Ancient Greek · ~33 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.18.1
Not analysed yet
Τῶν σοφῶν τοῦ αἰῶνος τούτου τὸ πᾶν ἀναθέντων αὐτοματισμῷ καί τινι συντυχίᾳ φυσικῇ εἱμαρμένης ἀνάγκῃ ὁ παρὼν λόγος μηδὲν ὡς ἔτυχε τῶν ὄντων εἶναι, πάντα δὲ μέτρῳ καὶ ἀριθμῷ ὑπὸ τοῦ θεολογουμένου κυρίου συνεστάναι παρίστησι. τὴν μὲν γὰρ ὑγρὰν οὐσίαν καὶ τὸ νομιζόμενον τοῖς πολλοῖς ἀμέτρητον πέλαγος, πηγάς τε καὶ ποταμοὺς καὶ χειμάρρους μεμετρημένα εἶναι αὐτῷ τοσαῦτά τε εἶναι τῷ πλήθει, ὅσα αὐτῷ παρέστη πρὸς τὴν τοῦ παρόντος αὐταρκῆ χρείαν συστήσασθαι ὡς μήτε περιττεύειν τοῦ δέοντος πλέον μηθ’ ὑστερεῖν τοῦ χρειώδους, τὸν δὲ παμμεγέθη οὐρανὸν καὶ τὸ τοσοῦτον ἄπειρον κύτος πάλιν αὐτὸς τῇ ἑαυτοῦ σπιθαμῇ συνεμετρήσατο μηθ’ ὑπερεκτείνας ἐπὶ τὸ ἀκατάλληλον τῇ τοῦ παντὸς περιοχῇ μήτε σμικρύνας καὶ συναγαγὼν τοῦ προσήκοντος εἴσω. τροπικῶς δὲ τοῖς παρ’ ἡμῖν συνήθεσι μέτροις κέχρηται ὡς ἂν ἐκ τῶν ἡμῖν γνωρίμων καὶ συνήθων ὀνομάτων εἰς ἔννοιαν ἀφικοίμεθα τῆς τῶν δηλουμένων διδασκαλίας. εἶτ’ ἐπειδήπερ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, εἰκότως τὰ ἡμῖν ὑπερμεγέθη τῇ τοῦ κρείττονος παραθέσει σμικρύνει ἡμᾶς εἰς ἔννοιαν προκαλούμενος τοῦ τὰ σύμπαντα συστησαμένου. τὸν γοῦν τοσοῦτον οὐρανὸν τὸν περιβάλλοντα τὸν σύμπαντα κόσμον οὕτως μικρὸν εἶναι λέγει παρ’ αὐτῷ τῷ θεῷ ὡς ἐοικέναι μέτρῳ σπιθαμῆς χειρὸς ὑφεστάναι, ὡσαύτως δὲ καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον οὕτω παρ’ αὐτῷ βραχύτατον ὑπάρχειν ὡς ἐοικέναι τῇ αὐτοῦ δρακὶ συνειλεῖσθαι. ἀντὶ δὲ τοῦ· τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ, ὁ Ἀκύλας τίς κατεμέτρησεν ἐν λιχάδι αὐτοῦ ὕδατα εἴρηκε, παραβάλλων λιχάδι τῷ βραχυτάτῳ παρ’ ἡμῖν δακτύλῳ σμικράν τινα τοῦ θεοῦ δύναμιν, δι’ ἧς τὰ τοσάδε καὶ τὰ τοιάδε μεμέτρηται. πρὸς τούτοις εἴ τίς φησι τὰ ἐπὶ γῆς ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰς νάπας ὑπείληφεν ἄνευ τινὸς λόγου συνεστάναι ἴστω πλανώμενος, ἐπεὶ μηδὲν εἰκῆ καὶ ἀλόγως ἐν τοῖς οὖσιν ὑφέστηκεν. αὐτίκα δ’ οὖν τῶν καθ’ ὅλης τῆς γῆς ὀρέων τὰ μεγέθη καὶ αἱ διαφοραί, ὕψη τε καὶ βάθη καὶ μήκη τῷ παντὶ χρησίμως ὑπὸ τῆς τοῦ θεοῦ σοφίας τὴν σύστασιν εἴληφε, τῶν τε βουνῶν ὁμοίως