Ancient Greek · ~28 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.98.1
Not analysed yet
Συντελέσας ὁ λόγος τὰ ἠπειλημένα κατὰ τοῦ στεφάνου τῆς ὕβρεως καὶ τὰ ἑξῆς ἐπενηνεγμένα πάντα, ἐφ’ ἑτέραν ὑπόθεσιν μεταβαίνει θεσπίζων, ὥς φασιν Ἑβραίων παῖδες τὰ κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου πεπραγμένα, καθ’ οὓς ἑλόντων Βαβυλωνίων τὴν Ἰερουσαλὴμ καὶ τὸν λαὸν αἰχμάλωτον ἀπαγαγόντων οἱ περιλειφθέντες ἐν τῇ Ἰουδαίᾳ χώρᾳ, οἷς ὁ προφήτης συνῆν Ἰερεμίας καὶ Βαροὺχ καί τινες ἄλλοι, διὰ τὸν τῶν Βαβυλωνίων φόβον φυγῇ κέχρηνται, μᾶλλον ἑλόμενοι Αἰγυπτίοις ἑαυτοὺς ἐγχειρίσαι ἢ Βαβυλωνίοις δουλεύειν. ταῦτα δὲ ἐν τῇ τοῦ Ἰερεμίου προφητείᾳ ἱστόρηται. φθάνει δὲ ταῦτα ὁ προφήτης Ἠσαΐας σχεδὸν πρὸ ὅλων πεντήκοντα καὶ ἑκατὸν ἐτῶν τοῦ Ἰερεμίου γεγονώς· γράφει δ’ οὖν περὶ αὐτῶν ἐκείνων τῶν μὴ πεισθέντων τῇ διὰ τοῦ Ἰερεμίου φωνῇ τοῦ θεοῦ ἀπαγορευούσῃ εἰσελθεῖν εἰς τὴν Αἴγυπτον λέγων· Οὐαὶ τέκνα ἀποστάται, ἢ παραβάται κατὰ τὸν Σύμμαχον, λέγει κύριος· ἐποιήσατε βουλὴν οὐ δι’ ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίαν ἐφ’ ἁμαρτίαις, οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ τὰ τούτοις ἐπιλεγόμενα. ἐν οἷς καὶ τοῦτο διδάσκει· ὅτι ἦσαν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί, σαφῶς παριστὰς γεγονέναι τότε παρ’ Αἰγυπτίοις δαίμονας, ἀγγέλους πονηροὺς ὀνομάζων αὐτούς, οἳ μάλιστα ἐνήργουν τὰ πολλὰ ἐν τῇ καλουμένῃ πόλει τῆς Αἰγύπτου Τάνει, ἔνθα τὸ βασίλειον τοῦ Φαραὼ κατ’ ἐκεῖνο καιροῦ ἵδρυτο. Φαραὼ δὲ πάντες ἐκαλοῦντο οἱ ἐξ αὐτῶν Αἰγυπτίων βασιλεύοντες τῆς αὐτῶν χώρας μετὰ τοῦ ἰδιάζοντα κεκτῆσθαι ὀνόματα, ὥστε εἶναι μέν τινα αὐτῶν Νεχαὼ μετὰ τοῦ καὶ Φαραὼ λέγεσθαι. μέμνηται δὲ τῆς Τάνεως ἡ Ψαλμῳδία ὡς τῶν διὰ Μωσέως παραδόξως πεπραγμένων ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως γεγονότων, καὶ ἐν τῇ περὶ Αἰγύπτου προφητείᾳ ὁ αὐτὸς οὗτος προφήτης ἐδίδασκε λέγων· ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσάν σοι τί βεβούλευται κύριος σαβαὼθ ἐπ’ Αἴγυπτον, ἐξέλιπον οἱ ἄρχοντες Τάνεως . ἀλλ’ ἐκεῖ μέν, ἐπειδὴ τὴν εἰς Αἴγυπτον τοῦ κυρίου παρουσίαν ἐθέσπιζεν, ἀκολούθως ἔκλειψιν τῶν ἀρχόντων Τάνεως ἐδήλου· ἅπερ ἐπληροῦτο κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφάνειαν. διὰ δὲ τῶν μετὰ χεῖρας τὰ κατὰ τοὺς Ἰερεμίου χρόνους σημαίνων ὁ λόγος οὔ φησιν ἐκλελοιπέναι τοὺς ἄρχοντας Τάνεως ,ἀλλ’ ὅτι ἦσαν τότε ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί, οἱ αὐτοὶ ὄντες τοῖς ἀνωτέρω λελεγμένοις ἄρχουσι Τάνεως . πλὴν ἀλλὰ καὶ οὗτοί