Ancient Greek · ~38 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.13.1
Not analysed yet
Οἱ τοῦ θεοῦ προφῆται τὰ μακροῖς ὕστερον χρόνοις μέλλοντα γίνεσθαι θεσπίζοντες οὐκ ἐντεῦθεν εἶχον τὸ γνώρισμα παρὰ τοῖς πλήθεσι τοῦ προφήτας αὐτοὺς εἶναι· οὐ γὰρ ἀφ’ ὧν τὰς ἐκβάσεις ἠγνόουν προφήτας αὐτοὺς ἡγοῦντο. ἀφ’ ὧν δὲ τὴν πεῖραν ἐκ τῶν παραχρῆμα ἀποτελεσμάτων ἐλάμβανον, ἐκ τούτων ἐν ταῖς τῶν μελλόντων κατεπίστευον προρρήσεσιν. οὕτως οὖν ποτε καὶ περὶ ὄνων ὁ Σαμουὴλ προὔλεγε τῷ Σαοὺλ καὶ ἄλλος περὶ οὗ βασιλέως νοσηλευομένου καὶ πάλιν ἕτερος τοῦ βασιλέως Ἰσραὴλ θάνατον προαγορεύει. τοῦτο δὲ ἐγίνετο ὡς ἂν μὴ περισπῷτο ὁ λαὸς πόθῳ καὶ λιχνείᾳ προγνώσεων περὶ τὰ τῆς εἰδωλολάτρου πλάνης μαντεῖά τε καὶ χρηστήρια· τοῦ γὰρ αὐτῶν θεοῦ οὐ δι’ ἀψύχων ξοάνων, διὰ δὲ τῶν αὐτοῦ προφητῶν τὸ ἱκανὸν αὐτοῖς τῆς τοῦ μέλλοντος γνώσεως παρέχοντος οὐδεὶς αὐτοῖς τῶν ἔξωθεν ἐγίνετο λόγος. ὅθεν καὶ ἐν τοῖς μετὰ χεῖρας ὁ μὲν βασιλεὺς Ἑζεκίας οἷα θεοφιλὴς εἰς τὸν οἶκον ἀνῄει τοῦ θεοῦ καὶ τὴν ἀνάγραπτον ἱκετηρίαν ἀνέπεμπε, θεὸς δὲ αὐτῷ ἀποκρίνεται τὸν ἑαυτοῦ προφήτην Ἠσαΐαν ὡς αὐτὸν πέμψας, δεύτερόν τε αὐτῷ τοῦτον ἐκδίδωσι τὸν χρησμόν, ὡς ἄρα εἴη ἀκηκοὼς τῶν τῆς προσευχῆς αὐτοῦ λόγων διδάσκων. Εἶθ’ ὡς πρὸς τὸν Ἀσσύριον πολλὰ καταλαζονευόμενον καὶ ἐπαπειλήσαντα τῷ λαῷ καὶ τῷ τόπῳ τοιοῦτόν τινα λόγον ποιεῖται. σὺ μὲν ὦ οὗτος τυραννικῶς ἠπείλεις τοιαῦτα διαθήσειν τὸν ἐμοὶ καθηγησάμενον τόπον νομίζων φοβεῖν ταῖς ἀπειλαῖς τὴν ἀδιάφθορον καὶ διὰ τοῦτο παρθένῳ παραβαλλομένην τοῦ θεοῦ πόλιν, τόν τε ἐν αὐτῇ λαὸν θυγατέρα Σιὼν καὶ θυγατέρα Ἰερουσαλὴμ χρηματίζοντα καὶ παρθένῳ παραβαλλόμενον διὰ τὸ πάσης καθαρεύειν εἰδωλολατρίας. ἡ δὲ θαρσοῦσα τῇ ἑαυτῆς καθαρότητι καὶ τῷ ἑαυτῆς βοηθῷ θεῷ τὸν ὑπερήφανόν σου λογισμὸν καὶ τὰς ἀπειλὰς ἐκείνας ἐξεφαύλισε καὶ ἐμυκτήρισεν ὡς οὐδενὸς ἀξίας. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ἐξουδένωσέ σε καὶ ἐξεφαύλισέ σε θυγάτηρ Σιών, ὄπισθέν σου κεφαλὴν ἐκίνησε θυγάτηρ Ἰερουσαλήμ· εἰ γὰρ καὶ μηδεμίαν ἀπόκρισιν ἐποιήσατο πρὸς σέ, ὅτε τὰς βλασφήμους προΐεσο φωνάς, ἀλλὰ μετὰ τὸ ἀναχωρῆσαι καὶ εἰς τοὐπίσω σε ἀπελθεῖν ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν ἡ προλεχθεῖσα τῆς Ἰερουσαλὴμ θυγάτηρ ἡ αὐτὴ οὖσα τῇ παρθένῳ θυγατρὶ Σιών. καὶ τοῦτ’ ἔπραττεν οὐκέτι σιωπὴν ἄγουσα, μετὰ δὲ τοῦ λόγον ἀποδιδόναι· διὸ ἐπὶ σοὶ τὴν κεφαλὴν ἐκίνει. Ὁ δὲ λόγος οὕτως ἦν· τίνα ὠνείδισας καὶ παρώξυνας; ἀνθ’ οὗ οἱ λοιποὶ ἑρμηνευταὶ βεβλασφήμηκας ἐκδεδώκασιν, ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; οὐδὲ ἀνέβλεψας εἰς οὐρανὸν οὐδὲ διενοήθης τὸν θεὸν τὸν ὕψιστον οὐδὲ ἐλογίσω, ὡς ἄρα οὗτος εἴη ὁ ἅγιος τοῦ Ἰσραήλ, ὃν ὠνείδισας διασύρων καὶ χλευάζων ὡς ἕνα τῶν πολλῶν θεῶν τῶν ὑποχειρίων σοι γενομένων. ἐλογίσω γὰρ παρὰ σαυτῷ ὡς τῇ σαυτοῦ δυνάμει καὶ τῷ πλήθει τῶν σῶν ἁρμάτων ἀναβεβηκὼς εἴης εἰς τὰ ὑψηλὰ τῶν ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, ὥστε ἀποκόψαι τὸ ἐν τῷ πλήθει τῶν ἐν αὐτῷ κέδρων τε καὶ κυπαρίσσων ἐμφαινόμενον αὐτοῦ κάλλος. ᾐνίττετο δὲ διὰ τούτων τὰς ἐν τοῖς λοιποῖς ἔθνεσιν ἐπηρτημένας καὶ εὐθηνουμένας βασιλείας· τὸ γὰρ πολὺ πλῆθος τοῦ Λιβάνου ἐν ὑψηλοτάτοις κέδροις τε καὶ κυπαρίσσοις ἢ ἀρκεύθοις κατὰ τὸν Σύμμαχον, ἢ ἐλάταις κατὰ τὸν Ἀκύλαν, εἰς εἰκόνα παρείληφε τῶν τότε εὐθηνουμένων ἐθνῶν. ἀντὶ δὲ τοῦ· εἰς ὕψος μέρους τοῦ δρυμοῦ, ὁ Σύμμαχος εἰς ὕψος τοῦ ἄκρου αὐτοῦ εἰς τὸν δρυμὸν τοῦ Καρμήλου αὐτοῦ ἡρμήνευσε, δρυμὸν κἀνταῦθα τὴν ἄκαρπον ὕλην τῶν τὸν θεὸν μὴ ἐπισταμένων ἐθνῶν αἰνιττομένου τοῦ λόγου. ἃ δὴ ὑπὸ χεῖρα πεποιημένος ὁ Ἀσσύριος μέγα φρονῶν ἐφ’ ἑαυτῷ ἔλεγεν· ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ. ἔτι δὲ ἀπηυθαδίζετο λέγων· καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὑδάτων, ἢ κατὰ τὸν Σύμμαχον· ἐγώ φησιν ὤρυξα καὶ ἔπιον ὕδωρ καὶ ἠρήμωσα ἐν ἴχνει ποδός μου πάντας ποταμοὺς συνεχομένους. ὁρᾷς ὅπως καὶ ἐν τούτοις ὑδάτων μέμνηται ὁ λόγος