τὰ ἐπάρματα καὶ οἱ ὄγκοι πρὸς τὴν τοῦ παντὸς ἀναλογίαν ἁρμόττοντας καὶ καταλλήλους ἔχουσι λόγους ὡς ταλαντεύειν τὰ βάρη δίκην τῶν ἐν τρυτάνῃ ζυγῶν ἁρμοδίως τῇ τοῦ παντὸς ἀναλογίᾳ. ἀντὶ δὲ τοῦ· καὶ τὰς νάπας ζυγῷ, οἱ λοιποὶ ἑρμηνευταὶ καὶ τοὺς βουνοὺς ἐκδεδώκασιν. τούτοις ἐπάγει· τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο; ταῦτα δὲ ἀποδίδωσιν ὁ λόγος πρὸς τὸ φῆσαν ἐρώτημα· τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ; ἐπειδὴ γὰρ ἠρώτησε, τίς ὁ ταῦτα ὑποστησάμενος καὶ τίς ὁ μέτρῳ καὶ σταθμῷ ταῦτα διαταξάμενος, ἀκολούθως ἀποδίδωσιν ὡς οὐδεὶς ἢ εἷς μόνος ὁ τοῖς πᾶσιν ἀκατάληπτος νοῦς. διὸ ἐπιλέγει· τίς ἔγνω νοῦν κυρίου τὸν τῶν εἰρημένων ἁπάντων ποιητικόν, ὃς οὔτε συμβούλου δεηθεὶς οὔτε παρά τινος γνώμην λαβὼν τῇ αὐτὸς αὐτοῦ σοφίᾳ τὰ μηδαμῆ μηδαμῶς ὑφεστῶτα ἀρρήτῳ δυνάμει ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν. Ἑξῆς διδάσκει πάντας τοὺς ἐξ ἐθνῶν ἐπὶ τὴν εὐαγγελικὴν χάριν ἀνακεκλημένους, οἷς καὶ τὸ σωτήριον τοῦ θεοῦ διὰ τῶν ἔμπροσθεν εὐηγγελίζετο ἡ ἐν τῇ ἐρήμῳ βοῶσα φωνή, ὅτι τὸ μηθέν εἰσι πάντα τὰ τὸν θεὸν μὴ εἰδότα ἔθνη . ὄντων γοῦν ἐν οὐρανῷ καὶ ἐν ἀέρι καὶ ἐπέκεινα οὐρανοῦ λογικῶν πνευμάτων καὶ θείων δυνάμεων καὶ πλήθους ἀναριθμήτου λειτουργῶν θεοῦ τῶν τὸν παμβασιλέα περιπολούντων. τὰ τὸν θεὸν μὴ εἰδότα ἐπὶ γῆς ἔθνη ἐοικέναι φησὶ σταγόνι βραχυτάτῃ τοῦ τῶν θείων λογικῶν πληρώματος ἀπορρευσάσῃ, τοὺς δ’ αὐτοὺς ἐοικέναι ζυγῷ ἑτεροκλινοῦντι βραχυτάτῃ βάρους ῥοπῇ διὰ τὸ καθειλκύσθαι τῷ βάρει τῆς κακίας ἐπὶ τὴν ἄθεον ἁμαρτίαν, ἀλλὰ καὶ σιέλου ἀποπτυσθέντος καὶ τῷ χοῒ τῆς γῆς ἐμφυρέντος τῷ μηδὲν διαφέρειν τοὺς αὐτούς· ταὐτὸν γὰρ σιέλῳ πεπονθέναι λογικοὺς μὲν ὄντας, ἀναφυρέντας δὲ ἀγνωσίᾳ θεοῦ καὶ δυσσεβείᾳ πάσῃ. διὸ καὶ πᾶσαν αὐτῶν τὴν δι’ αἱμάτων καὶ θυσιῶν λατρείαν διδάσκει μηδὲν θεοπρεπὲς ἔχειν· οὐδὲ γὰρ εἰ πάντα τὰ τῆς γῆς τετράποδα προσφέροι τις οὐδ’ εἰ πᾶς ὁ Λίβανος καὶ ἡ τῶν ἐν αὐτῷ φυέντων ὕλη παραλαμβάνοιτο εἰς τὴν τῶν θυμάτων ὁλοκάρπωσιν ἔχοι ἀντὶ τοῦ θεοῦ ἄξιον. οἷς ἐπιλέγει ἑξῆς· καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι καὶ εἰς οὐδὲν ἐλογίσθησαν. ποῖα δὲ ταῦτα ἢ τὰ τὸν θεὸν μὴ εἰδότα, προστετηκότα δὲ τῇ πλάνῃ τῆς εἰδωλολατρίας; ἃ δὲ καὶ ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ καὶ ὡς σίελος λογισθήσεσθαι ἐλέγετο. Τούτοις δ’ αὐτοῖς ἑξῆς ἐπιπλήττει λέγων· τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτὸν καὶ τὰ ἑξῆς. ἃ δὴ καὶ ἀκολούθως ἐπήγαγε μετὰ τὸ παραθέσθαι τὴν περὶ τοῦ Χριστοῦ θεολογίαν κηρύξαι τοῖς ἔθνεσιν, ὅσος ἦν ὁ μετρήσας τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί, τά τε ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ συστησάμενος. τούτοις γοῦν ἀναγκαίως παραβάλλει τὴν προκατέχουσαν πλάνην τῶν ἐθνῶν, ἀποστρέφων μὲν αὐτῆς, ἀνακαλούμενος δὲ ἐπὶ τὴν γνῶσιν τοῦ θεολογουμένου. τοῦτον δὴ τὸν τρόπον ἐξομαλίζει τῷ εὐαγγελικῷ κηρύγματι τὰς τῶν ἐθνῶν ψυχὰς τὸ πνεῦμα τὸ προφητικὸν ἀποσμῆχον ὥσπερ καὶ ἀποκαθαῖρον αὐτὰς τῆς πατροπαραδότου δεισιδαιμονίας. Εἶτα διδάξας ὁποία τις ἦν ἡ τῶν παρὰ τοῖς ἔθνεσιν ἐν ἀψύχοις ξοάνοις πλάνη, ἐπιβοᾷ ταῖς πάντων ἀκοαῖς λέγων· οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; εἰ καὶ μηδὲ ἐκ πατέρων ἐδιδάχθητε, ἀλλὰ νῦν γοῦν σωφρονισθέντες ὠφελήθητε καὶ μάθετε τίς ποτέ ἐστιν ὁ κατέχων τὰ θεμέλια τῆς γῆς. εἰ γὰρ μὴ δύνασθε ἄνω πρὸς οὐρανὸν τὴν διάνοιαν ἐπαίρειν, ἀλλ’ ἐπιστήσατέ φησιν τῇ γῇ, ἐν ᾗ ποιεῖσθε τὰς διατριβάς. ἐπὶ τίνος τε ἥδρασται ζητήσατε, καὶ τίς ἐστιν οὗτος ὁ τοσοῦτον στοιχεῖον ἀκλινὲς καὶ ἀσάλευτον διακρατῶν; φυσιολογῶν δὲ περὶ τῆς γῆς σχήματος σφαιροειδὲς αὐτὸ γνωρίζει· διὸ καὶ γῦρον ὠνόμασεν αὐτὸ φήσας· ὁ κατέχων τὸν γῦρον τῆς γῆς. πλὴν ἀλλὰ καὶ γνῶναι παρακελεύεται τὸν τὰ σύμπαντα διακρατοῦντα τοῦ θεοῦ λόγον, ὃς πρὸς τοῖς ἄλλοις καὶ τὸ τοσοῦτο στοιχεῖον τῆς γῆς συνέχει πρὸς τὸ μὴ διαπίπτειν μηδὲ τῆς οἰκείας ἕδρας κινεῖσθαι. τίς δέ φησίν ἐστι καὶ ὁ τοσαῦτα διασπείρας ἐπὶ τῆς γῆς ἔθνη ὡς παραβάλλεσθαι αὐτὰ σμικρότητος ἕνεκα τῶν σωμάτων ἀκρίσιν; εἶτα πάλιν ἀναβὰς ἀπὸ τῆς γῆς τῷ λόγῳ τὴν ἁψῖδα τὴν οὐράνιον, τό τε ὑπὲρ γῆν ἡμισφαίριον καμάρας δίκην ἐπαιωρημένον τοῖς πᾶσιν ἀποθαυμάζειν καὶ τὸν συστησάμενον τὸν οὐρανὸν ἐννοῆσαι ὁπόσης ἐστὶ δυνάμεως παρορμᾷ, λογίσασθαί τε ὡς οὐκ ἀργῶς αὐτὸν ὑπεστήσατο, σκηνῆς δὲ δίκην ἄνωθεν μὲν ἐφηπλωμένον κατὰ τῶν εἴσω οὐρανοῦ πάντων, τοῖς δ’ ἐπέκεινα