Ancient Greek · ~11 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.11
Not analysed yet
Τῆς ἱστορίας διὰ τὸ σαφὲς μηδεμιᾶς ἑρμηνείας δεομένης τοσοῦτον εἰς τοὺς τόπους ἐροῦμεν ὡς τοὺς αὐτῶν χιτῶνας διέρρηξαν οἱ τῶν κατὰ θεοῦ βλασφημιῶν ἀκηκοότες, αὐτός τε ὁ βασιλεὺς Ἑζεκίας ἅτε δυσσεβῶν ῥημάτων· διὰ τῆς ἀκοῆς κεκοινωνηκότες ἢ ὡς δι’ αὐτοὺς τοῦ θεοῦ βεβλασφημημένου αὐτοὺς γὰρ εἶναι τούτων αἰτίους ὑπελάμβανον· μηδὲ γὰρ συγχωρηθῆναι τῷ πολεμίῳ μέχρις αὐτῶν πυλῶν εἰσελθεῖν τῆς τοῦ θεοῦ πόλεως καὶ τοιαῦτα ἀπαυθαδιάσασθαι. εἰ μὴ τούτων αὐτοὶ ὑπῆρχον αἴτιοι καὶ ἔτι πρὸς τούτοις διὰ τὸ ἀγωνιᾶν μή πη ἄρα καὶ αὐτοὶ τὰ ὅμοια πάθοιεν, οἷς πέπονθε Σαμάρεια καὶ ὁ ἐν αὐτῇ λαὸς διὰ τὰς ἑαυτῶν ἀσεβείας. Σάκκον δὲ περιέθετο ἀντὶ βασιλικῆς ἐσθῆτος ὁ Ἑζεκίας σημεῖα πένθους καὶ κακώσεως ἐπαγόμενος, τούτῳ τε τῷ σχήματι διὰ μέσης ἀνῄει τῆς πόλεως ἀπὸ τῶν βασιλείων οἴκων ἐπὶ τὸν νεὼν τοῦ θεοῦ καὶ ταπεινὸν τῷ θεῷ ἑαυτὸν δεικνὺς οἴκτου καὶ ἐλέους τυχεῖν ἠξίου τῷ σχήματι· τοὺς γὰρ ἑτέρους τῶν ἱερέων τοῦ θεοῦ σάκκους ἀντὶ τῶν ἱερατικῶν ἠμφιεσμένους στολῶν πρὸς τὸν προφήτην Ἠσαΐαν ἔπεμπε φάσκειν αὐτοῖς παραγγείλας· Τάδε λέγει Ἑζεκίας, οὐχ ὁ βασιλεὺς προσθείς· οὐ γὰρ ὁ καιρὸς αὐτῷ τοῦτ’ ἐπέτρεπε λέγειν ταπεινουμένῳ τῆς παρούσης ἕνεκα συμφορᾶς. εἶτ’ ἐπεὶ ἡ παροῦσα περίστασις ἐλεγμοῦ φησιν ἡμέρα ἐστὶ τῷ τὰς ἡμετέρας ἀπελέγχειν ἁμαρτίας, ἀλλὰ καὶ ὀργῆς ἡμέρα τυγχάνει· ἐλεγχόμενοι γὰρ ἄξια ὀργῆς πεπραχότες. ταύτῃ νῦν παραδεδόμεθα ἐοίκαμέν τε ὠδινούσῃ γυναικὶ καὶ μελλούσῃ μὲν ἀποκύειν, ἐξασθενούσῃ δὲ πρὸς τὴν τῶν ὠδίνων καρτερίαν· οὐ γὰρ οἷοί τε ἐσμὲν λέγειν· ἐκ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας. τούτου χάριν ἐπὶ σὲ τὸν τοῦ θεοῦ ἄνθρωπον ἀνεπέμψαμεν διὰ σοῦ τὸν σὸν θεὸν ἐν καιρῷ παραστῆναι βοηθὸν ἡμῖν ἀντιβολοῦντες· ὃν οὐδὲ ἑαυτῶν θεὸν ὀνομάζειν τολμῶμεν, σὸν δὲ κύριον καὶ θεὸν ἀκριβῶς ὄντα ἐπιστάμεθα. τοῦτον οὖν αὐτὸν ἱκετεύομεν μὴ τοῖς ἡμετέροις ἀποβλέψαι πλημμελήμασι μηδὲ τῶν ἡμετέρων μνήμην ποιήσασθαι ἁμαρτημάτων, ταῖς δὲ ἀθέοις τοῦ πολεμίου φωναῖς καὶ τῇ τοσαύτῃ ὑπερηφάνῳ προσχεῖν ἀλαζονείᾳ, ποιεῖν τε τὸ αὐτῷ φίλον εἴτε συγχωρεῖν εἴτε ἐπεξιέναι βούλοιτο. Σύ γε μήν, ὦ τοῦ θεοῦ προφῆτα, σαυτὸν ὑπομνήσας ὡς τὸ πᾶν ἡμῶν πλῆθος αἰχμάλωτον ἤδη ὑπὸ τοῦ τῷ αὐτῷ γέγονε τῷ Ἀσσυρίῳ πρεσβεῦσαι πρὸς τὸν θεὸν ὑπὲρ ἡμῶν τῶν καταλειφθέντων, μὴ ὀκνήσῃς· πιστεύομεν γὰρ ἡμεῖς καὶ πεπείσμεθα τὰ μεγάλα ἡμῖν συμβαλεῖσθαι πρὸς σωτηρίαν τὰς σὰς ὑπὲρ ἡμῶν ἱκετηρίας. ταῦτα ὁ βασιλεὺς τῷ προφήτῃ λέγειν διετάττετο. ὡς δὲ μόνον ἐπέστησαν αὐτοί, φθάσας τοὺς παρ’ αὐτῶν λόγους ὁ Ἠσαΐας ἀπαγγέλλειν προσέταττε τὴν ἐπιφερομένην προφητείαν· δι’ ἧς πνεῦμά φησιν ἐμβαλεῖν εἰς αὐτόν, ὑφ’ οὗ πνεύματος ἀπατηθεὶς ἐπανήξει ἐπὶ τὴν ἑαυτοῦ γῆν, ἔνθα ξίφει τὴν ζωὴν καταστρέψει. καὶ ταύτην πρώτην ποιεῖται προφητείαν ὁ λόγος ἐπὶ τῆς προκειμένης ἱστορίας.