Ancient Greek · ~33 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.19.1
Not analysed yet
Μετὰ τὴν ἀποδοθεῖσαν θεολογίαν ἐπιπλήττει ὁ λόγος τοῖς νομίζουσι μὴ ἐφορᾶν τὸν θεὸν ταῖς αὐτῶν πράξεσιν, οἷα πολλοὶ καὶ ἐν τῷ προτέρῳ λαῷ ὑπελάμβανον. διὸ πρὸς αὐτοὺς ἀποτείνεται λέγων· Διὰ τί παρὰ σεαυτῷ ταῦτα λογίζῃ καὶ λέγειν τολμᾷς, ὡς τὸν θεὸν ἡ σὴ ὁδὸς ἔλαθε, καὶ οὐχ ὑπόκεισαι κρίσει διὰ τὸ ἀγνοεῖν αὐτὸν τὰ ὑπὸ σοῦ δρώμενα; εἶτ’ οὐκ ἤκουσας τῆς προλεχθείσης θεολογίας καὶ ὡς οὐδὲν αὐτὸν λανθάνει, ἐλέγετο οὖν ἀρτίως· ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθε. πῶς οὖν σαυτὸν ἀπατᾷς λέγων· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεός μου τὴν κρίσιν μου ἀφεῖλε καὶ ἀπέστη. ἄκουε τοίνυν πρὸς ταῦτα, εἰ μὴ καὶ πρότερον ἀνηκόως ἦσθα ἢ εἰ μὴ ἔγνως μηδὲ συνῆκας τὰ πολλάκις σοὶ λελεγμένα, νῦν γοῦν μάνθανε, ὡς ὁ θεὸς ὁ αἰώνιος ὁ τὰ πάντα περιειληφὼς οὗτος αὐτὸς οὐ μόνον τῶν κατ’ οὐρανόν, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς κρατεῖ. αὐτὸς δὲ ἐστὶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς· διὸ οὐδὲ σὺ αὐτὸς λανθάνειν αὐτὸν δυνήσῃ τοιαῦτα δυσσεβῆ καὶ ἄθεα λογιζόμενος. ἀντὶ δὲ τοῦ· οὐ πεινάσει οὐδὲ κοπιάσει, ὁ Σύμμαχος οὐκ ἐξελύθη οὐδὲ ἐπείνασεν ἐξέδωκε, καὶ οἱ λοιποὶ παραπλησίως. ὥσπερ τοίνυν οὐδὲν ἀσθενὲς παρ’ αὐτῷ οὐδὲ ἀνθρώπινον, οὕτως οὐκ ἔστιν ἐξεύρεσις τῆς γνώσεως αὐτοῦ. ἀκατάληπτός τε καὶ ἀνέφικτος ἡ παρ’ αὐτῷ τυγχάνει σοφία, δι’ ἧς τὰ σύμπαντα διοικεῖ, οὕτως δ’ οὖν αὐτῷ μέλει καὶ τῶν καθ’ ἕκαστον καὶ κατὰ μέρος ὡς διὰ τὸ ἐφορᾶν αὐτὸν καὶ λόγῳ θείῳ διακρίνειν τὰ κατὰ ἀνθρώπους πράγματα, ἰδιάζειν ἑκάστῳ μεμερισμένον τὸν βίον· ὡς τοῖς μὲν δι’ ἔνδειαν τροφῆς πεινῶσιν ἰσχὺν παρέχειν πολλάκις καὶ ῥώμην σώματος φυσικήν, τοῖς δὲ μὴ πεινῶσι, πλούτῳ δὲ περιρρεομένοις φροντίδας ὑπάρχειν καὶ λύπας, τὰς τὴν τρυφὴν αὐτῶν κολαζούσας. Κατὰ τὸν αὐτὸν δὴ λόγον νέους μὲν καὶ νεανίσκους, οὓς εἰς τὸ ἀνδρίζεσθαι προσήκει, ἀσθενεῖς ἀπεργάζεται, πάθεσί τισι καὶ νοσήμασι περιβάλλων, μυρίους δὲ νεότητι σφριγῶντας θᾶττον ἀποσβῆναι παρεσκεύασε τοῦ βίου. ἀλλ’ οὐδ’ εἰς βαθὺ γῆρας παρέτεινε καίπερ εἰς ἔσχατα πενίας ἐληλακότας ὡς μηδὲ τῆς ἐφημέρου τροφῆς εὐπορεῖν καὶ αὖ πάλιν ἑτέρους πλούτῳ καὶ δόξῃ μεγαλαυχωμένους ἀθρόως ἐξ ἀνθρώπων ἠφάνισεν. ἀνάπαλιν δὲ τούτοις οἱ ἐν διωγμῶν καιροῖς τὸν θεὸν ὑπομένοντες ἀσθενεῖς ὄντες καὶ οἰκτροὶ κατὰ τὴν παροῦσαν ζωὴν μεταβολῆς θείας ἠξιώθησαν ὡς μὴ μόνον ἀνέσεως καὶ ἐλευθερίας τυχεῖν, ἀλλὰ καὶ δίκην ἀετῶν πτεροφυῆσαι, ὥστε ἀναπτῆναι καὶ ὑψωθῆναι καὶ μετεωροπορῆσαι καὶ τέλος τὴν εἰς οὐρανοὺς πορείαν στείλασθαι. τοιαύτη γὰρ ἡ ἀετῶν φύσις οὐρανοπετὴς οὖσα, μόνη τε ἂν τῷ πεῖν οἷά τε φωτὸς ἡλίου· μαρμαρυγαῖς τούτοις οὖν παραπλησίως καὶ οἱ τὸν θεὸν ὑπομείναντες καὶ διὰ τὸν αὐτοῦ φόβον κατὰ τὸν θνητὸν βίον κακωθέντες ἄοικοί τε καὶ ἀνέστιοι καὶ ἀνελπίδες ὅσον ἐπ’ ἀνθρώποις ἐν καιροῖς διωγμῶν γενόμενοι. μετὰ γοῦν τὰς ὑπερβαλλούσας θλίψεις ἐπισκοπῆς θεοῦ καταξιωθέντες ἐν εἰρήνῃ διετέλεσαν τὸν βίον ἀετῶν δίκην πτεροφυήσαντες καὶ εἰς ὕψος ἀρθέντες. εἰ δὲ καὶ μαρτυρίῳ τελειωθῆναι συμβέβηκε τοὺς ὑπὲρ εὐσεβείας ἠγωνισμένους καὶ νενικηκότας, πολὺ μᾶλλον τούτοις ἁρμόσειεν ἡ φήσασα ἐπαγγελία· οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν· μεταβαλόντες γοῦν τὸν θνητὸν βίον καὶ εἰς ἀγγελικὴν ζωὴν μεταστάντες στειλάμενοί τε τὴν οὐράνιον πορείαν πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν, ἢ οὐκ ἐκλυθήσονται κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. εἰ τοίνυν τοῖς ὑπομένουσιν αὐτὸν τοιαύτας ἀμοιβὰς παρέξει, τοῖς δ’ ἐναντίοις τὰ ἐπίχειρα ἐκ μέρους μὲν κατὰ τὸν παρόντα βίον ἀποδίδωσι, πληρέστατα δὲ κατὰ τὸν τῆς κρίσεως καιρόν, πῶς ὑμεῖς οἱ καλούμενοι Ἰακὼβ καὶ Ἰσραήλ, οἱ τοῖς θείοις μεμαθητευμένοι λογίοις, τολμᾶτε παρ’ ἑαυτοῖς λέγειν, ὡς ἄρα ἀπεκρύβη ἡ ὁδός σου ἀπὸ τοῦ θεοῦ καὶ ἡ κρίσις σου ἀφῃρέθη καὶ ἀπέστη. Σὺ μὲν οὖν, ὦ Ἰακώβ, τοιαῦτα διανοῇ, ὁ δέ γε τῶν ὅλων σωτὴρ οὐκ ἐν δευτέρῳ τιθέμενος τὴν τῶν ἀνθρώπων σωτηρίαν σοὶ μὲν τὰ πρέποντα διείλεκται, τοῖς δὲ λοιποῖς ἔθνεσι τὰ κατάλληλα προσφωνεῖ σπεύδειν ἐπὶ τὴν αὐτοῦ γνῶσιν τοὺς πάντας προκαλούμενος. διό φησι· Ἐγκαινίζεσθε πρός με, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν. ἀνθ’ οὗ ὁ Σύμμαχος· δουλεύσατέ φησιν ἐπ’ ἐμοῦ, νῆσοι, καὶ ἔθνη ἀλλαξάτωσαν ἰσχύν, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα κωφεύσατε πρός με εἴρηται. παρακελεύεται δῆτα ταῖς νήσοις κωφεύειν καὶ σιγᾶν, ὡς ἂν ἐπήκοοι γένοιντο θεϊκῆς ὁμιλίας, σωτηρίου