Ancient Greek
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.15.1
Not analysed yet
Συνεξετάζουσιν ἡμῖν καὶ διερευνωμένοις τὰ κατὰ τοὺς παρόντας τόπους ὁ τῶν Ἰουδαίων διδάσκαλος ἔλεγε νενοσηκέναι μὲν τὸν Ἑζεκίαν, ἐπεὶ μὴ εἰρήκει ᾠδὴν εἰς τὸν θεὸν εὐχαριστήριον ἐπὶ τῇ πτώσει τῶν Ἀσσυρίων, ὡς Μωσῆς ᾖσεν ἐπὶ τῇ ἀπωλείᾳ τῶν Αἰγυπτίων καὶ ὡς Δεββώρα ἐπὶ τῇ ἀπωλείᾳ τοῦ Σισάρα καὶ ὡς Ἅννα ἐπὶ τῇ γενέσει τοῦ Σαμουήλ· ὅπερ μὴ ποιήσαντα τὸν Ἑζεκίαν τῇ νόσῳ περιπεσεῖν· τὸν δὲ Βαβυλώνιον ἐγνωκέναι τὴν ἀπὸ τῆς νόσου ῥῶσιν αὐτοῦ καὶ ἀπεσταλκέναι πρὸς αὐτὸν ἄνδρας οὐκ ἀργῶς, ἀλλ’ ἐπειδὴ συνέβη τὴν ἡμέραν ἐκείνην, καθ’ ἣν τὸ σημεῖον τῆς τοῦ ἡλίου ἀναδρομῆς ὡρῶν γεγενῆσθαι διπλασιόνων· μὴ γὰρ λαθεῖν τοῦτο τοὺς Βαβυλωνίους δεινοὺς ὄντας περὶ τὴν τῶν ἄστρων θεωρίαν. καὶ ἐπειδὴ τὸν ἥλιον θεοποιοῦντες συνεῖδον, ὡς ὑπὸ κρείττονος περιηνέχθη εἰς τοὐπίσω δυνάμεως· τούτου χάριν ζητῆσαι τὸ τούτου αἴτιον. εἶτ’ ἐπειδὴ πολυπραγμονήσαντες ἔμαθον τὸν τῶν Ἑβραίων θεὸν μέγαν εἶναι, τὸν καὶ τοῦ παντὸς κόσμου δημιουργόν· τοῦ τε βασιλέως Ἑζεκίου τὴν ἀρρωστίαν, δι’ ἣν καὶ τὸ θαῦμα γέγονεν, εἰκότως καταπλαγέντα τὸ πεπαγμένον φιλίαν ἐθελῆσαι σπείσασθαι πρὸς τὸν Ἑζεκίαν ὡς πρὸς ἄνδρα θεοφιλῆ. ταῦτα μὲν ὁ Ἑβραῖος. ἐγὼ δὲ συνιδὼν ὡς ὑφ’ ἕνα καὶ τὸν αὐτὸν ἐνιαυτὸν ταῦτα πάντα συνέβη, λέγω δὲ ἡ ἔφοδος τοῦ Ἀσσυρίου ἡ κατὰ τῆς Ἰουδαίας καὶ ἡ δι’ ἀγγέλου θεοῦ κατὰ τῶν Ἀσσυρίων πληγή, ἥ τε τοῦ Σεναχηρεὶμ φυγὴ καὶ ἡ τῶν αὐτοῦ παίδων ἐπανάστασις, ἥ τε τοῦ διαδεδεγμένου αὐτὸν υἱοῦ σεσιωπημένη ἀπώλεια. ταῦτα πάντα οἶμαι σώφρονα λογισμὸν ἐμβαλεῖν τῷ Μαρωδὰκ Βαλδὰν ἐξ ἑτέρου γένους ὁρμωμένῳ καὶ βασιλεύοντι Βαβυλῶνος καὶ τοῦ Χαλδαίων ἔθνους· εἰκὸς γὰρ αὐτὸν ἐκ τῆς τούτων γνώσεως ὠφελῆσθαι ὡς μηκέτ’ ἐχθρίαν μηδὲ πόλεμον, φιλίαν δὲ ἀσπάσασθαι πρὸς τὸν οὕτω θεοφιλῆ βασιλέα παράδοξον αὐτῷ γενέσθαι τὴν ἐκ θεοῦ πρυτανευθεῖσαν ἐκ τῆς νόσου σωτηρίαν. ὅτι δὲ καθ’ ἕνα καὶ τὸν αὐτὸν καιρὸν ταῦτα συνέβη πραχθῆναι, μάθοις ἂν ἐπιστήσας ὡς ἡ μὲν ἔφοδος τοῦ Ἀσσυρίου ἔτους τεσσαρεσκαιδεκάτου τῆς Ἑζεκίου βασιλείας γέγονεν· τελευτᾷ δὲ βασιλεύσας τὰ πάντα ἐννέα καὶ εἴκοσιν ἔτη, ὧν