Ancient Greek · ~48 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.16.1
Not analysed yet
Τό· ἱερεῖς, παρακαλεῖν τὸν λαόν, οὔτε ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς εὕρομεν, διόπερ ὠβέλισται καὶ παρὰ τοῖς Ἑβδομήκοντα· κατὰ γοῦν τὸν Σύμμαχον παρηγορεῖτε παρηγορεῖτε τὸν λαόν μου, λέγει ὁ θεὸς ὑμῶν, παραμυθήσασθε τὴν καρδίαν Ἰερουσαλὴμ εἴρηται, καὶ παρὰ τοῖς λοιποῖς ἰσοδυναμοῦντα τούτῳ. τίνες δέ εἰσιν οἷς ὁ λόγος παρακαλεῖν τὸν λαὸν προστάττει, ἄξιον ἐπιστῆσαι, τίς δὲ καὶ ἡ καρδία Ἰερουσαλὴμ καὶ ποδαπὴν χρὴ νοεῖν τὴν Ἰερουσαλήμ, ὥσπερ τι ζῷον καρδίαν ἔχουσαν· ἔμψυχον γὰρ καὶ λογικὴν σαφῶς παρίστησιν αὐτὴν ὁ φήσας λόγος· λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ. καὶ ἦν μὲν εἰπεῖν Ἰερουσαλὴμ τὸν λαὸν εἶναι τὸν ἐν αὐτῇ κατοικοῦντα, ὡς πολλάκις τὴν πόλιν ἀντὶ τῶν οἰκητόρων ὀνομάζομεν, νυνὶ δὲ ὁ λόγος αὐτὸς τοῦ λαοῦ μέμνηται λέγων· παρακαλεῖτε τὸν λαόν μου, καὶ πάλιν ἰδίως ἐπιφέρει τό· λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ· τίνες οὖν εἰσιν οἱ παρακαλεῖν προσταττόμενοι καὶ τίς ὁ παρακαλούμενος λαός, τίς τε ἡ καρδία Ἰερουσαλήμ, ὥρα διευκρινῆσαι. οἱ μὲν οὖν παρακαλοῦντες εἶεν ἂν οἱ τὸ πνεῦμα τὸ παράκλητον ὑποδεδεγμένοι, ἀπόστολοι δηλαδὴ καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν καὶ εὐαγγελισταὶ καὶ οἱ τούτοις ὅμοιοι, πρὸς οὓς ἔλεγεν ὁ σωτήρ· Κἀγὼ ἐρωτήσω τὸν πατέρα μου καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας, καὶ αὖθις· ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ πάλιν· ὅταν ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ, καὶ πάλιν· καὶ συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς. πάντες τοιγαροῦν οἱ τὸ παράκλητον πνεῦμα ὑποδεξάμενοι προστάττονται παρακαλεῖν τὸν λαὸν τοῦ θεοῦ, ἀλλ’ οὐ τὸν Ἰσραὴλ οὐδὲ τὸν Ἰακὼβ οὐδὲ τὸν Ἰούδαν. τίς δὲ ἦν ὁ λαὸς τοῦ θεοῦ ἕτερος παρὰ τὸ Ἰουδαίων ἔθνος, Ζαχαρίας ὁ προφήτης διδάξει λέγων· τέρπου καὶ εὐφραίνου, θυγάτηρ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ, δι’ ὧν σαφῶς ἔθνη πολλὰ λαὸς τοῦ θεοῦ γενήσεσθαι προσαγορεύεται. καὶ ταῦτα λέγει κύριος ἀπεσταλμένος ὑπὸ ἑτέρου κυρίου καὶ τὴν εἰς ἀνθρώπους ἑαυτοῦ παρουσίαν θεσπίζων. ὥσπερ δὲ ἀποδέδεικται ὁ λαὸς τοῦ θεοῦ, οὕτως ἡ καρδία Ἰερουσαλὴμ νοηθήσεται τὸ κρεῖττον τάγμα τοῦ λαοῦ· ὡς γὰρ ἐν σώματι ἡ καρδία τὸ κυριώτατόν ἐστι τοῦ παντός, οὕτω καὶ ἐν τῷ τῆς ἐκκλησίας σώματι τὸ κυριώτατον τάγμα καρδία τοῦ παντὸς