰ θεωρεῖν καὶ τὸν ἀπόρρητον νοῦν ἐγκεκρυμμένον τοῖς ἱεροῖς γράμμασι μόνοι διορᾶν καὶ διερμηνεύειν. οὕτω δὲ αὐτῶν τοὺς ὀφθαλμοὺς ἐφέξει τοῦ μὴ βλέπειν, ὡς ἐοικέναι τοὺς λόγους καὶ τῶν μὲν ἄλλων θείων γραφῶν οὐ μήν, ἀλλὰ καὶ τῆς μετὰ χεῖρας βίβλου τῆς αὐτῆς τοῦ Ἠσαΐου προφητείας κατεσφραγισμένῳ βιβλίῳ καὶ μὴ ἐπιτρέποντι τὰ ἐγγεγραμμένα γινώσκειν, μήτε ἐμπείρῳ γραμμάτων μήτε ἀπείρῳ. ὁ μὲν γὰρ τῆς ἀναγνώσεως ἐπιστήμων διὰ τὸ ἐσφραγίσθαι τὴν βίβλον οὐ δυνήσεται τὰ ἐν αὐτῇ διαγνῶναι, ὁ δὲ διὰ τὸ πάντῃ ἄπειρος εἶναι ἀδυνάτως ἔχειν, εἰ καὶ μὴ ἐσφράγιστο ἡ βίβλος. τοιοῦτον δὲ ἔσεσθαι τὸν προφητικὸν νοῦν οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις αὐτοῖς, πρὸς οὓς ταῦτα ἐθεσπίζετο. πρόσσχες γὰρ ἐπιμελῶς ὅπως εἴρηται· καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα· ὑμῖν γάρ φησι τοῖς παροῦσι καὶ ὁρῶσι καὶ ἀκούουσιν. ὁ δὲ λόγος ἦν πρὸς Ἰουδαίους, οἷς τὸν νοῦν τῆς προφητείας ἄγνωστον ἔσεσθαί φησι, τίσι δὲ ἔσεσθαι γνωστὸν ὑποκαταβὰς διδάξει. δι’ ὧν ἐπιλέγει· καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ ὀφθαλμοὶ τυφλῶν ὄψονται, καὶ ἀγαλλιάσονται. οὐκοῦν ὁ λόγος διὰ τῶν προκειμένων τοῦ Ἰουδαίων λαοῦ τοὺς νόμους μαθεῖν ἀκριβ διὰ στόματος τὴν μνείαν φέροντας τῶν θείων ἀναγνωσμάτων καὶ τοὺς μὴ τοιούτους ἐν ἀγνοίᾳ ἔσεσθαι τῆς διανοίας τῶν προφητικῶν λογίων θεσπίζει. Ταῦτα δὲ περὶ αὐτοὺς ἔσεσθαί φησιν ὁ θεὸς μετὰ τοῦ καὶ τὴν αἰτίαν ἐπιλέγειν. ἐπειδὴ γὰρ μέχρι στόματος καὶ χειλέων τιμᾶν τὸν θεὸν προσεποιοῦντο, ἡ δὲ διάνοια αὐτῶν παρελογίζετο τὴν ἐπαγγελίαν, σέβειν μὲν αὐτὸν προσποιουμένων, προτιμώντων δὲ τῶν αὐτοῦ λόγων διδασκαλίας τινὰς καὶ παραδόσεις ἀνθρώπων ,ἃς περιποιοῦσι δευτερώσεις πρεσβυτέρων τινῶν κατέχειν σεμνυνόμενοι. τούτου χάριν φησὶν ἀποκλεισθήσεσθαι αὐτοῖς τὸν νοῦν τῆς τῶν θειῶν γραφῶν καταλήψεως. καὶ ὁ πᾶς δὲ αὐτῶν λαὸς μετατεθήσεταί φησι τῆς παρ’ ἐμοὶ τιμῆς, ὡς μηκέτι εἶναι αὐτοὺς μερίδα κυρίου μηδὲ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. καὶ ἐπειδήπερ σοφίαν ἀνθρώπων προβάλλονται τὴν ἐμὴν μὲν ἀποστρέφοντες σοφίαν καὶ τὸν ἐμὸν λόγον, ἑτέρας δέ τινας παραδόσεις τῶν παρ’ αὐτοῖς πρεσβυτέρων, ὥσπερ τινῶν σοφῶν κατέχοντες· τούτου χάριν τὰς μὲν ἐμὰς γραφὰς οὐ συνήσουσιν. ἐγὼ δὲ αὐτὸς τῶν σοφῶν αὐτῶν τὴν