Ancient Greek · ~20 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.95.1
Not analysed yet
Τὴν διὰ τῶν μετὰ χεῖρας ταλανιζομένην Ἀριὴλ καὶ αὐτοὶ οἱ Ἰουδαίων παῖδες ὁμολογοῦσι τὴν Ἰερουσαλὴμ εἶναι· φασὶ δὲ ἰδίως τὸ θυσιαστήριον τὸ πρὸ τοῦ ναοῦ συνεστὸς Ἀριὴλ ὠνομάσθαι, καὶ τοῦτο δῆλον εἶναι ἀπὸ τοῦ Ἰεζεκιήλ, οὗ πρὸς τοῖς τελευταίοις ἐπὶ τῆς διαγραφῆς τῆς πόλεως οὕτως εἴρηται· Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου ἐν πήχει πήχεως καὶ πήχεως καὶ παλαιστῆς· κόλπωμα βάθος ἐπὶ πῆχυν. καὶ ἑξῆς ἐπιφέρει· καὶ τὸ Ἀριὴλ πήχεων τεσσάρων, καὶ ἀπὸ τοῦ Ἀριὴλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς. καὶ τὸ Ἀριὴλ πηχῶν δώδεκα μήκους πήχεις δώδεκα πλάτος, τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτοῦ. ἑρμηνεύεσθαι δέ φασι τὸ Ἀριὴλ λέων θεοῦ, ἐπειδὴ γὰρ τοῦ θεοῦ ἦν τὸ θυσιαστήριον, κατήσθιέ τε πάντα τὰ ἐν αὐτῷ προσφερόμενα ζῴων θύματα, τούτου χάριν ταύτην εἰληφέναι τὴν προσηγορίαν. τὸ δέ· πόλις, ἣν ἐπολέμησε Δαυίδ, οὔ φασιν εἰρῆσθαι ἐν τῷ Ἑβραϊκῷ, ἀλλὰ κατὰ μὲν τὸν Ἀκύλαν· πολίχνη παρεμβλήσεως Δαυίδ, κατὰ δὲ τὸν Σύμμαχον· πόλις παρεμβολῆς Δαυίδ· ἀλλόφυλον γὰρ οὖσαν αὐτὴν πρότερον ὁ Δαυὶδ ὑποχείριον ἐποιήσατο τοὺς ἀλλοφύλους ἐλάσας ἐξ αὐτῆς, ὥστε δύνασθαι ἡμᾶς καὶ τοῖς Ἑβδομήκοντα ἐφαρμόσαι τὴν διάνοιαν τὴν αὐτήν. οὕτω γὰρ ἂν λέγοιτο· πόλις ἣν ἐπολέμησε Δαυίδ, ὅτε ὑπ’ ἀλλοφύλοις ἦν, δύναται δὲ καὶ ἀντὶ τοῦ· δι’ ἣν ἐπολέμησεν ἢ ὑπὲρ ἧς ἐπολέμησε Δαυὶδ λέγεσθαι. περὶ τῆς οὖν Ἰερουσαλὴμ ὁ παρὼν ἀναφωνεῖ λόγος καὶ ἀκολούθως· μετὰ γὰρ τὰ προλελεγμένα περὶ τῶν ἀρχόντων τῶν ἐν αὐτῇ, δι’ ὧν ὁ στέφανος τῆς ὕβρεως αὐτῶν ἐδηλοῦτο, λοιπὸν καὶ περὶ αὐτῆς προφητεύεται, ὁποῖα ἔμελλε πείσεσθαι διὰ τὰς τῶν προλεχθέντων παρανομίας. φησὶν οὖν ὁ λόγος τοῖς ἐν αὐτῇ κατοικοῦσιν, ὡς ἔτι καιρός ἐστιν, ᾧ οὗτοι συναγάγετε ἑαυτοῖς γενήματα συγχωρήσεως ὑμῖν ἐνδοθείσης ἐπὶ ἕνα ἐνιαυτόν, ἔστω δὲ καὶ ἐπὶ δεύτερον ἔτος· ὅσον γὰρ οὔπω στερηθήσεσθε λογικῆς τροφῆς. ὡς ἔτι οὖν καιρός ἐστι χρήσασθε τοῖς ἐνιαυτοῖς τούτοις πρὸς ὠφέλειαν τῶν ὑμετέρων ψυχῶν. καί μοι δοκεῖ διὰ τούτων αἰνίττεσθαι τὸν χρόνον τοῦ σωτηρίου κηρύγματος. καθ’ ὃν ἐπιδημήσας αὐτοῖς ὁ Χριστὸς τοῦ θεοῦ ἐκήρυττεν ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως, τάχα δὲ καὶ δεύτερον αὐτοῖς ἐνιαυτὸν ἢ καὶ τρίτον ὡμιληκὼς φαίνεται. αὐτὸν οὖν ἐκεῖνον, καθ’ ὃν παρεῖχεν αὐτοῖς τὰ περὶ τῆς τῶν οὐρανῶν βασιλείας μαθήματα σημαίνων φησί· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ’ ἐνιαυτόν, φάγεσθε. τὸ γάρ· φάγεσθε γὰρ σὺν Μωὰβ οὐδ’ ὅλως τῇ Ἑβραϊκῇ λέξει περιέχεται· διὸ οὐδὲ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται καὶ ἄλλως ἐκ τῆς συμφράσεως τῆς διανοίας περιττὸν δείκνυται. πλὴν ἄλλως ἔτι καιρός ἐστί