εἰκότως ἂν λεχθείη, ὅπερ ἐστὶ τὸ τῶν λογικωτέρων φρονήσει τε καὶ διανοίᾳ καὶ λογισμῷ διαφερόντων. ἐὰν τοίνυν λέγηται· λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ, οὕτως δεκτέον τὸν λόγον ὡσεὶ σαφέστερον ἔλεγε· λαλήσατε τοῖς ἐν τῷ λαῷ τοῦ θεοῦ νοήμοσι καὶ λογικωτέροις. τούτοις μὲν οὖν λαλεῖν προστάττονται οἱ ἱερεῖς, τὸν δὲ λοιπὸν λαὸν παρακαλεῖν ὡς δεόμενον παρακλήσεως καὶ παραμυθίας. περιγράψασα τοίνυν ἡ προφητεία τὴν ὑπόθεσιν τῆς κατὰ τὸν Ἑζεκίαν ἱστορίας ἐξ ἑτέρας ἀρχῆς τοῦ εὐαγγελικοῦ λόγου κατάρχεται τοῖς τὸ τοῦ Χριστοῦ πνεῦμα τὸν παράκλητον ὑποδεξαμένοις ἐπιβοῶσα· Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός· πάντα γὰρ τὸν ἄξιον αὐτοῦ χρηματίζειν λαὸν τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐξειλεγμένον παρακαλεῖν προστάττει, ὃ δὴ καὶ ἔπραττον οἱ ἀπόστολοι, ὡς διδάσκει λέγων ὁ Παῦλος· Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς αὐτοὶ παρακαλούμεθα ὑπὸ τοῦ θεοῦ. ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως. ὁρᾷς δι’ ὅσων τὸν περὶ τῆς παρακλήσεως ἀπεδίδου λόγον καὶ ἐν ἑτέροις ὡσπερεὶ πειθαρχῶν προφητικῇ παρακελεύσει ἐβόα· δεόμεθα, λέγων, ὑπὲρ Χριστοῦ, καταλλαγῆναι τῷ θεῷ, καὶ πάλιν· παρακαλῶ δὲ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Χριστῷ Ἰησοῦ. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ οἱ λοιποὶ τοῦ Χριστοῦ μαθηταὶ παράκλητοι ὄντες τὸν λαὸν τοῦ θεοῦ παρεκάλουν, ἀλλὰ καὶ ἐλάλουν εἰς τὴν καρδίαν Ἰερουσαλήμ, ἤτοι τὴν κατὰ διάνοιαν ἐπινοουμένην, λέγω δὲ τὸ κρεῖττον τάγμα τοῦ σώματος τοῦ λαοῦ ἢ καθ’ ἑτέραν ἐκδοχὴν τοὺς λογικωτέρους τῶν ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ οἰκούντων· τοῦ γὰρ λοιποῦ πλήθους σαρκώδους ὄντος καὶ ὥσπερ παχυτάτου σώματος οἱ ἐν αὐτοῖς συνέσει καὶ φρονήσει καὶ διανοίᾳ προφέροντες εἰκότως ἂν νοοῖντο καρδία Ἰερουσαλήμ, οἷς καὶ αὐτοῖς βούλεται λαλεῖν τοὺς τὸ πνεῦμα τῆς παρακλήσεως εἰληφότας καὶ παρακαλεῖν αὐτοὺς καρδίαν ὄντας Ἰερουσαλὴμ διὰ τοῦ εὐαγγελίζεσθαι καὶ αὐτοῖς ἄφεσιν ἁμαρτημάτων διὰ τὴν ἐπιφερομένην ἑξῆς περὶ τῆς τοῦ Χριστοῦ παρουσίας προφητείαν. ἐν ἀπορρήτῳ τοίνυν τῇ καρδίᾳ Ἰερουσαλὴμ βούλεται λαλῆσαι τοὺς δηλωθέντας καὶ πείθειν, ὅτι πέπαυται αὐτῆς ἡ ταπείνωσις καὶ λέλυται αὐτῆς ἡ ἁμαρτία· καὶ γὰρ διπλῆν ὑπέμεινεν κόλασιν, ὑπὲρ ὧν ἥμαρτε. προσήκει δὲ λοιπὸν παρακλήσεως καὶ παραμυθίας αὐτὴν τυγχάνειν διὰ τὴν ἐπιλάμψασαν τῷ βίῳ τοῦ κοινοῦ πάντων ἀνθρώπων σωτῆρος ἐπιφάνειαν. διπλῆν