Ancient Greek · ~44 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.3.1
Not analysed yet
Θεσπίσας ὁ λόγος τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ τὴν μετὰ κρίσεως ὀρθῆς ἐπιστασίαν διὰ τοῦ εἰπεῖν· ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν, εἶτ’ ἐπισυνάψας τῶν ἐθνῶν τὴν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν τῷ ἐκ περιτομῆς λαῷ διὰ τῶν προκειμένων προσφωνεῖ παρακελευόμενος ἀποκλάεσθαι καὶ κόπτεσθαι καὶ θρηνεῖν ὡς ἂν ἐκπεσόντι τῆς τοῦ θεοῦ χάριτος διὰ τὴν εἰς τὸν θεὸν ἀπιστίαν αὐτῶν· διαβάλλων δὲ τὸ ἄνανδρον τῆς ψυχῆς αὐτῶν καὶ τὸ τεθηλυμμένον γυναῖκας αὐτοὺς ἀποκαλεῖ. φησὶ δὲ τὰς συναγωγὰς αὐτῶν δηλοῦσθαι διὰ τῆς φασκούσης προφητείας· γυναῖκες πλούσιαι, ἀνάστητε, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· γυναῖκες εὐθηνοῦσαι· καὶ γὰρ ἦσαν ὡς ἀληθῶς πάλαι ποτὲ κατὰ θεὸν πλουτοῦσαι καὶ εὐθηνοῦσαι. εἰ μὴ ἄρα πλουσίας αὐτὰς λέγει καὶ εὐθηνούσας διὰ τὸ δοκεῖν ἐν σωματικῷ πλούτῳ περιττεύειν καὶ τρυφᾶν, παρακελεύεται τοίνυν αὐταῖς ὁ λόγος μὴ ὑπτίως μηδὲ παρέργως προσέχειν τοῖς λεγομένοις, διεγηγερμένως δὲ καὶ συντεταγμένως. διό φησιν· ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου. μήτι δὲ καὶ ὡς πεσούσαις προστάττει διαναστῆναι; ἀντὶ δὲ τοῦ· θυγατέρες ἐν ἐλπίδι, οἱ λοιποὶ ἑρμηνευταὶ συμφώνως θυγατέρες πεποιθυῖαι εἰρήκασιν· ἐδόκουν γὰρ εἰσέτι τότε ὡς ἂν πλούσιαι τυγχάνουσαι καὶ εὐθηνοῦσαι μέγα φρονεῖν καὶ πεποιθέναι ἐπὶ τῷ πλούτῳ. εἴποις δ’ ἂν τὰς μὲν πρώτας γυναῖκας σημαίνειν τὰς ἐπὶ τῶν παλαιῶν χρόνων παρὰ Ἰουδαίοις συνόδους καὶ τὰ πλήθη τὰ ἐν αὐταῖς συναγόμενα, τὰς δὲ θυγατέρας τὰς ἐν τοῖς ὕστερον χρόνοις ὑποστησομένας τῶν αὐτῶν συναγωγάς. Καὶ δὴ προστάττει ὁ λόγος ἀμφοτέροις τοῖς εἰρημένοις τάγμασι συντεταμένως καὶ μετὰ προσοχῆς ἀκοῦσαι τῶν ἐπιφερομένων, δι’ ὧν διδάσκει προσήκειν αὐταῖς μνείαν ποιήσασθαι ἐνιαυτοῦ τινος ἡμερῶν καὶ τοῦτο πρᾶξαι μετὰ ὀδύνης πρὸς τῷ καὶ ἐλπίδα ὑπογράψαι ἑαυταῖς ἀγαθήν. ἐνιαυτὸν δὲ ὁ προφητικὸς λόγος τὸν χρόνον τοῦ κηρύγματος τοῦ εὐαγγελικοῦ, καθ’ ὃν ὁ σωτὴρ καὶ κύριος ἡμῶν συνὼν ἀνθρώποις ἐκήρυττε, διδάσκει. καὶ τοῦτο δῆλον ἀπὸ τοῦ ἑξῆς ἐκ προσώπου τοῦ Χριστοῦ λέγεσθαι· πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτόν. τούτου δὴ οὖν τοῦ ἐνιαυτοῦ μνείαν ποιήσασθαι βούλεται τὰς εἰρημένας καὶ τοῦτο πρᾶξαι μετὰ ὀδύνης κατανυττομένας ἐφ’ οἷς τετολμήκασιν, ἀλλὰ καὶ μετὰ ἐλπίδος ἀγαθῆς τοῦτο ποιεῖν διὰ τὴν τοῖς μεταμελομένοις ἐφ’ οἷς ἔπραξαν ἐπηγγελμένην ἐλπίδα. ὅτε μὲν οὖν ὑπῆρχεν ἀμπελὼν κυρίου ὁ οἶκος τοῦ Ἰσραὴλ καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, πολὺς ἦν ὁ παρ’ αὐτοῖς τρυγητός, λέγω δὲ ὅτε συνειστήκει ὁ νεὼς καὶ τὸ θυσιαστήριον, ἐξ ἅπαντός τε τοῦ ἔθνους ὥσπερ ἐξ ἀμπελῶνος τὰ δῶρα καὶ αἱ κατὰ νόμον θυσίαι προσεφέροντο. νυνὶ δέ φησιν· ἀνήλωται ὁ τρυγητὸς καὶ πέπαυται. εἰ δὲ καὶ ἄλλοτέ ποτε παυσάμενος οὗτος ὁ τρυγητὸς κατὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν αὖθις ἀνελήφθη ἀνανεωθέντος τοῦ τόπου, ἀλλὰ νῦν μὲν μανθάνετε, ὅτι οὐκέτι μὴ ἔλθῃ· ἅπαξ γὰρ ἀνήλωται καὶ πέπαυται, κατὰ δὲ τὸν Σύμμαχον· συνετελέσθη φησὶ τρυγητός, ἐκηρύχθη ἵνα μὴ ἔλθῃ. Τί οὖν χρὴ ἐπὶ τούτῳ πράττειν ὑμᾶς τὰς προλεχθείσας, ἐπιφέρει λέγων· ἔκστητε, λυπήθητε, αἱ πεποιθυῖαι. ἁψάσθω φησὶν ὑμῶν ἡ κατὰ θεὸν λύπη, καὶ τῆς προτέρας ἀπιστίας ἔκστητε ἐπιδοῦσαι ἑαυτὰς εἰς μετάνοιαν· ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. διὸ καρποὺς μετανοίας τοῖς ἔργοις ἐνδείξασθε ἀποδυσάμεναι τὴν τοῦ πλούτου περιβολήν, τῆς τε τρυφῆς καὶ τῆς εὐθηνίας ἑαυτὰς ἀπογυμνώσασαι, ἀνδρικῷ δὲ σχήματι περιζωσάμεναι τὰς ὀσφὺς κόπτεσθε τὴν καταλαβοῦσαν ἐρημίαν τὸν πάλαι ὑμῶν ἐπιθυμητὸν ἀμπελῶνα. τί δὲ πέπονθεν ὁ ἀγρὸς καὶ τί ἡ ἄμπελος ἡ πολυφόρος, ἑξῆς ἐπιλέγει· ἡ γῆ τοῦ λαοῦ ἄκανθα καὶ χόρτος ἀναβήσεται. τοῦτο δὲ ἐδήλου διὰ τῶν ἔμπροσθεν εἰπών· καὶ ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. καὶ ταύτας διερμηνεύων ἐπῆγε λέγων· ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν. ἐπὶ τούτοις τοιγαροῦν κόπτεσθαι παρεκελεύετο καὶ μάλιστα διὰ τὴν ἐπιφερομένην ἀπειλήν, δι’ ἧς εἴρηται· ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται. καὶ ἡ πάλαι πλουσία πόλις αὕτη, οἶκοι ἔρημοι καταλειφθήσονται, ὅτε πλοῦτος τῆς πόλεως καὶ τὰ σεμνὰ καὶ τὰ ἐπιθυμητὰ τοῦ ἱεροῦ οἴκου καταλειφθήσονται ὑπὸ τοῦ θεοῦ. καὶ γενήσεται