Ancient Greek · ~40 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.99.1
Not analysed yet
Σφόδρα ἀκολούθως εἰπὼν ὁ λόγος τὰ κατὰ Ἰερεμίαν τὸν προφήτην συμβεβηκότα διὰ τῶν προκειμένων τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον τοῦ λαοῦ θεσπίζει καὶ ὡς ἐπανελθόντες τὸν νεὼν τὸν ἐν Ἰερουσαλὴμ ἀναστήσουσι καὶ αὖθις οἰκήσουσι τὴν πόλιν ὡς πληρωθῆναι αὐτὴν οἰκητόρων καὶ τὴν χώραν ἅπασαν ὑπὸ Ἰουδαίων γεωργίας τυχεῖν ἐν πολλῇ καὶ βαθυτάτῃ εἰρήνῃ διαγόντων· ἅπερ ἐπληροῦτο ἐπὶ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ Ἰωσεδέκ, καθ’ οὓς τὸ ἱερὸν ἀνενεώθη προφητευόντων τότε Ἁγγαίου καὶ Ζαχαρίου, μεθ’ οὓς Ἔσδρας ἀπὸ τῆς Βαβυλωνίας ἐπανελθὼν καὶ μετ’ αὐτὸν ὁμοίως Νεεμίας τὰ μεγάλα συνέπραξαν τῇ τῆς πόλεως τελειώσει, μεθ’ οὓς διέμεινε πολλοῖς ἔτεσιν ἀπολιόρκητος ἥ τε πόλις καὶ ὁ ἐν αὐτῇ νεώς. ταῦτα οὖν αὐτὰ διὰ τῶν παρόντων προαναφωνεῖ φάσκων ὁ λόγος· καὶ πάλιν μενεῖ ὁ θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται ὁ θεὸς τοῦ ἐλεῆσαι ὑμᾶς. καὶ ἐπάγει λέγων ἑξῆς· διότι κριτὴς κύριος ὁ θεός· δίκαιος γὰρ κριτὴς ὢν τοὺς μὲν ἀξίους αἰχμαλωσίᾳ παρεδίδου, οὓς δὲ δίκαιον ἐλεεῖν, ἔσῳζεν· ὅθεν μακάριόν ἐστι τὸ ἐμμένειν ἐπ’ αὐτῷ, ἢ κατὰ τὸν Σύμμαχον τὸ ὑπομένειν αὐτόν· ὡς δίκαιος τοιγαροῦν κριτὴς καὶ ὡς ἀγαθὸς πάλιν οἰκτειρήσει ὡς τὴν Σιὼν καὶ τὴν Ἰερουσαλὴμ δεύτερον οἰκοδομηθῆναι καὶ αὖθις ἐν αὐτῇ κατοικῆσαι λαόν. δόξαν δὲ τοῦ Ἰσραὴλ τὸν τῶν ὅλων σωτῆρα λέγει θεόν. Ἐπεὶ δὲ γέγραπται· διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, χρὴ μὴ ἀγνοεῖν, ὡς οὔτε ἡ Ἑβραϊκὴ λέξις οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τὸ ἅγιον ὠνόμασαν, ἀλλὰ κατὰ τὸν Σύμμαχον· λαός φησιν ἐν Σιὼν οἰκήσει· ὅπερ καὶ γέγονεν, οὐ πάντως δὲ ἅγιος ἦν ὁ πᾶς λαὸς ὁ μετὰ ταῦτα κατοικήσας τὴν Ἰερουσαλήμ. κλαυθμῷ φησιν οὐκ ἔκλαυσεν Ἐλέησόν με· οὕτως γὰρ περιέχει ἡ Ἑβραϊκὴ λέξις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ἐν Ἰερουσαλὴμ κλαυθμῷ οὐ κλαύσεις, ὁμοίως δὲ καὶ κατὰ τὸν Θεοδοτίωνα εἴρηται· ἐν Ἰερουσαλὴμ κλαυθμῷ οὐ κλαυθήσεται. οὐκέτι γὰρ ἦν καιρὸς κλαυθμοῦ τοῖς διὰ τὸν ἔλεον τοῦ θεοῦ ἀπολαβοῦσι τὸ πατρῷον ἔδαφος καὶ ἐπὶ τούτῳ χαίρουσι καὶ εὐφραινομένοις κατὰ τὸ εἰρημένον· ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν. τοῦτο δὲ αὐτοῖς αἴτιον ἦν τὸ τυχεῖν τοῦ ἐλέους τοῦ θεοῦ. ἀντὶ δὲ τοῦ· τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου, ὁ Σύμμαχός φησι· πρὸς τὴν φωνὴν τῆς βοῆς σου, καθὼς ἂν ἀκουσθῇ, ἀκούσει σου. ὅμοιον δέ ἐστι τοῦτο τῷ· κατὰ τὴν πίστιν σου γενηθήτω σοι, εἰωθότι λέγεσθαι