δὲ κόλασιν εἴποις ἂν ἐπεληλυθέναι τῇ καρδίᾳ Ἰερουσαλήμ· ἐπεὶ καὶ κατὰ τὴν ἱστορίαν συναπήλαυον τοῖς κακοῖς τοῦ πλήθους οἱ δηλούμενοι ὑπ’ ἀλλοφύλοις ἔθνεσι ταπεινούμενοι καὶ κατὰ διάνοιαν ἐκόλαζον ἑαυτοὺς διὰ τὴν τοῦ πλήθους ἀποβολὴν πενθοῦντες καὶ ἀποκλαόμενοι τὴν πτῶσιν καὶ τὴν ἀπώλειαν τῶν πολλῶν· ἀλλὰ καὶ δεύτερον πολιορκηθεῖσα ἡ Ἰερουσαλήμ, ὡς εἰς ἔδαφος κατενεχθῆναι τὸν ἐν αὐτῇ νεὼν διπλῆν τιμωρίαν τῶν ἐν αὐτῇ τετολμημένων ἀσεβημάτων ὑπέμεινεν. Ὅμως δ’ οὖν ἡ ἐπιφάνεια τοῦ ἑξῆς καταγγελλομένου σωτῆρος καὶ τοῖς ἐν αὐτῇ συνετοῖς, οὓς καρδίαν ὠνόμαζε, μετεδίδου τῆς παρακλήσεως. τίς δὲ ἦν ἡ παράκλησις, παρίστησιν ἑξῆς λέγων· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν. οἷς ἐπιλέγει· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, τοῦτ’ ἔστι τὸ εὐαγγελικὸν κήρυγμα, καὶ ἦν ἡ παράκλησις αὕτη ἡ πᾶσιν ἀνθρώποις γνωσθήσεσθαι τὸ σωτήριον τοῦ θεοῦ θεσπίζουσα. πάλαι μὲν οὖν Μωσῆς ἐπὶ τῆς ἐρήμου τὸν Ἰουδαίων διήγαγε λαόν, νυνὶ δὲ ἑτέρας μέμνηται ἐρήμου καί τινος ἀνδρὸς ἐν αὐτῇ βοῶντος, ἢ κατὰ τὸν Ἀκύλαν· φωνὴ καλοῦντος ἐν τῇ ἐρήμῳ. τίς δὲ ἦν οὗτος ὁ ἐπὶ τῆς ἐρήμου βοῶν, ποία δὲ ἦν αὕτη ἡ ἔρημος, πρὸς τίνας δὲ τό· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου καὶ εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ ἐλέγετο; εἰκὸς ἦν τοὺς τούτων ἀκροωμένους ζητεῖν, προσδοκᾶν τε τὸ τῆς προφητείας ἀποτέλεσμα καὶ τὸ προφητευόμενον σωτήριον τοῦ θεοῦ δι’ εὐχῆς ἔχειν θεάσασθαι. διόπερ ἐπειδὴ ταῦτα μέλλειν ἔσεσθαι προσεδόκων οἱ τῶν προφητικῶν λόγων ἐπιγνώμονες τοῖς ἀποσταλεῖσι πρὸς Ἰωάννην ὑπὸ τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ λαοῦ πυνθανομένοις τε, ὅστις εἴη, καὶ διερωτῶσι μὴ ἄρα αὐτὸς εἴη ὁ χριστὸς ἢ Ἠλίας ἢ ὁ προφήτης. τούτων μὲν οὐδεὶς εἶναι ἔλεγε, διερωτῶσι δὲ ἑξῆς καὶ λέγουσιν· εἶπον οὖν ἡμῖν, τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. τί λέγεις περὶ σεαυτοῦ; ταύτην ἀπόκρισιν ἐδίδου λέγων· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης· ἀπήρκει γὰρ αὐτοῖς ἀκοῦσαι τό· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ὡσανεὶ γνωρίζουσιν ἀκριβῶς τὴν προφητείαν καὶ προσδοκῶσιν αὐτῆς τὸ ἀποτέλεσμα, ὅπερ εἰς ἑαυτὸν πληροῦσθαι ἐδίδασκεν, ἑαυτὸν μὲν εἶναι τὸν βοῶντα ἐπὶ τῆς ἐρήμου παριστὰς καὶ τὴν ἔρημον ἑτέραν οὖσαν παρὰ τὴν Μωσέως δεικνύς, ἐν ᾗ τὰς διατριβὰς ἐποιεῖτο. ἤδη δὲ ἐπὶ θύραις παρεῖναι ἐσήμαινε τὸ σωτήριον τοῦ θεοῦ τὸ κατὰ τὴν προφητείαν μέλλον