δέ φησιν ἡ πάλαι γαυριῶσα καὶ τοῦ θεοῦ χρηματίζουσα πόλις οἰκητήριον ὄνων ἀγρίων καὶ βοσκήματα ποιμένων, ἢ κατὰ τὸν Ἀκύλαν· βοσκήματα ἀγελῶν. τίς δὲ ὁρῶν μετοίκους ἄνδρας οἰκοῦντας τὴν Ἰερουσαλὴμ εἰδωλολάτρας τε ἐκ διαφόρων ἐθνῶν συνειλεγμένους, οὐκ ἂν εὐλόγως εἴποι ὄνους ἀγρίους καὶ διαφόρους ἀγέλας καταβόσκεσθαι αὐτήν; διὸ λέλεκται· εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων. Διὰ ταῦτα τοιγαροῦν προσέταξεν ὑμῖν ὁ λόγος ἰσχυρὸν ποιεῖσθαι κοπετὸν καὶ τῷ θρήνῳ παραμένειν ἐπὶ τοσοῦτον, ἕως ἂν ἐπέλθῃ ἐφ’ ὑμᾶς πνεῦμα ἀφ’ ὑψηλοῦ, ἢ κατὰ τὸν Σύμμαχον· ἀνάψυξις ἐξ ὕψους· ἔστι μὲν γὰρ διαφορὰ πνευμάτων, πλὴν οὐδὲν ὑμᾶς ἀνακτήσασθαι δύναται καὶ ἀναπαῦσαι τοῦ θρήνου καὶ τοῦ κοπετοῦ ἢ τὸ ἐξ ὕψους καταπεμπόμενον πνεῦμα εἴγε ἐπέλθοι ἐφ’ ὑμᾶς. τοῦτο δὲ ἦν περὶ οὗ ἔφασκεν ὁ σωτήρ· ἰδοὺ ἐγὼ ἀπέρχομαι καὶ ἀποστέλλω ὑμῖν τὸν παράκλητον, τὸ πνεῦμα τῆς ἀληθείας, καὶ πάλιν· ἕως ἂν λάβητε ἐξ ὕψους δύναμιν. ἐπεὶ τοίνυν· μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται, καί· μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται, εἰκότως ταῖς προλεχθείσαις, εἰ διὰ θρήνου καὶ κλαυθμοῦ καὶ κοπετοῦ τὴν μετάνοιαν ἐνεδείξαντο, ἐπαγγελίαν δίδωσιν ἀγαθὴν τὴν διὰ τοῦ ἁγίου πνεύματος. εἶτα πάλιν τὰ ἀνωτέρω λελεγμένα διαφόρως ἑρμηνεύει λέγων· καὶ ἔσται ἔρημος ὁ Χερμέλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἔσται φησὶν ἔρημος ὁ Κάρμηλος, ὁ δὲ Κάρμηλος εἰς δρυμὸν λογισθήσεται. ἐλέγετο δὲ καὶ διὰ τῶν ἔμπροσθεν· οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμέλ, καὶ τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται. καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται· καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ κυρίου ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης, κατὰ δὲ τὸν Σύμμαχον· ἔτι βραχύ φησι καὶ ἔσται Λίβανος εἰς Κάρμηλον, ὁ δὲ Κάρμηλος εἰς δρυμὸν λογισθήσεται. δι’ ὧν Λίβανος μὲν τὸ ὄρος τὸ ἐπὶ τῆς Φοινίκης ἐδήλου τὰ ἔθνη, Κάρμηλος δὲ τὸ ὄρος τὸ ὑπὸ Ἰουδαίοις ὂν πρότερον τὸν ἐκ περιτομῆς λαόν, ὅθεν καὶ ἑρμηνεύεται ὁ Χερμέλ, δηλαδὴ ὁ Κάρμηλος, ἐπίγνωσις περιτομῆς. τὸν Λίβανον τοίνυν, τὸν ἀλλόφυλον