σοφίαν ἀπολῶ καὶ τὴν σύνεσιν τῶν ἐν αὐτοῖς συνετῶν ἀθετήσω. Εἶτ’ ἐπειδήπερ θεοσεβεῖν ἐπαγγελλόμενοι τοῖς χείλεσιν, ἐν τῷ κρυπτῷ τὰ χείριστα διεπράττοντο, φαρμακείαις καὶ ἀκαθαρσίαις καὶ ἄλλαις μυρίαις ἀθεμίτοις πράξεσιν ἐμφυρόμενοι· πᾶσι τούτοις ἐνεχείρουν ὡς μὴ ἐφορῶντος τοῦ θεοῦ, εἰκότως αὐτοὺς ταλανίζει φάσκων ἑξῆς· οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ κυρίου, ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· οὐαὶ οἱ βαθεῖς ὥστε κρύψαι κύριον βουλήν, ὧν ἐγένετο ἐν σκότῳ τὰ ἔργα αὐτῶν, καὶ εἶπαν Τίς ὁρᾷ ἡμᾶς, τίς δὲ οἶδεν ἡμᾶς κατὰ τὴν ἐκστροφὴν ἡμῶν; Εἶτ’ ἐπιλέγει· οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; εἰ γὰρ πάντες ἄνθρωποι πηλῷ κεραμέως ἐοίκαμεν διὰ τὸ πήλινον ἡμῶν σῶμα, πῶς οὐχ ἕπεται νοεῖν, ὅτι μὴ δυνατὸν λαθεῖν τὸν ποιητήν, ὁποίας ἐργασίας ὑπάρχει τὸ ὑπ’ αὐτοῦ πεποιημένον; τίς δὲ δύναται ἢ τίς τολμήσει φάναι, ὅτι μὴ ὁ θεὸς αὐτὸν ἔπλασεν, εἰ δὲ οὐκ ἂν εἴποι ταῦτά ποτε περὶ τοῦ κεραμέως ὁ ὑποκείμενος αὐτῷ πηλός, δῆλον ὡς μάταιοι πάντες οἱ ἔνδον ἐν τῇ ψυχῇ αὐτῶν βουλὴν βαθεῖαν διανοούμενοι καὶ τὸν θεὸν οἰόμενοι ἀγνοεῖν τὰ ἐν σκότῳ πραττόμενα αὐτοῖς ἔργα. Πλὴν ἀλλὰ τούτων ἕνεκεν ἔτι φησὶ μικρόν, καὶ ὁ Λίβανος ἀλλόφυλος ἐθνῶν ἐν τῇ χώρᾳ τυγχάνων μετατεθήσεται ἐπὶ τὴν Ἰουδαίων χώραν· ἔνθα ἐστὶ τὸ ὄρος τὸ Καρμήλιον, ὅπερ Ἑβραϊκῇ φωνῇ Χερμὲλ ὠνόμασται. καὶ ἔσται τοῦ μὲν Λιβάνου ἐπὶ τὸ κρεῖττον μεταβολή, αὐτοῦ δὲ τοῦ Καρμήλου ὑστέρα τις ἔσται ἀλλοίωσις· ὡς δρυμὸς γὰρ λογισθήσεται ὁ πάλαι φυτῶν ἡμέρων καὶ καρπῶν ἀγαθῶν πλήρης. ἔσται γὰρ ὁ Κάρμηλος ὁ λεγόμενος Χερμὲλ ὅμοιος δρυμῷ ξύλων ἀκάρπων καὶ ἀγρίων. ὁ δὲ τῶν ἀλλοφύλων Λίβανος μετατεθεὶς γενήσεται, ὁποῖος ἦν τὸ παλαιὸν ὁ Κάρμηλος. διὰ τούτων δὲ ὁ λόγος αἰνίττεται Λίβανον μὲν τὸν ἐξ ἐθνῶν λαόν, Κάρμηλον δὲ τὸ Ἰουδαίων ἔθνος, οἷόν τινα δρυμὸν ξύλων ἀγρίων καὶ ἀκάρπων ,τὸν δὲ πάλαι δρυμῷ ἐοικότα Λίβανον τὸν ἐξ ἐθνῶν λαὸν ὁποῖος ἦν ποτε ὁ Ἰουδαίων λαὸς πεπληρωμένος δένδρων ἀγαθῶν καὶ παντοίων φυτῶν τε καὶ καρπῶν. Τότε δέ, ἐπειδὰν ἡ μεταβολὴ αὕτη γένηται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δηλαδὴ κατὰ τὸν αὐτὸν καιρόν, οἱ πάλαι κωφοὶ ἀκούσονται λόγους τῆς βίβλου, ποίας ἢ ταύτης αὐτῆς τῆς μετὰ χεῖρας βίβλου, περὶ ἧς ἀνωτέρω