καὶ ποταμῶν ἀφανιζομένων ὑπὸ τοῦ Ἀσσυρίου, δι’ ὧν οἶμαι σημαίνειν τὰ παρὰ τοῖς ἔθνεσι πλήθη καὶ τοὺς παρ’ αὐτῶν περὶ θεῶν λόγους, οἳ τὰς ψυχὰς ἐνόμιζον τρέφεσθαι. τῷ γε μὴν ἴχνει τοῦ ἑαυτοῦ ποδὸς ἐρημίαν εἰργᾶσθαι ἐσεμνύνετο· ἐπ’ οὐδενὶ μὲν ἀγαθῷ, ἐπ’ ἐρημίᾳ δὲ ὧν ἐπέβη χωρῶν καυχώμενος καὶ ἐπὶ ἀφανισμῷ τοῦ δηλωθέντος τοῦ Λιβάνου κάλλους. ἀλλὰ ταῦτα μὲν σὺ παρὰ σαυτῷ εἶπας ἐν τῇ σαυτοῦ διανοίᾳ λογισάμενος, ὡς ἄρα τῷ πλήθει τῶν ἁρμάτων σου τὰ τοσαῦτα διεπράξω, ἐγὼ δὲ σοί φημι Μὴ σαυτὸν ἀπάτα· οὐ γὰρ τῇ σαυτοῦ δυνάμει τούτων ἁπάντων περιγέγονας. ἐγὼ δὲ ἤμην ὁ ταῦτα τὰ κατ’ αὐτῶν ὁρίσας· εἰ σὺ μὴ ἔγνως, εἰ καὶ μὴ ἤκουσας τὴν ἐμὴν ἐξ ἀρχαίου βουλήν· ταῦτα γὰρ αὐτὸς κέκρικα κατὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πάλαι καὶ ἐξ ἡμερῶν ἀρχαίων διὰ σοῦ πραχθῆναι. νῦν δὲ δι’ ἔργων τὴν ἐμὴν ἐπέδειξα βουλὴν ἐγείρας σε ἐπ’ ὀλέθρῳ τῶν τιμωρίας ἀξίων καὶ σοὶ χρησάμενος σημείῳ τοῦ ἐξερημῶσαι ἔθνη καὶ ἀναστάτους ποιῆσαι τοὺς οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς, ἃς πρότερον μὲν ἐφύλαττον διασῴζων ἐγώ. Ἐπεὶ δὲ ἠσέβουν μὴ γνωρίζοντες τὸν ἑαυτῶν σωτῆρα, ἀνῆκα τὰς ἐμαυτοῦ χεῖρας σοὶ παραδιδοὺς ἐπὶ τιμωρίᾳ, οἱ δὲ παραχρῆμα ἔρημοι ἐγένοντο τῆς ἐμῆς στερηθέντες ἐπισκοπῆς. διὸ καὶ παραυτίκα ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις· τοῦτο γοῦν αὐτῶν τὸ αἴτιον τῆς ἀπωλείας, ὅτι μηδένα καρπὸν ἀγαθὸν εὐσεβείας προὔφερον. διὸ οὔτε ἀμπέλῳ οὔτε ἐλαίᾳ οὔτε τινὶ τῶν γονίμων φυτῶν, χόρτῳ δὲ ξηρῷ καὶ ἀγρώστιδι παρεικάζοντο, ὅτε δικαιότατα σῇ παρεδόθησαν χειρί. ἀλλ’ οὐ σύ γε ταῦτα ἐφρόνησας, ὦ τῶν Ἀσσυρίων ἄρχων, ἄθεα δὲ καὶ ἀσεβῆ λογισάμενος καὶ τὴν ἐμοὶ τῷ θεῷ ἀνακειμένην πόλιν ἐνόμισας ὁμοίως ταῖς λοιπαῖς ταῖς τὸν θεὸν ἀγνοούσαις αἱρήσειν. εἰδὼς δὲ σοῦ τὰς ἐνθυμήσεις καὶ τὴν ἔξοδον καὶ τὴν εἴσοδον τῶν σῶν λογισμῶν ἔτι καὶ ταῦτα πρὸς σέ φημι, ὡς οὐκ ἔλαθέ με ὁ θυμός, ᾧ κέχρησαι κατὰ τοῦ χρηματίζοντος ἐμοῦ λαοῦ, ἀλλὰ καὶ ἡ πικρία σου ἀνέβη