ὑπὸ τοῦ σωτῆρος. νῦν μὲν γάρ φησιν οὐκ ἔκλαυσε, καθ’ ἕτερον δὲ καιρὸν τοῦτο ποιεῖ. πλὴν ὁ λόγος παραινεῖ αὐτῇ βοᾶν πρὸς τὸν θεὸν πάντοτε· πρὸς τὴν φωνήν σου γάρ φησιν ἀποκριθήσεταί σοι ὁ θεός. κατὰ δὲ τοὺς Ἑβδομήκοντα εἴρηται· καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με· δυνάμει γὰρ καὶ αὐτὸ τὸ ἔδαφος ἐβόα πρὸς τὸν θεὸν ἐπὶ τῇ τῶν οἰκητόρων κακίᾳ, ἀλλὰ καὶ οἱ δυνατοὶ ὑπὲρ τῶν ἀδυνάτων καὶ οἱ κρείττους ὑπὲρ τῶν χειρόνων ἀπεκλάοντο. διὸ ἐπιλέγεται ἑξῆς· τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου. Καὶ τέως μὲν ἐπὶ τοῦ παρόντος δώσει ὑμῖν φησι κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν. μετὰ δὲ ταῦτα ἑξῆς ἐπιλέγεται· ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός, καί· τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου. διδάσκει δὲ διὰ τούτων ὡς ἐν μὲν τῇ ἀρχῇ τῆς ἐπανόδου πολλῆς θλίψεως μετέσχον οἱ ἀπὸ τῆς πολεμίας ἐπανελθόντες τῶν περιχώρων θλιβόντων αὐτούς, ὡς καὶ τὸ ἔργον ἐπισχεῖν τῆς οἰκοδομῆς τοῦ ἱεροῦ· τοῦτο γοῦν καὶ ἡ ἱστορία ἐν τῇ βίβλῳ τοῦ Ἔσδρα διδάσκει. διὸ εἴρηται, ὅτι δώσει ὑμῖν κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν· καὶ οὐκέτι φησὶ μὴ ἐγγίσουσιν οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε. διὸ οὐκέτι πλανήσουσί σε· εἰ γὰρ καὶ πειραθεῖεν τοῦτο πρᾶξαί τινες, ἀλλ’ οἱ ὀφθαλμοί σου ὄψονται αὐτούς. ἰδόντες δὲ αὐτοὺς καὶ νοήσαντες, οὐ πλανηθήσονται. καὶ πάλιν εἰ πειραθεῖεν ἕτεροι λόγοις ἀπατηλοῖς διαστροφὰς πρὸς ὑμᾶς λαλεῖν, καὶ τούτων τὰ ῥήματα οὐ παραδέξεται τὰ ὦτά σου· κἂν ἀπατῶντες λέγοιεν· Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά· οὐ πεισθήσῃ γὰρ λέγουσιν αὐτοῖς ταῦτα, ἀλλ’ ὁδῷ βασιλικῇ πορεύσῃ τὴν μέσην ὁδεύων καὶ μὴ ἐκκλίνων μήτε δεξιὰ μήτε ἀριστερά . διόπερ ὡς μηκέτι πλανώμενος μιανεῖς τὰ εἴδωλα, τοῦτ’ ἔστι μιαρὰ ἡγήσῃ καὶ ἀκάθαρτα ὥσπερ τινὰ δυσώδη κόπρον καὶ ἄτιμον ἀκαθαρσίαν ἀποστρεφόμενος. ἐπειδὰν δὲ ταῦτα ποιήσῃς, τότε ἔτι ἄρτον θλίψεως καὶ ὕδωρ στενὸν δώσει σοι κύριος. τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματός σου ἔσται εἰς πλησμονὴν καὶ λιπαρός. πάντα εἰς σὲ πληρωθήσεται ἐν εὐθηνίᾳ πολλῇ καὶ βαθυτάτῃ εἰρήνῃ τὴν ζωὴν διατελοῦντι· ὡς καὶ τὰ παρὰ σοὶ ζῷα καὶ μάλιστα τὰ τὴν χώραν γεωργοῦντα πληροῦσθαι τῆς αὐτοῖς κατὰ φύσιν τροφῆς. καὶ αὐτὰ δὲ ἐπληροῦτο μετὰ τὴν ἀνανέωσιν τῆς Ἰερουσαλὴμ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐν εἰρήνῃ διαναπαυομένων τῶν τε ἐν τῇ χώρᾳ τοὺς ἀγροὺς οἰκούντων καὶ τῶν ἐν ταῖς πόλεσι διατριβόντων. Ταῦτα μὲν οὖν ἀναφέροιτ’ ἂν εἰς τοὺς δηλωθέντας χρόνους, τὰ δ’ ἑξῆς δι’ ὧν εἴρηται· καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον, βιάζεται καὶ τὸν μὴ θέλοντα ἐπὶ τροπολογίαν σπεύδειν. ποῖον δὲ ἔχει νοῦν τὸ ἐπιλεγόμενον· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσι πύργοι, ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ὡς τὸ φῶς τῶν ἑπτὰ ἡμερῶν ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται· ταῦτα γὰρ ὁποίαν σῴζοι ἂν ἀκολουθίαν πρὸ τούτων εἰρημένα. ἀναγκαῖον ἂν εἴη διασκέψασθαί φημι τοίνυν καὶ ταῦτα ἀκολούθως ἐπενηνέχθαι τοῖς προλεχθεῖσιν, ἐπειδὴ γὰρ σωματικὰς πεποίηται ἐπαγγελίας ὁ λόγος εἰπών· καὶ ὁ ἄρτος τοῦ γενήματός σου ἔσται εἰς πλησμονὴν καὶ λιπαρός· καὶ βοσκηθήσεται τὰ κτήνη σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον, οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν ἄχυρα ἀναπεποιημένα φάγονται ἐν κριθῇ λελικμημένῃ, εἰκότως πρὸς τοῖς σωματικοῖς καὶ τὰς θειοτέρας ἐπαγγελίας ἐπάγει τοῖς τούτων ἀξίοις. ταῦτα δὲ σημαίνει· καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον. καί ποτε ἔσται, παρίστησι τὸν χρόνον δηλῶν διὰ τοῦ ἐπισυνάπτειν καὶ λέγειν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσι πύργοι, ἢ κατὰ τὸν Σύμμαχον· ἐν ἡμέρᾳ σφαγῆς πολλῆς ἐν τῷ πεσεῖν μεγάλους. πότε δὲ ἔσται ἡ πολλὴ σφαγὴ καὶ πότε πεσοῦνται οἱ μεγάλοι, ἢ κατὰ τὸν καιρὸν τῆς καθόλου κρίσεως τῆς μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος τούτου γενησομένης; διὸ εἴρηται κατὰ τοὺς Ἑβδομήκοντα· ὅταν πέσωσι πύργοι καὶ ὅταν ἀπόλωνται πολλοί· πολλοὶ γὰρ κατ’ ἐκεῖνον ἀπολοῦνται τὸν χρόνον, ἐν ᾧ καὶ τὰ ἐπηγγελμένα τοῖς ἀξίοις ἀποδοθήσεται. τίνα δὲ ταῦτα διδάσκει ἐπὶ παντὸς ὄρους ὑψηλοῦ φάσκων ἔσεσθαι ὕδωρ διαπορευόμενον καὶ πολυπλασιαζόμενον αὐτοῖς τὸ σεληναῖον φῶς, τότε ἡλιακὸν ὡσαύτως ἑπταπλάσιον γενησόμενον φῶτα τοίνυν πολλὰ καὶ μεγάλα καὶ διαιρέσεις ὑδάτων· οὕτως γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· καὶ ἐπὶ παντὸς βουνοῦ ἐπηρμένου διαιρέσεις ἀγωγῶν ὑδάτων. ἀποδοθήσεται τοῖς ἀξίοις τῶν ἐπαγγελιῶν κατ’ ἐκεῖνον τὸν χρόνον, καθ’ ὃν οἱ ἄξιοι σφαγῆς σφαγῇ παραδοθήσονται καὶ οἱ ἐν τῷ παρόντι βίῳ ἐπηρμένοι καὶ μεγαλαῦχοι πέσωσι τοῦ ἑαυτῶν ὕψους. διὸ εἴρηται κατὰ τὸν Ἀκύλαν· ἐν ἡμέρᾳ ἀποκταμμοῦ πολλοῦ ἐν τῷ πεσεῖν μεγαλυνομένους. ὁρᾷς ἀκολουθίαν λόγου τοῖς μὲν ἐν τῷ πλήθει σωματικωτέροις σωματικὰς πεποιημένου τὰς ἐπαγγελίας, τοῖς δὲ ἐπαναβεβηκόσι τὸ φρόνημα καὶ τῇ ψυχῇ διῃρημένοις τὰς ὑψηλοτέρας ἐπαγγελίας ὑπισχνουμένου. ὥσπερ δὲ πολλάκις τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον νενόηται ἡμῖν, οὕτως