οὐρανοῦ θεῖον ὑπεστρῶσθαι ἐνδιαίτημα. ὥσπερ δὲ γῦρον τὸ τῆς γῆς ὠνόμασε στοιχεῖον φυσιολογήσας, οὕτω τὸ ὑπὲρ γῆς ἡμισφαίριον ἁψῖδι καμάρας ὡμοίωσε τὸ ἅπλωμα τοῦ οὐρανοῦ παραβάλλων σκηνῇ διατεταμένῃ· ὥσπερ δὲ τῆς σκηνῆς προὐνόησεν, οὕτω καὶ τῶν εἴσω τῆς σκηνῆς οἰκούντων. διόπερ κατὰ χρόνους καὶ καιροὺς τοῖς ἐν τῇ γῇ βιοῦσιν ἀνθρώποις ἄρχοντας ἐφίστησι προνοησάμενος ἀρχόντων τοῖς ἀρχομένοις καταλλήλων. διὸ ἐπιλέγει· διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, οὐδὲν δὲ ὀνομάζει τὸν θνητὸν βίον ἢ καὶ τὴν γῆν αὐτὴν ὥσπερ οὐδὲν διδάσκει φάσκων ἑξῆς· τὴν δὲ γῆν εἰς οὐδὲν ἐποίησεν. εἶτα τούτοις ἐπιφέρει· οὐ γὰρ μὴ φυτεύσουσιν οὐδὲ μὴ σπείρουσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν. πάντα ταῦτα περὶ τῶν κατὰ τοὺς καιροὺς ἀρξάντων καὶ τυραννησάντων ἐπὶ τῆς γῆς εἴρηται ὡς εἰς τοιοῦτο περιστησομένων τέλος. Ἀλλ’ οἱ μέν φησι τοιοῦτοι, ἐμὲ δὲ τὸν τῶν ὅλων θεὸν τίνι ὡμοιώσατε καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος. ἀναβλέψατε εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξε ταῦτα πάντα; οὐδὲ γὰρ ἐξαριθμήσασθαι δυνατὸν οὐδὲ κατὰ μέρος ἐξειπεῖν, ἀρκεῖ δὲ ὀφθαλμοῖς ὁρᾶν τὰ μεγέθη καὶ τὰ κάλλη, τήν τε ἁρμονίαν καὶ τὴν κίνησιν τοῦ παντός, ἔκ τε τῆς τούτων θέας τὸν πάντων γενεσιουργὸν ἀποθαυμάζειν, εἰδέναι τε καὶ γνωρίζειν τὸν κατὰ χρόνους καὶ κατὰ γενεὰς ὥσπερ ἀπό τινων ταμείων καὶ θησαυρῶν αὐτοῦ προφέροντα ἐν τάξει καὶ ἀριθμῷ τὸν ἑαυτοῦ κόσμον, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τὴν στρατιὰν αὐτοῦ. διόπερ κύριος σαβαὼθ ὠνόμασται, ὅπερ ἑρμηνεύεται κύριος στρατιῶν· στρατιαὶ γὰρ ἀγγελικαὶ ὡς ὑπὸ μεγάλῳ βασιλεῖ ὑποτεταγμέναι τὸν σύμπαντα αὐτοῦ διοικοῦσι κόσμον, ὧν καὶ τὰς ἐπωνυμίας οὐδὲ εἷς ἢ μόνος αὐτὸς γινώσκει, ὁ καὶ φυσικοῖς καὶ καταλλήλοις αὐτοὺς ὀνόμασι τιμήσας. οὕτω γοῦν καὶ θείων πνευμάτων καὶ ἀρχαγγέλων καὶ τῶν ἐπέκεινα δὲ οὐρανοῦ θεοῦ λειτουργῶν ἀσωμάτων δυνάμεων ἰδιάζουσαι, τίνες εἰσὶν ἐπηγορίαι ἡμῖν ἀκατάληπτοι καὶ ἄγνωστοι. διὸ καὶ ὑπ’ αὐτοῦ μόνου καλούμεναι ἐπ’ ὀνόματος ὑπακούουσιν ὡς ἀπὸ πολλῆς αὐτοῦ δόξης καὶ ἐξυπερβαλλούσης ἰσχύος μηδένα τῶν καλουμένων ἀπειθεῖν, πάντας δὲ ἐξυπηρετεῖσθαι αὐτοῦ τῷ νεύματι.