Ancient Greek
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.12
Not analysed yet
Θεσπίσαντος τοῦ προφήτου τὰ προλεχθέντα ὁ τὰ τοσαῦτα ἀπαυθαδιασάμενος Ῥαψάκης ἀθρόως ἄπρακτος ἀπεχώρει τῆς πολιορκίας, σπεύσας τε ἀπήντα πρὸς τὸν βασιλέα τῶν Ἀσσυρίων ἐκστήσαντος αὐτοῦ τὴν διάνοιαν τοῦ θεοῦ. ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς ἑτέραν τῆς Ἰουδαίας πόλιν τὴν Λόμνα μετὰ τὴν Λαχεὶς πολιορκῶν ἀγγελίας αὐτὸν οὐκ ἀγαθῆς ἐκταραξάσης κατὰ τὸν τοῦ θεοῦ λόγον ἔσπευδεν ἐπ’ Αἰθίοπας. οὐ μὴν ἠμέλει τῆς κατὰ τῶν Ἰουδαίων ἀπειλῆς, ἀποστείλας δὲ ἀγγέλους καὶ γραφὴν πρῶτα μὲν ἐκέλευσεν ἀπὸ στόματος λέγειν τῷ Ἑζεκίᾳ τὰ ἐμφερόμενα τῇ γραφῇ, εἶτα καὶ αὐτὴν ἀναδιδόναι τὴν ἐπιστολήν· τῶν τοσούτων οὖν πραγμάτων καὶ τούτοις τοῖς λόγοις καὶ ταῖς ἐπαγγελίαις ἐπάρας ἑαυτὸν τοιγαροῦν ἀπατῶν μὴ ἀγνόει. εἶτα καὶ πάλιν ὁ δυσσεβὴς δυσφήμους ἠφίει φωνὰς τοῦ θεοῦ καταλαζονευόμενος, κατηριθμεῖτό τε τὰ ὑπὸ χεῖρα αὐτῷ γενόμενα ἔθνη τῶν οἰκείων θεῶν οὐδὲν αὐτοῖς ἐπαμυνόντων. ταύτην δὲ τοῦ Ἀσσυρίου τὴν μεγαλαυχίαν ἐδήλου διὰ τῶν ἔμπροσθεν ὁ προφήτης πρὶν ἢ γενέσθαι τὸ μέλλον ἀναφωνῶν καὶ λέγων· Οὐαὶ Ἀσσυρίοις· ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν καὶ ἑξῆς. αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται, ἀλλ’ εἶπεν· ὃν τρόπον ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω τῇ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. ἐφ’ οἷς καὶ τὴν ἀπειλὴν ἑξῆς ἐπῆγε· λέλεκτο μὲν οὖν ταῦτα πάλαι πρότερον, νυνὶ δὲ κατὰ τοὺς παρόντας ἐπληροῦτο χρόνους. Ὁ δέ γε Ἑζεκίας ὥσπερ καὶ πρότερον ἔσπευδε καὶ νῦν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ καὶ αὐτῷ μόνον τὴν ἐπιστολὴν ἐδείκνυ τῷ θεῷ. εἶτ’ ἐπῆγεν ἱκετηρίαν διὰ προσευχῆς μόνον αὐτὸν εἶναι θεὸν λέγων καὶ οὐδένα ἄλλον. ἐπεὶ καὶ μόνος αὐτὸς οὐρανοῦ καὶ γῆς καὶ τοῦ σύμπαντος κόσμου γέγονε ποιητὴς οὐδενὸς ἀλλ’ οὐ ταύτης αὐτῷ τῆς θεϊκῆς δυνάμεως ἐπικοινωνοῦντος, αὐτὸς εἴη ἂν ζῶν θεὸς τῶν ἄλλων ἀψύχων καὶ νεκρῶν ὄντων, αὐτοῦ δὲ μόνου ζῶντος τὴν ἄναρχον καὶ ἀγέννητον ζωὴν ἐπιγραφομένου τε ἁπάντων τῶν ζωῆς μετόχων τὴν αἰτίαν. ἤδη δὲ θαρσῶν ὡς ζῶντα καὶ τοῖς πᾶσι παρόντα καὶ τῶν αὐτοῦ φωνῶν ἀκροώμενον θεὸν ἠξίου ταῖς καθ’ ὅλης τῆς οἰκουμένης βασιλείαις ἐνδείξασθαι μόνος αὐτὸς εἴη θεὸς ἐν τῷ διασώσασθαι τοὺς ἐπ’ αὐτὸν ἠλπικότας. καὶ νῦν μὲν τοσαῦτα καὶ τοιαῦτα διὰ τῆς προσευχῆς ἐθεολόγει τοῦ καιροῦ συγχωρήσαντος ὁ βασιλεὺς μὴ εὐξάμενος, ὅτε τὸ πρῶτον εἰς τὸν οἶκον ἀνῄει τοῦ θεοῦ τῇ τοῦ σάκκου περιβολῇ κεχρημένος δι’ ὑπερβολὴν εὐλαβείας· τότε γοῦν οὐδὲ διᾶραι στόμα ἐπὶ τοῦ θεοῦ ἐτόλμα. διὸ τὸν προφήτην ἀποστείλας ἠξίου πρεσβεῦσαι ὑπὲρ αὐτῶν ἐν ταῖς πρὸς τὸν θεὸν ἱκετηρίαις, νῦν δὲ ὅτε ἀποκρίσεως ἠξίωτο τοῦ θεοῦ καὶ ταῖς διὰ τοῦ προφήτου ὁσίαις ἐπαγγελίαις πιστεύσας ταῖς κατὰ τοῦ πολεμίου προρρήσεσι θαρσαλέως διὰ τῶν μετὰ χεῖρας τὴν προκειμένην ἀνέπεμψεν εὐχὴν εὐσεβῆ δόγματα θεολογίας περιέχουσαν.