τὰ πέντε καὶ δέκα ἔτη, μετὰ τὴν νόσον αὐτῷ προσετέθη. οὐκοῦν ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει νενοσήκει καὶ τὰ λοιπὰ πάντα πρὸ τῆς νόσου κατὰ τὸν αὐτὸν συνετελέσθη χρόνον. ὁμοῦ δὴ οὖν τούτων ἁπάντων ἡ ἀκοὴ τὸν τῶν Βαβυλωνίων βασιλέα ἐνῆγε πρὸς τὴν τοῦ Ἑζεκίου φιλίαν ὡς καὶ ἀποστεῖλαι αὐτῷ δῶρα καὶ πρέσβεις καὶ ἐπιστολάς. ἐφ’ οἷς ἀνθρώπινόν τι παθὼν ὁ Ἑζεκίας χαίρει μὲν ἐπὶ τῇ τούτων δεξιώσει, φιλοτιμίᾳ δὲ περιττῇ ληφθεὶς τοῖς ἀπεσταλμένοις ἀνακαλύπτει τοὺς θησαυροὺς καὶ τὸν οἶκον τοῦ νεχωθά, ὅπερ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος τὸν οἶκον τῶν ἀρωμάτων ἐκδεδώκασιν. ἀλλὰ καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἡδύσματα καὶ τὸ μύρον τὸ καλὸν καὶ πάσας τὰς ἀποθήκας τῶν σκευῶν αὐτοῦ δείκνυσιν· οὕτως γὰρ ὁ Σύμμαχος ἡρμήνευσεν. Εἶτ’ ἐπεὶ μὴ ἐχρῆν ἀλλοφύλοις ἀνδράσιν ἀπειροκάλως καὶ ἀπερισκέπτως ἀνακαλύπτειν τὸν ἐκεῖ πλοῦτον ἐπιστὰς ὁ προφήτης αὐτῷ προηγόρευεν, ὡς ἔσται τις καιρός, καθ’ ὃν αὐτοὶ Βαβυλώνιοι ἅπαντα λήψονται καὶ εἰς τὴν αὐτῶν ἀπάξουσι γῆν. προσετίθη δὲ ὡς καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ τῶν μηδέπω μὲν ὄντων, μελλόντων δὲ ἐξ αὐτοῦ γίγνεσθαι ἐκτεμόντες εὐνούχους, οἳ αὐτοὶ παραστῆναι αὐτοὺς ποιήσουσι τοῖς αὐτῶν βασιλεῦσιν. ἅπερ ἀκούσας ὁ Ἑζεκίας εὐλαβῶς ἅμα καὶ εὐσεβῶς πάντα λόγον ἀγαθὸν εἶναι, ὃν λαλήσειεν ὁ θεός, κἂν λυπηρὸς εἶναι νομίζοιτο ἀνθρώποις ἀπεκρίνατο. ἠξίου δὲ μὴ κατὰ τὸν τῆς ζωῆς αὐτοῦ χρόνον τὰ ἠπειλημένα γενέσθαι, εἰρήνην δὲ καὶ δικαιοσύνην, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἰρήνην καὶ ἀλήθειαν, ὑπάρξαι ἐν ταῖς ἡμέραις αὐτοῦ. Ἐφ’ οἷς πάλιν ὁ Ἑβραῖος μὴ ἀποδέξασθαι τοῦ Ἑζεκίου τὴν προαίρεσιν τὸν θεὸν ἔλεγε· τὸ γὰρ ὑπὲρ μὲν ἑαυτοῦ ἠξιωκέναι, ὑπὲρ δὲ τοῦ λαοῦ μηδένα λόγον πεποιῆσθαι μεμπτὸν τῷ θεῷ φανῆναι· διὸ ἐπιλέγειν ἑξῆς τὸν προφήτην· Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός· εἰ γὰρ καὶ οὗτός φησι φίλαυτος ὤν, ὑπὲρ μὲν ἑαυτοῦ φροντίσας ἐδεήθη, τοῦ δὲ λαοῦ μνήμην οὔ τινα ἐποιήσατο, ἀλλ’ ὁ θεὸς τοῦ ἰδίου κηδόμενος λαοῦ παρακαλεῖν αὐτὸν τοῖς τοῦτο πράττειν οἵοις τε παρακελεύεται.