φησιν οἱ ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροὶ οὐδὲν ὠφελήσουσιν εἰς τὸ ἐπαμῦναι τοῖς προσφυγοῦσιν αὐτοῖς καὶ τὴν ἐξ αὐτῶν βοήθειαν ἀνακαλεσαμένοις, πρὸς δὲ τῷ μηδὲν αὐτοὺς ὠφελῆσαι γενήσονται αὐτοῖς αἰσχύνη καὶ ὄνειδος. ἃ καὶ αὐτοῖς ἐπληροῦτο καθ’ ὃν χρόνον ὁ τῶν Βαβυλωνίων βασιλεὺς ὑποχείριον ποιησάμενος τὴν Αἴγυπτον, οὐ μόνον Αἰγυπτίους ἀλλὰ καὶ τῶν Ἰουδαίων τοὺς προσφύγους αὐτοῖς γενομένους πολέμου νόμῳ ἐξηνδραποδίσατο· τὸ τηνικαῦτα γὰρ ἡ ἐπὶ Φαραὼ τῶν Ἰουδαίων ἐλπὶς εἰς αἰσχύνην καὶ ὄνειδος αὐτοῖς περιετράπη. ἰστέον δ’ ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ τριακοστὸς τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. Τούτοις ἑξῆς ἐπιφέρεται· Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων. οἶμαι δὲ διὰ τούτων τοὺς Αἰγυπτίων θεοὺς αἰνίττεσθαι τὸν λόγον· σχεδὸν γὰρ πᾶν εἶδος τετραπόδων ζῴων παρ’ αὐτοῖς θεὸς ἐνομίζετο. ἀντὶ δὲ τοῦ· Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ, ὁ Σύμμαχος λῆμμά φησι κτηνῶν νότου, καὶ οἱ λοιποὶ δὲ πάντες ἑρμηνευταὶ ὁμοίως κτηνῶν νότου ἐκδεδώκασιν. οὐκοῦν τὴν χώραν τῶν Αἰγυπτίων κατὰ τὸ νότιον κλίμα κειμένην ἔρημον ὠνόμασαν οἱ Ἑβδομήκοντα φήσαντες· Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ, διὰ τὸ ἔρημον τότε πᾶσαν εἶναι θεοῦ, πεπληρῶσθαι δὲ τετραπόδων τῶν παρ’ αὐτοῖς θεοποιουμένων καὶ τῶν παρ’ αὐτοῖς ἐνεργούντων δαιμόνων. διὸ καὶ ἐν θλίψει καὶ ἐν στενοχωρίᾳ εἶναι ἐλέγοντο· κατὰ γὰρ πολλὴν στενοχωρίαν ψυχῆς καὶ καθ’ ὑπερβολὴν θλίψεως τοὺς παρ’ αὐτοῖς ἀνηγόρευον θεούς· αὐτοὺς δὲ ἐκείνους τοὺς τὰς ψυχὰς αὐτῶν θλίβοντας καὶ στενοχωροῦντας πονηροὺς δαίμονας· ἐν οἷς ἦσαν λέοντες καὶ ἀσπίδες καὶ τὰ τούτων ἔκγονα καὶ ὄφεις καὶ ἄλλα μυρία ἑρπετά τε καὶ θηρία, ὧν εἰκόνες ἦσαν καὶ τὰ αἰσθητὰ ζῷα καθ’ ὅλης τῆς Αἰγύπτου θεοποιούμενα. καὶ γὰρ λέοντας ἀληθῶς καὶ ἀσπίδας καὶ ὄφεις καὶ ἄλλα μυρία οἷα θεοὺς τετιμήκασιν. ἤδη γοῦν ἀπὸ τῆς τῶν αὐτοῖς νομιζομένων θεῶν ἐπωνυμίας καὶ τὰς πόλεις οὕτως κεκλήκασιν, ἀπὸ μὲν τοῦ λέοντος τὴν Λεοντώ, ἀπὸ δὲ τοῦ κυνὸς τὴν Κυνώ, καὶ ἀπὸ ἄλλου πάλιν θηρὸς ἑτέραν πόλιν. αὕτη τοίνυν ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ Αἰγυπτίων ἐρημίᾳ ἐθεωρεῖτο τῷ προφήτῃ, καὶ τούτοις οἱ πρόσφυγες τῶν Ἰουδαίων ἀπεκόμιζον τὸν ἑαυτῶν πλοῦτον· τὰ γὰρ ταμιεῖα τῆς ἑαυτῶν ψυχῆς τῇ Αἰγυπτιακῇ παρεδίδοσαν πλάνῃ. ἐπ’ ὄνων δὲ καὶ καμήλων κομίζειν εἴρηνται τὸν πλοῦτον ἑαυτῶν τῆς ἀλογίας καὶ ἀφροσύνης αὐτῶν οὕτω πως δηλουμένης. ἀπῄεσαν δὲ πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτούς· οὔτε