ἁπάσῃ σαρκὶ γνωρίζεσθαι, φάσκουσα δὲ ἡ προφητεία· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, τοῦτ’ ἔστι τὸ εὐαγγελικὸν κήρυγμα ἢ ἡ καινὴ παράκλησις αὕτη ἡ πᾶσιν ἀνθρώποις γνωσθήσεσθαι τὸ σωτήριον τοῦ θεοῦ ἐπιζητοῦσα. σαφῶς παρίστη μὴ ἐν τῇ Ἰερουσαλὴμ γενήσεσθαι τὰ θεσπιζόμενα, ἀλλ’ ἐπὶ τῆς ἐρήμου, λέγω δὲ τὸ ὀφθήσεσθαι τὴν δόξαν κυρίου καὶ τὸ πάσῃ σαρκὶ γνωσθήσεσθαι τὸ σωτήριον τοῦ θεοῦ. καὶ ταῦτα μὲν ἐπληροῦτο πρὸς ἱστορίαν καὶ λέξιν ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου κηρύσσοντος τὴν σωτήριον θεοφάνειαν ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, ἐν ᾗ καὶ τὸ σωτήριον ὤφθη τοῦ θεοῦ. αὐτὸς ὁ Χριστός, ἥ τε δόξα αὐτοῦ τοῖς πᾶσιν ἐγνώσθη, ὅτε βαπτισθέντος αὐτοῦ ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς καταβὰν ἔμεινεν ἐπ’ αὐτόν, φωνή τε ἠνέχθη πατρικὴ τῷ υἱῷ μαρτυροῦσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε. ταῦτα γὰρ ἦν ἅπαντα σημεῖα τῆς σωτηρίου δόξης ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου συντελεσθέντα, ὑπό τε Ἰωάννου τοῦ βαπτιστοῦ μαρτυρηθέντα, οὐ μὴν ἀλλὰ καὶ κατὰ διάνοιαν ἐπὶ τὴν πάλαι τοῦ θεοῦ ἔρημον τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἀνεπέμπετο εἰσέτι καὶ σήμερον ἡ αὐτὴ φωνὴ βοᾷ εὐαγγελιζομένη τὸ σωτήριον τοῦ θεοῦ καὶ προπαρασκευάζουσα τὰς ἀκοὰς τῶν προσιόντων ἐπὶ τὴν παραδοχὴν τῆς δόξης τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεοῦ λόγου. οὐ πρὸς παράθεσιν οὐδὲ λόγον ὠνόμασε τὸν ἐν τῇ ἐρήμῳ βοῶντα, ἀλλὰ τέως φωνὴν προπαρασκευαστικὴν τοῦ μέλλοντος ὀφθήσεσθαι τελείου λόγου, ᾧ παρασκευάζουσα τὰς τῶν ἀνθρώπων ψυχὰς ἡ φωνὴ βοᾷ, δεῖν ἑτοιμάζειν ὁδὸν κυρίου καὶ εὐθείας ποιεῖν τὰς τρίβους τοῦ θεοῦ ἡμῶν, κατὰ δὲ τὸν Σύμμαχον φωνὴ ἐν τῇ ἐρήμῳ ἔλεγεν, εὐτρεπίσατε τὴν ὁδὸν κυρίου, ὁμαλίσατε ἐν ἀβάτῳ ὁδὸν τῷ θεῷ ἡμῶν· ὡς γὰρ μέλλοντος ἐπιδημεῖν τῇ ἐρήμῳ καὶ τῇ ἐξ αἰῶνος ἀβάτῳ τοῦ θεοῦ ταῦτα ἐλέγετο. ἦν δὲ τὰ ἔθνη πάντα ἔρημα θεοῦ γνώσεως καὶ ἄβατα πᾶσι τοῖς τοῦ θεοῦ δικαίοις τε καὶ προφήταις ἀνδράσι. διόπερ ἡ φωνὴ παρακελεύεται ὁδὸν εὐτρεπίζειν τῷ τοῦ θεοῦ λόγῳ καὶ τὴν ἄβατον καὶ τραχεῖαν ὁμαλὴν ποιεῖν, ἵνα ἐπιβῇ ἐπιδημήσας ὁ θεὸς ἡμῶν μετὰ προσθήκης τῆς ἡμῶν· εὐθείας γάρ φησι ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν· ὡς γὰρ ἑτέροις προσφωνῶν ταῦτα φάσκει ὁ ἐν τῇ ἐρήμῳ βοῶν· ἦσαν γὰρ μυρίοι καὶ ἐξ ἀλλοφύλων ἐθνῶν οἱ προσιόντες τῷ τοῦ Ἰωάννου βαπτίσματι, ἀλλὰ καὶ ὁ εὐαγγελικὸς λόγος