πρός με, ἢ κατὰ τὸν Σύμμαχον· ἀνέβη ἡ ἀλαζονεία σου εἰς τὰ ὦτά μου. ἐπεὶ τοίνυν τοιαῦτά σοι τετόλμηται, ἄκουε λοιπόν, ὦ οὗτος τὰ διαδεξόμενά σε φιμὸν κατὰ τοῦ στόματός σου τοιοῦτον ἐμβαλῶ, ὡς καὶ τὴν ῥῖνα αὐτὴν συσχεῖν καὶ ἀποπνῖξαι πρὸς τὸ μηκέτι τοιαῦτα φθέγγεσθαι, κατὰ δὲ τὸν Σύμμαχον· καὶ δώσω φησὶ κρίκον εἰς τὸν μυκτῆρά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου, ἵνα μὴ ὅπου βούλει ἀπίῃς, ἕλκοιο δὲ καὶ μὴ βουλόμενος εἰς τοὐπίσω· ἀποστραφῆναι γάρ σε δεήσει τῇ ὁδῷ, ᾗ τὴν ἐνταῦθα πεποίησαι πορείαν. Ταῦτα μὲν οὖν ὡς πρὸς τὸν ἄρχοντα τῶν Ἀσσυρίων, εἰ καὶ μὴ τῷ σώματι πάρεστιν, ὅμως δ’ οὖν καὶ πρὸς ἅπαντα εἰρήσθω. ἐπεὶ δὲ καὶ σοὶ χρὴ τῷ Ἑζεκίᾳ πρὸς ἃς πεποίησαι εὐχὰς ἀποκρίνασθαι, δέχου δὴ καὶ τὸν πρὸς σὲ λόγον· τὰ μὲν εἰρημένα περὶ τοῦ ἄρχοντος τῶν Ἀσσυρίων ἀκήκοας, εἰ δὲ σοὶ δεῖ σημείου πρὸς πίστωσιν τῶν ἐμῶν λόγων, ἴσθι ὅτι τὸν παρόντα ἐνιαυτὸν τοῖς ἀπὸ γῆς αὐτομάτως ἀναδοθησομένοις πρὸς τροφὴν χρήσῃ, τῷ δὲ μὴ δύνασθαι συνήθως τὴν χώραν γεωργίας τυχεῖν διὰ τὴν τῶν πολεμίων ἔφοδον. διόπερ φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας. ἀντὶ δὲ τοῦ· ἃ ἔσπαρκας, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ αὐτόματα ἐκδεδώκασι. καὶ τῷ ἐπιόντι δὲ ἐνιαυτῷ ὁμοίως φάγε τὰ ὑπολειφθέντα ἐκ τοῦ προτέρου ἔτους. ἀντὶ δὲ τοῦ· τῷ δευτέρῳ ἔτει τὸ κατάλειμμα, ὁ μὲν Ἀκύλας καὶ τῷ ἔτει τῷ δευτέρῳ αὐτοφυῆ ἐκδέδωκεν, ὁ δὲ Σύμμαχος· καὶ τῷ ἔτει τῷ δευτέρῳ ἀπὸ δένδρων, ὁ δὲ Θεοδοτίων· καὶ τῷ ἔτει τῷ δευτέρῳ αὐτοφυῆ, δύο δὲ τούτους ἐνιαυτοὺς στενοχωρηθέντες διὰ τὸ μὴ ὁμοίως γεωργίας τυχεῖν τὴν χώραν. τῷ τρίτῳ ἔτει πληρωθήσεσθε πάσης εὐθηνίας· σπείραντες γοῦν ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν, εὖ εἰδότες ὡς οἱ περιλειφθέντες ἐν τῇ Ἰουδαίᾳ μετὰ τὴν αἰχμαλωσίαν τοῦ ἐν Σαμαρείᾳ πλήθους ἐν εἰρήνῃ διατελέσετε, εἰ κατὰ τὴν ἐμὴν βουλὴν ῥίζαν ἐμβαλόντες ἑδραίαν θεοσεβείας ἐν τῇ ἑαυτῶν ψυχῇ, καρπὸν τῆς ἐμῆς γεωργίας ἅγιον ἄνω βλέποντα