αἱ πολλαὶ μοναὶ παρὰ τῷ πατρὶ ὄρη τυγχάνουσιν οὐράνια, ἔνθα οἰκήσουσιν οἱ τῆς βασιλείας τοῦ θεοῦ ἄξιοι. καθ’ ἕκαστον δὲ τούτων τῶν ἤτοι ὀρῶν ἢ μονῶν ὕδωρ φησὶν ἔσται διαπορευόμενον πάντως που τὸ ἀπὸ τῆς πηγῆς ἀναβλαστάνον, περὶ ἧς εἴρηται· ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἀφ’ ἧς καὶ ὁ ποταμὸς τοῦ θεοῦ προχεῖται, περὶ οὗ εἴρηται· τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, καί· ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων τοῦ μονογενοῦς τοῦ θεοῦ λόγου τοῦ ζωοποιοῦ καὶ σωτηρίου οὕτω πως δηλουμένου. οὕτως οὖν ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου τὸ τῆς ἀθανάτου καὶ αἰωνίου ζωῆς ποιητικὸν ὕδωρ διαπορευόμενον ἀθανάτους ἀπεργάσεται τοὺς ἐξ αὐτοῦ πίνοντας, ὅτε καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθεῖσα τῆς δουλείας τῆς φθορᾶς ἀπολήψεται τῶν καμάτων τὰς ἀμοιβάς. διὸ καὶ ἡ σελήνη καὶ ὁ ἥλιος μείζονος δόξης ἀπολαύσουσιν ὡς ἂν κεκμηκότες ἐν τῷ παρόντι καὶ διακονησάμενοι τῷ βουλήματι τοῦ θεοῦ. ταῦτα δέ φησιν ἔσεσθαι, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσηται. ἔνθα οὔτε τοῦ Ἰσραὴλ μνημονεύει οὔτε τοῦ Ἰακὼβ οὐδ’ ὅλως τῶν Ἰουδαίων, ἀλλὰ τοῦ λαοῦ αὐτοῦ, ὡς πάντας τοὺς ἀξίους χρηματίζειν λαὸν θεοῦ τῆς ἐπαγγελίας ἐξαπλουμένης. ἐντεῦθεν οἶμαι τὸν ἱερὸν Ἀπόστολον ὠφελημένον εἰρηκέναι τό· ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ. ὁρᾷς τέκνων θεοῦ ἐλευθερίαν λεγομένην παρὰ τῷ Ἀποστόλῳ, ἣν ὁ προφήτης ἴασιν τοῦ λαοῦ αὐτοῦ ὠνόμασεν. οὐκοῦν σὺν τῷ λαῷ αὐτοῦ καὶ ἡ κτίσις ἐλευθερωθήσεται· κατὰ τὸ αὐτὸ γὰρ ἐν αὐτῇ τῇ ἡμέρᾳ, τοῦτ’ ἔστι ἐν αὐτῷ τῷ καιρῷ, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ. τότε ὁ ἥλιος καὶ ἡ σελήνη κρείττους ἑαυτῶν γενήσονται πολυπλασίονος φωτὸς καὶ δόξης κρείττονος μεταληψόμενοι. διὸ εἴρηται· ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ. ἅπερ τέκνα τοῦ θεοῦ καὶ λαὸς αὐτοῦ πολλὴν εἶχε συντριβὴν καὶ ὀδύνην, ὅτε τὴν θνητὴν διεβίουν ζωήν· ἦσαν γὰρ ὀδυνώμενοι καὶ συντετριμμένοι ὡς λέγεσθαι· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει, καί· θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον. οἱ δὲ αὐτοὶ ἦσαν ἀποκλαόμενοι τὴν ἐπὶ γῆς διατριβὴν καὶ πενθοῦντες τοὺς ἄξια πένθους πράττοντας, ὅπερ διδάσκει ὁ Ἀπόστολος λέγων· ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων. τούτων τε αὐτῶν ὁ θεὸς τὸ σύντριμμα καὶ τὴν ὀδύνην ἰάσεται ἀνακτώμενος ἐν τῇ τῶν ἐπαγγελιῶν ἀποδόσει. ὃ δὴ καὶ ὁ σωτὴρ ἐδήλου λέγων· μακάριοι οἱ κλαίοντες καὶ μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.