τε κηρύγματος. νήσους δὲ ὀνομάζει συνεχῶς τὰς ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίας διὰ τὸ ὥσπερ ὑπὸ θαλάττης περιρρέεσθαι ὑπὸ τῆς ἁλμυρᾶς τοῦ βίου κακίας. εἶτ’ ἀνωτέρω εἰπών· οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν ,ἐνταῦθά φησιν· οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ἔθνη ἀλλαξάτωσαν ἰσχύν· ὃ γὰρ ἐπηγγείλατο ἀνωτέρω τοῖς αὐτὸν ὑπομένουσι, τοῦτο αὐτὸ ταῖς νήσοις καὶ τοῖς ἔθνεσι προστάττει λέγων· καὶ ἔθνη ἀλλαξάτωσαν ἰσχύν, ὡς ἂν μεταβάλοιεν τὸν ἑαυτῶν τρόπον καὶ ἀλλαγὴν τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα ποιήσοιντο. εἶθ’ ἑξῆς· ἐγγισάτωσάν φησι καὶ λαλησάτωσαν ἅμα, δῆλον δὲ ὅτι τὰ ἔθνη πρὸς μέ φησι, τὸν θεὸν ἐγγισάτωσαν καὶ τὰ ἐμὰ ῥήματα λαλησάτωσαν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ γενόμενα ἐν τῇ ἐμῇ δηλαδὴ ἐκκλησίᾳ. καὶ τίνα προσήκει λαλεῖν τοὺς καλουμένους, ἑξῆς διδάσκει λέγων· τότε κρίσιν ἀναγγειλάτωσαν· τὸν γὰρ περὶ τῆς κρίσεως λόγον βούλεται μαθόντα τὰ ἔθνη καὶ ἑτέροις ἀπαγγέλλειν. Ἀλλὰ καὶ τοῦτο μαθεῖν τοῖς αὐτοῖς προστάττει τὸ γνῶναι· τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; δικαιοσύνης γὰρ ἔργον ἦν τὸ μὴ Ἰουδαίους μόνον ἀλλὰ καὶ τὰ λοιπὰ ἔθνη καλεῖσθαι ἐπὶ τὴν τοῦ θεοῦ γνῶσιν. τίς οὖν ἐστιν ὁ ἐκ τῶν ἀνατολῶν τοῦ φωτὸς ταύτην ἐγείρας τὴν δικαιοσύνην, καλέσας τε αὐτὸν εἰς τὸ ἕπεσθαι αὐτῷ; τίς δὲ ὁ δεδωκὼς αὐτὴν ἐναντίον πάντων τῶν ἐθνῶν ὡς ἐκστῆναι ἐπὶ τῷ προστάγματι τοὺς τῶν ἐθνῶν βασιλεῖς καὶ θορυβηθῆναι τὰ πρῶτα, πειραθῆναί τε διωγμοὺς καὶ πολέμους κινῆσαι κατὰ τοῦ λόγου τῆς δικαιοσύνης, νικηθῆναι δὲ ὑπὸ τοῦ τῆς δικαιοσύνης θεοῦ, ὃς ὑπερμαχῶν τῶν ὑποδεδεγμένων αὐτήν. τὰ μὲν πολεμικὰ τῶν τῆς δικαιοσύνης ἐχθρῶν φρυγάνων τρόπον ἠφάνισεν, ἑαυτῷ δὲ ὁδὸν ἐξωμάλισεν ἐν εἰρήνῃ διελθεῖν τοὺς πόδας αὐτοῦ. Τίς οὖν ὁ ταῦτα πάντα κατεργασάμενος ἀλλ’ ἢ ὁ ἐπὶ πάντων θεός; διὸ ἐπιλέγει ἑξῆς· ἐκάλεσεν αὐτήν, δηλονότι τὴν δικαιοσύνην, ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς, ἐγὼ θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι, ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· ἐγὼ κύριος πρῶτος, καὶ μετὰ τῶν ἐσχάτων ἐγώ εἰμι· αὐτὸς γὰρ ἦν ὁ καὶ τοῖς πρώτοις πρόπαλαι καὶ ἐξ ἀρχῆς θεοφιλέσι γενομένοις γνωσθεὶς