ἐν τῇ ἐκκλησίᾳ ταῦτα τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι προσφωνεῖ. Εἶτα διεγείρει τὰς ἐν βάθει κακίας τεταπεινωμένας ψυχὰς ἐπιλέγων· πᾶσα φάραγξ πληρωθήσεται, καὶ τὰς ὑπερηφάνους τε καὶ ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ θεοῦ τὸ ἐναντίον πείσεσθαι διδάσκει λέγων· καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, ἀλλὰ καὶ ἔσται τὰ σκολιά φησιν εἰς εὐθεῖαν καὶ τὴν τραχεῖαν δὲ ψυχὴν ὁμαλὴν γίγνεσθαι προστάττει, ὡς ἂν δεκτικὴ γένοιτο τῆς ἐπιβάσεως τοῦ θεοῦ. ταῦτα πάντα ἀναγκαίως παρεκελεύσατο ποιεῖν διὰ τὴν ἐπιφερομένην αἰτίαν, ἣν παρίστησιν ἑξῆς λέγων· καὶ ὀφθήσεται ἡ δόξα κυρίου, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ ἀποκαλυφθήσεται. τίνι δὲ ἀποκαλυφθήσεται, διασαφεῖ ἐπιφέρων· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ· σὰρξ δὲ ἦσαν οἱ αὐτοὶ μόνον σάρκινοι καὶ οὐδαμῶς πνεύματος ἁγίου μέτοχοι πάντες ἄνθρωποι. ὃ δὴ παρίστησι καὶ Μωσῆς ἀναγράφων τὸν θεὸν λέγοντα· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας . ὅτι μὲν οὖν πᾶσα σὰρξ ἔμελλε τὸ σωτήριον τοῦ θεοῦ γνωρίζειν, διὰ τοῦ πρώτου κηρύγματος ἐδίδασκεν ἡ ἐν τῇ ἐρήμῳ προσβοῶσα φωνή· ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος. Οὐ μὴν ἔλαθε τὸ προφητικὸν πνεῦμα ἡ ἀπείθεια καὶ ἡ ἀπιστία τοῦ Ἰουδαίων λαοῦ· διόπερ δεύτερον κήρυγμα ἡ αὐτὴ ποιεῖται βοῶσα καὶ λέγουσα· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. αὕτη γοῦν ἐστι πάσης σαρκὸς φύσις καὶ τοῦ τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντος ἀνθρώπου, λέγω δὲ τοῦ φιλοσωμάτου καὶ τοῦ κατὰ σάρκα ζῶντος· ὁμοίως γοῦν τῷ χόρτῳ τῆς γῆς καὶ τοῖς ὡραίοις ἄνθεσι πρὸς βραχὺ θάλλει καὶ ὡραΐζεται, εἶτ’ οὐκ εἰς μακρὸν ὑπὸ τῆς ῥευστῆς καὶ ἀστάτου φύσεως ἀπομαραίνεται, ὅπερ διδάσκει ἡ γραφὴ λέγουσα· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. ἀλλὰ ταῦτα μὲν καθολικώτερον ἐδίδαξεν ἡ προφητεία, ἑξῆς δὲ ἀφωρισμένως ἡ Ἑβραϊκὴ λέξις τοῦ Ἰουδαίων λαοῦ μνήμην ποιουμένη ἐπιλέγει· ἀληθῶς χόρτος ὁ λαός· ἐξηράνθη ὁ χόρτος, ἐξέπεσε τὸ ἄνθος. ἀντὶ δὲ τοῦ· τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα, ὁ Σύμμαχος ὁ δὲ λόγος τοῦ θεοῦ ἡμῶν στήσεται εἰς τὸν αἰῶνα εἴρηκε. ταῦτα ἡ ἐν τῇ ἐρήμῳ φωνὴ περὶ τοῦ θεοῦ λόγου ἐθέσπιζε, λέγω δὲ Ἰωάννης περὶ τοῦ Χριστοῦ διδάσκων, ὡς ἄρα μόνος αὐτὸς στήσεται εἰς τὸν αἰῶνα, φυλάξει τε τοὺς σὺν αὐτῷ ἑστῶτας καὶ συνδιαμένοντας αὐτῷ τοὺς τὸ σωτήριον αὐτοῦ παραδεδεγμένους.