πρός με ἀποδώσετε. οὕτω γοῦν διασωθήσονται οἱ ἐπὶ τῆς Ἰερουσαλὴμ καταλειφθέντες, εἰ γένοιντο καρποφόροι παρ’ ἐμοὶ καὶ τοὺς ἀξίους αὐτῶν ἀποδίδοιεν καρπούς· ζηλῶν γὰρ ὁ κύριος ὡς ὑπὲρ οἰκείας τῆς ἀνακειμένης αὐτῷ πόλεως καὶ τοῦ χρηματίζοντος αὐτοῦ λαοῦ ταῦτα πάντα δωρήσεται. Καὶ οὔτε ὁ τῶν Ἀσσυρίων βασιλεὺς οὐθ’ ἕτερός τις ἐπιβήσεται τῆς πόλεως οὔτε ἐπιτραπήσεταί τις πόλεμον ἄρασθαι κατ’ αὐτῆς· αὐτὸς γὰρ ἐγὼ ὡς ἂν ὑπὲρ ἐμῆς πόλεως ὑπερασπιῶ καὶ σώσω αὐτήν τε καὶ τοὺς ἐνοικοῦντας· τοῦτο γὰρ ἐμοὶ θεῷ ὄντι πρέπει. διὸ ταῦτα πράξω δι’ ἐμέ, ἀλλ’ οὐ διὰ τὸ ἀξίους εἶναι τοὺς βοηθουμένους. εἰ δὲ χρὴ καὶ ἄνδρα τιμῆσαι ὡς φάναι προστήσασθαι τῆς πόλεως, διὰ Δαυὶδ τὸν ἐμὸν παῖδα, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τὸν ἐμὸν δοῦλον, κτίστην τῆς πόλεως καὶ πρῶτον βασιλέα τῶν αὐτόθι γενομένων φυλάξω τὴν πόλιν, ὡς ἂν καὶ ἕτεροι μαθόντες, ὅσης ἠξίωται παρ’ ἐμοὶ τιμῆς ὁ θεοφιλὴς ἀνήρ, ζηλωταὶ αὐτοῦ καὶ μιμηταὶ τῆς θεοσεβείας γένοιντο. Οἱ μὲν οὖν τοῦ θεοῦ λόγοι διὰ Ἠσαΐου τοῦ προφήτου τοῦτον ἀπηγγέλλοντο τὸν τρόπον τῷ βασιλεῖ Ἑζεκίᾳ. οὐκ εἰς μακρὸν δὲ τοῖς λόγοις φοβερά τις καὶ θεϊκὴ πρᾶξις εἵπετο αὐτίκα μετὰ ταύτας τὰς φωνάς, οὐ δι’ ἀνθρωπίνης μεθόδου μυριάδες ἀθρόων ἀνδρῶν εὕρηντο νεκρῶν βεβλημέναι ὑπὸ χειρὸς ἑνὸς ἀγγέλου· τοσοῦτος γὰρ ἦν οὗτος ὡς θεοῦ κρίσει διακονήσασθαι καὶ τοσαῦτα πλήθη τῶν πολεμίων ἀνελεῖν, ὅπως ἔργῳ πεῖραν λάβοι ὁ τούτων βασιλεύς, οἵου καταβλασφημεῖ θεοῦ. τούτου γοῦν ἕνεκεν τοσούτων ἀπολλυμένων οὐ συναπώλλυτο, ὡς ἂν θεωρὸς γενόμενος τούτου πραχθέντος τὴν ἄθεον αὐτοῦ γλῶτταν ἐπιστομίσειε. διὸ δὴ εἴρητο ἐν τοῖς τοῦ θεοῦ λόγοις· καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου πρὸς τὸ μὴ τοιαῦτα φθέγγεσθαι τολμᾶν. πλὴν εἰ καὶ μὴ συναπήλαυσεν τῷ πλήθει διὰ τὴν εἰρημένην αἰτίαν, δι’ ἣν καὶ Φαραὼ τῶν λοιπῶν Αἰγυπτίων κολαζομένων θεωρὸς ἐφυλάττετο, ὅμως γοῦν τοὺς ἑαυτοῦ παῖδας εὗρεν ἑαυτοῦ φονέας ἐπὶ τῆς οἰκείας γενόμενος γῆς.