φησι· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ’ ἐνιαυτόν, φάγεσθε. Μετὰ γὰρ τὰ συμβησόμενα οὐκέθ’ ὑμῖν ἐπιτρέψει συναγαγεῖν γενήματα ὡς ἐπ’ ἀδείας καὶ εἰρήνης τρέφεσθαι· ἐκθλίψω γὰρ Ἀριὴλ δηλαδὴ τὴν Ἰερουσαλήμ. ἀντὶ δὲ τοῦ· καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί, ὁ Σύμμαχος· καὶ ἔσται φησὶ κατώδυνος καὶ ὀδυνωμένη καὶ ἔσται μοι ὡς ὁ Ἀριήλ, καὶ ὁ Ἀκύλας ὁμοίως· καὶ ἔσται φησὶ λυπηρὰ καὶ λυπουμένη Ἀριήλ. ἀλλ’ ἐπειδήπερ ἐν τῇ προφητείᾳ τῇ περὶ τῆς Μωὰβ ἐλέγετό τις πόλις τῶν Μωαβιτῶν Ἀριήλ, περὶ ἧς εἴρητο· καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀριήλ ,εἰκότως καὶ περὶ τῆς Ἰερουσαλήμ φησιν, ὅτι ἔσται μοι ὁμοία ἐκείνῃ τῇ τῶν ἀλλοφύλων Ἀριήλ. Εἶθ’ ἑξῆς ἐπιλέγεται· καὶ κυκλώσω ὡς Δαυὶδ ἐπὶ σέ· ὥσπερ γάρ ποτε Δαυὶδ παρεμβολὴν περὶ σὲ τὴν Ἰερουσαλὴμ ἐκύκλωσεν, ὅτε ἀλλοφύλων οὖσαν πόλιν, οὕτως κἀγὼ ὁ ταῦτα λέγων κύριος νῦν σε κυκλώσω. ὥσπερ τότε ὁ Δαυίδ, καὶ βαλῶ περὶ σὲ χάρακα· ἀλλοφύλων γὰρ καὶ νῦν οἰκητήριον γέγονας πληρωθεῖσα κακῶν ἀρχόντων καὶ τοῦ στεφάνου τῆς ὕβρεως. ἅπερ ἐπληροῦτο μετὰ τὰ τολμηθέντα τοῖς τὴν Ἰερουσαλὴμ οἰκοῦσι κατὰ τοῦ σωτῆρος ἡμῶν ἀκολούθως, οἷς καὶ αὐτὸς ὁ σωτὴρ ἀποκλαυσάμενός ποτε τὴν Ἰερουσαλὴμ ἀναγέγραπται εἰρηκώς· Εἰ ἔγνως καὶ σύ γε τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν ἐπὶ σὲ οἱ ἐχθροί σου χάρακα καὶ κυκλώσουσί σε, καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Οἷς ἐπιλέγει· καὶ ἔσονταί φησιν ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἐν αὐτῇ ἀσεβῶν καὶ ὡς χνοῦς φερόμενος, καὶ ταῦτα πάντα ἔσται ἐν στιγμῇ χρόνου, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα παρὰ κυρίου σαβαώθ· οὐ γὰρ ἐξ ἀνθρώπων φησίν, ἀλλ’ ἐξ αὐτοῦ τοῦ θεοῦ ἔσται κατ’ αὐτῶν ἡ ἐπισκοπὴ μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα. δι’ ὧν ᾐνίξατο ὡς ἄρα καὶ πυρίκαυστος γενήσεται ἡ πόλις ἄνωθεν ἐκ θεοῦ βροντῆς καὶ σεισμοῦ καὶ καταιγίδος κατ’ αὐτῆς ἐνεχθείσης. ταῦτα δὲ περὶ τῆς Ἰερουσαλήμ. Διελθὼν ὁ λόγος περὶ τῶν πολιορκησάντων αὐτὴν ἑξῆς θεσπίζει· καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος καθ’ ὕπνους ὁ πλοῦτος τῶν ἐπὶ τὸ ὄρος Σιὼν στρατευσαμένων. δι’ ὧν ᾐνίξατο τὴν ἀπόλαυσιν τῆς ἐν τῷ βίῳ τούτῳ τρυφῆς τῶν Ῥωμαϊκῶν ἀρχόντων· οὗτοι γὰρ ἦσαν οἱ τὴν ἐσχάτην πολιορκίαν ἐπαγαγόντες τῇ Ἰερουσαλήμ. ἐχρῆν γὰρ ἡμᾶς καὶ περὶ αὐτῶν τι μαθεῖν καὶ ὁποῖον ἔσται καὶ τὸ αὐτῶν τέλος διδαχθῆναι. φησὶν οὖν τὸν πλοῦτον καὶ τὴν τρυφὴν αὐτῶν μέχρι τῆς ἐνεστώσης ζωῆς ὑπάρχουσαν ἐοικέναι τοῖς κατὰ τοὺς ὕπνους ὀνειρώττουσι καὶ μέχρι τοῦ δοκεῖν διακατέχειν ταῦτα ἅπερ νομίζουσι· τοιαύτην γὰρ εἶναι τὴν τοῦ παρόντος πλούτου φαντασίαν. μετὰ γὰρ τὸν ἐνεστῶτα βίον μάταιον αὐτοῖς εὑρεθήσεται τὸ ἐνύπνιον καὶ τὸ τέλος, ἧς ἐνόμιζον ἀπολαύειν τρυφῆς.