καὶ ὁ μετὰ τὸν πρότερον λαὸν τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ πεπιστευμένος. διὸ ἐπιλέγει· εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν. μαρτυρεῖ δὲ ὁ λόγος ὠφέλειαν οὐ τὴν τυχοῦσαν τοῖς ἔθνεσιν, εἴ γε μεταβαλόντα τὴν προτέραν ἀβλεψίαν τῆς πολυθεΐας ἴδοιεν τὸν εἰρηκότα· ἐγὼ θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. καὶ ἰδόντα ἐφοβήθησαν ἐν ἀρχῇ γενόμενα σοφίας· ἀρχὴ γὰρ σοφίας φόβος κυρίου. ἀλλὰ καὶ τὰ πέρατα τῆς γῆς ἐξεπλάγησαν· τὸ γὰρ παράδοξον τοῦτ’ ἦν, ὅτι καὶ τὰ βάρβαρα φῦλα καὶ τὰ πορρωτάτω ἀπῳκισμένα τῆς Ἰουδαϊκῆς χώρας, καθ’ ἣν μόνην γνωρίζεσθαι ἐνομίζετο τὸ παλαιὸν ὁ θεός, γνῶσιν ἀνείληφε θεοσεβείας ὡς ἐκπλαγῆναι τῆς τοῦ θεοῦ δικαιοσύνης, τὴν χάριν σπεῦσαί τε καὶ ἐλθεῖν ἀκολούθως τῷ φήσαντι κηρύγματι· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα. ἀλλ’ ἐκεῖ μὲν ἐκελεύοντο ἀπαντᾶν καὶ λαλεῖν, δῆλον δ’ ὅτι δοξάζειν τὸν θεόν, ἐνταῦθα δέ φησιν ὁ λόγος· ἤγγισαν καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι. οὐ γὰρ μόνον ἑαυτοὺς σῴζειν οἱ κεκλημένοι ἦλθον, ἀλλὰ καὶ τοὺς πλησίον κατὰ τοὺς τῆς φιλανθρωπίας νόμους. διὸ τοὺς πλησίον θεραπεύειν καὶ τοὺς ἑαυτῶν ἀδελφοὺς καὶ γνωρίμους ἐθέλοντες τοὺς ἔτι ἐν ἀτοπίᾳ ὄντας ταῦτα πρὸς αὐτοὺς ἔλεγον. Ἦν ποτε χρόνος ὅτε καὶ ἡμῶν αὐτῶν κατίσχυσεν ἀνὴρ τέκτων, ὁ τὴν εἰδωλολατρίαν κατεργασάμενος, καὶ χαλκεὺς τύπτων σφύρᾳ τοὺς ἑαυτοῦ θεούς· ἀλλὰ νῦν ἔγνωμεν τὸ μηθὲν ὄντας ἐκείνους καὶ τῆς πατρικῆς κατέγνωμεν πλάνης, ὃ δὴ καὶ ὑμᾶς προσήκει μανθάνοντας ὠφελεῖσθαι. δεῖγμα δὲ τῆς ἀδρανείας τῶν πάλαι νομισθέντων ἡμῖν θεῶν τὸ μηδὲ ἑστάναι δύνασθαι, εἰ μὴ γόμφοις τισὶ καὶ ἥλοις ἐμπαρεῖεν. ἐπειδὰν δὲ δι’ ἑτέρων ἱδρυθέντα στῇ, ἄλλος ἔλεγχος αὐτῶν τῆς ἀζωΐας γίνεται τὸ μηκέτι κινεῖσθαι αὐτὰ δύνασθαι· ὅτε τοίνυν οὔτε ἑαυτοῖς ἑστάναι οὔτε ὑπὸ ἑτέρων ἑδρασθέντα κινεῖσθαι οἷά τέ ἐστι. πῶς ἂν εἶεν θεοὶ ταῦτα πρὸς τοὺς πέλας φησί ποτε τὰ ἔθνη ὁ λόγος θεσπίζει, καὶ ἐπειδήπερ ἀνωτέρω προστέτακτο τὰ αὐτὰ ἔθνη μὴ μόνον ἐγγίζειν τῷ θεῷ ἀλλὰ καὶ λαλεῖν· ἐλέγετο γάρ· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα. εἰκότως ὅτε ἤγγισαν διὰ τῶν προκειμένων καὶ ἐλθόντα τινά ποτε καὶ ὁποῖα τοῖς γνωρίμοις αὐτῶν διείλεκται, εἴρηται διὰ τῆς προφητείας.