ἐλέγετο· καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου. ἀλλὰ τῷ μέν ποτε Καρμήλῳ μεταβληθέντι δὲ εἰς δρυμὸν ἔσονται οἱ λόγοι τοῦ βιβλίου τῆς προφητείας ἐσφραγισμένοι, τοῖς δὲ πάλαι τυφλοῖς καὶ ἐν τῷ δρυμῷ τοῦ Λιβάνου λελογισμένοις, μεταβληθεῖσιν ἐπὶ τὸ ἥμερον καὶ καρποφόρον ἀκουστοὶ γενήσονται οἱ λόγοι τῶν θείων γραμμάτων. καὶ οἱ πάλαι δὲ ὄντες ἐν τῷ σκότῳ καὶ ἐν τῇ ὁμίχλῃ, ὡς μήτε βλέπειν μήτε συνιέναι μήτε νοεῖν διὰ τὸ τυφλοὺς ἔχειν τοὺς ὀφθαλμούς, οὗτοι παραδόξου μεταβολῆς ἀξιωθέντες θεωροὶ γενήσονται τῶν ἐναποκειμένων ἐν τοῖς θείοις γράμμασι μυστηρίων. διὸ λέλεκται· ὀφθαλμοὶ τυφλῶν ὄψονται, καὶ ἀγαλλιάσονται δὲ οἱ πάλαι πτωχεύοντες δι’ ἔνδειαν παντὸς ἀγαθοῦ· πλησθήσονται γὰρ εὐφροσύνης τῆς παρὰ τῷ κυρίῳ, καὶ οἷς οὐδεμία παρῆν ἐλπὶς σωτηρίας πρότερον. τίς γὰρ καὶ διενοήθη πώποτε τοὺς ἐκ πατέρων εἰδωλολάτρας ἀθέους ὄντας καὶ ἀσεβεῖς καὶ ἀλλοτρίους ὄντας τῆς γνώσεως τοῦ θεοῦ εἰς τοιαύτην ἥξειν ἐλπίδα; ὅμως δ’ οὖν καὶ οἱ ἀπηλπισμένοι φησὶ τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης. Καὶ τούτων ἀπολαύσουσιν οὗτοι πάντες, ἐπειδὴ ὁ πάλαι κρατῶν καὶ αὐτῶν τυραννῶν ἄνομός τις καὶ ἀσεβὴς ἄρχων, λέγω δὲ αὐτὸς ὁ διάβολος, ἐξέλιπε καὶ ἀπώλετό γε μακρὰν διωχθείς, ὁ πάλαι καταδουλωσάμενος αὐτοὺς ὑπερήφανος, ἀλλὰ καὶ οἱ ὑπὸ τούτῳ ἀσεβοῦντες ἐπὶ ἀδικίαις ἐξωλοθρεύθησαν, δηλαδὴ οἱ πονηροὶ δαίμονες, οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ. διὸ εἴρηταί που· καὶ ἐμίσουν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο. οἱ δὲ αὐτοὶ ματαίως ἦσαν ἐκκλίνοντες τὸν δίκαιον· τὸν γὰρ δίκαιον λόγον καὶ τὸν δίκαιον τὸν Χριστὸν τοῦ θεοῦ ἐκκλίνοντες ἀπεσείοντο οὐδὲν ἔχοντες ἐγκαλεῖν, ματαίως δὲ καὶ ἀδίκως τοῦτο πράττοντες. τοὺς γὰρ προφήτας εἰς πρόσωπον αὐτοὺς ἐλέγχοντας καὶ τῶν ἁμαρτημάτων ἐπιστρέφοντας ἐπαγίδευον λαβὰς κατ’ αὐτῶν θηρώμενοι ὅπως αὐτοὺς ἀπολέσωσιν. ἔθος τῇ γραφῇ πολλάκις τῷ μέλλοντι χρόνῳ ἀντὶ παρεληλυθότος κεχρῆσθαι ὡς τό· ἐν ποταμῷ διελεύσονται ποδὶ ἐν τῷ ἑξηκοστῷ πέμπτῳ Ψαλμῷ κείμενον ἀντὶ τοῦ· διέβησαν· καὶ ἐνταῦθα οὖν πρὸς τό· ἐξέλιπεν ἄνομος, ἀκόλουθον ἦν εἰπεῖν καὶ πάντας τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα τιθέντας ἐξέλιπον κατὰ κοινοῦ, ἀλλὰ τῇ συνηθείᾳ τῇ γραφικῇ τῷ μέλλοντι χρόνῳ ἐχρήσατο.