γὰρ οἱ αἰσθητοὶ Αἰγύπτιοι οὔτε οἱ τούτων νομιζόμενοι θεοὶ βοηθήσειν ἔμελλον τῷ προσφυγόντι αὐτοῖς Ἰουδαίων λαῷ. Καὶ τὰ ἑξῆς δὲ τῆς προφητείας ἀπαγγελλόμενα σαφέστερα ὄντα περιττὸν οἶμαι δοκεῖ πειρᾶσθαι διὰ μακροτέρων ἑρμηνεύειν, ἐπειδ’ ἀντιλέγοντες αὐτὸν ψεύδεσθαι, ἐν οἷς παρῄνει ἐκ προσώπου τοῦ θεοῦ μὴ εἰσιέναι εἰς Αἴγυπτον. τούτου χάριν ἡ παροῦσα προφητεία φησίν· οἳ οὐκ ἐβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ, λέγοντες τοῖς προφήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι Μὴ λαλεῖτε ἡμῖν. κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· καὶ τοῖς ὁρῶσι μὴ ὁρᾶτε ἡμῖν ὀρθῶς, λαλήσατε ἡμῖν λεῖα, ὁρᾶτε ἡμῖν πλάνας, ἀποστήσατε ἀπὸ τῆς ὁδοῦ, ἐκκλίνατε ἀπ’ ἐμοῦ τὴν τρίβον, παύσατε ἐκ προσώπου ἡμῶν τὸν ἅγιον Ἰσραήλ· ταῦτα γὰρ οἱ μὴ πιστεύοντες ταῖς τοῦ Ἠσαΐου φωναῖς πρὸς αὐτὸν καὶ τοὺς τὰ ὅμοια αὐτῷ φρονοῦντας ἔλεγον. Διὸ ἀπειλεῖ αὐτοῖς τὰ ἐπιφερόμενα, εἶτα παραινεῖ λέγων· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, κατὰ δὲ τὸν Σύμμαχον· ἐν μετανοίᾳ φησὶ καὶ ἀναπαύσει σωθήσεσθε καὶ ἐν ἐλπίδι ἔσται ἡ δύναμις ὑμῶν. ἐὰν γὰρ καθεσθῆτέ φησιν ἐν τῷ τόπῳ τῆς Ἰερουσαλὴμ μετανοήσαντες καὶ παυσάμενοι τῆς ἐπὶ τὴν Αἴγυπτον ὁρμῆς, τότε σωθήσεσθε ἐν ἠρεμίᾳ γενόμενοι καὶ ἀναπαύσει, ἀλλὰ καὶ ἡ δύναμις ὑμῶν ἐν ἐλπίδι φησὶν ἔσται· πιστεύσαντες γὰρ καὶ ἐλπίσαντες ἐπὶ τὸν θεὸν δυνήσεσθε σωθῆναι. οἱ δὲ οὐκ ἠθέλησάν φησιν ἀκούειν, ἀλλ’ εἶπαν Ἐφ’ ἵππων φευξόμεθα. διόπερ ἀπειλεῖ αὐτοῖς τὰ ἐπιλεγόμενα φάσκων· φεύξεσθε μέν, οὐ μὴν διαφυγεῖν δυνήσεσθε τὴν τῶν Βαβυλωνίων χεῖρα καταληψομένην ὑμᾶς καὶ ἐν Αἰγύπτῳ. Εἰς τοσοῦτον δέ φησιν αὐτοὺς φεύξεσθαι, ἕως ἂν καταλειφθῶσιν ὡς ἱστὸς ἐπ’ ὄρος καὶ ὡς σημαία ἐπὶ βουνοῦ, ἢ κατὰ τὸν Σύμμαχον· ὡς ἱστὸς ἐπ’ ἄκρου ὄρους καὶ ὡς ἱστία ἐπὶ βουνοῦ· ὥσπερ γὰρ νηὸς διαπεσούσης καὶ ἀπολομένης ἐν θαλάττῃ σημεῖον τυγχάνει ἀποτεθεὶς ἐπ’ ἄκρου ὄρους ἱστὸς τοῦ μηκέτ’ αὐτοῦ χρείαν εἶναι, οὕτως ἐπίσημον γενήσεσθαι τὴν ἀπώλειαν τῶν δηλουμένων. Πλὴν οὐ πάντη πάντας ἀπολεῖσθαί φησι, περιλειφθήσεσθαι δὲ βραχεῖς τινας, οὓς ἐλεήσας ὁ θεὸς καὶ οἶκτον αὐτῶν λαβὼν διασώσει δοξαζόμενος καὶ ὑψούμενος διὰ τοῦ ἐλεῆσαι αὐτούς. οὕτω γὰρ αὐτὸν κριτὴν δίκαιον εἶναι ὡς τοὺς μὲν ἀξίους τιμωρίας κολάζειν τοὺς δὲ δυναμένους ἐλέου τυχεῖν τῆς παρ’ αὐτῷ καταξιοῦν σωτηρίας. διόπερ μακάριοι πάντες οἱ ἐμμένοντες ἐπ’ αὐτῷ, ἢ ὑπομένοντες αὐτὸν κατὰ τὸν Σύμμαχον· καλὸν γὰρ τὸ μὴ λειποθυμεῖν μηδὲ ἀπογινώσκειν τὴν τοῦ θεοῦ βοήθειαν ἐν ταῖς καταλαμβανούσαις ἡμᾶς συμφοραῖς.