καὶ τὸν ἀλλογενῆ λαὸν τὸν ἐξ ἐθνῶν μεταβληθέντα ἔσεσθαί φησιν, ὁποῖος ἦν ὁ πάλαι παρὰ τῷ θεῷ τετιμημένος λαὸς ὁ ἐκ περιτομῆς, αὐτὸν δὲ τὸν ἐκ περιτομῆς λαὸν Χερμὲλ ἢ Κάρμηλον ὀνομαζόμενον εἰς δρυμὸν λογισθήσεσθαι. τοῦτο τοίνυν καὶ ἐν τοῖς μετὰ χεῖρας σημαίνει φάσκων ὁ λόγος. κατὰ τὸν Σύμμαχον· καὶ ἔσται ἡ ἔρημος εἰς Κάρμηλον· ὡς γὰρ ἐκεῖ ὁ Λίβανος εἰς Κάρμηλον ἐλέγετο μεταβαλεῖσθαι, οὕτως ἐνταῦθα ἡ ἔρημος, ἵν’ ᾖ ταῦτα ἡ ἔρημος καὶ ὁ Λίβανος οὕτω δηλουμένης τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ἥτις μεταβέβληται εἰς Κάρμηλον. ὥσπερ γὰρ ἦν πάλαι πρότερον μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ, ὅ τε Κάρμηλος ἦν ἐπίγνωσιν ἔχων περὶ ταύτης, οὕτως ὁ Λίβανος καὶ ἡ πάλαι ἔρημος ἐπὶ τὸ κρεῖττον μεταβαλοῦσα γέγονε μερὶς τοῦ θεοῦ. ὡς αὖ πάλιν ὁ Κάρμηλος εἰς δρυμὸν ἐλογίσθη, δρυμὸς δέ ἐστι χωρίον φυτῶν ἀγρίων καὶ ἀκάρπων πλήρης. διὸ σύνηθές ἐστι τῇ θείᾳ γραφῇ τὰ ἔθνη τὰ τὸν θεὸν οὐκ εἰδότα δρυμὸν ὀνομάζειν ὡς πολλάκις ἀπεδείξαμεν. Εἶθ’ ἑξῆς ὡς ἂν ἤδη μεγάλων ἀγαθῶν ἠξιωμένη τῇ ἐρήμῳ ἐπαγγέλλεται τὰ ἐπιφερόμενα λέγων· καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει· ποίῳ δὲ Καρμήλῳ ἢ αὐτῇ τῇ ἐρήμῳ, περὶ ἧς ἐλέγετο· καὶ ἔσται ἡ ἔρημος εἰς Κάρμηλον. κρίμα τοίνυν καὶ δικαιοσύνην ἀναπαύσεσθαι καὶ κατοικήσειν ἐπαγγέλλεται ἐν τῇ πάλαι ἐρήμῳ. διὸ καὶ τῆς ἀνωτέρω προφητείας ἐλέγετο· ἔτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμέλ . καὶ ἑξῆς ἐπεφέρετο ἡ τῶν ἀπίστων ἐθνῶν εἰς τὸν θεὸν ἐπιστροφὴ διὰ τοῦ· καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται καὶ τὰ ἑξῆς. οὕτως οὖν καὶ ἐνταῦθα τὰ ὅμοια ἐκείνοις ἐπάγει φάσκων ἐν τῇ πάλαι ἐρήμῳ ἀναπαύσεσθαι κρίμα καὶ δικαιοσύνην, ἔσεσθαι ἐν αὐτῇ ἔργα δικαιοσύνης, ἀλλὰ καὶ ἔσονταί φησιν ἐν τῇ ἐρήμῳ ταύτῃ πεποιθότες ἕως τοῦ αἰῶνος· καὶ οἰκήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης. ἀντὶ γὰρ τῆς καθαιρεθείσης πόλεως τῆς μεγάλης ἐκείνης καὶ γαυριώσης ἑτέραν τῷ θεῷ συστήσεσθαι πόλιν, τὴν ἀπὸ περάτων ἕως περάτων καθολικὴν ἐκκλησίαν καὶ τὸ ἐν αὐτῇ θεοσεβὲς πολίτευμα θεσπίζει. κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἑδρασθήσεταί φησιν ὁ λαός μου ἐν οἰκίᾳ εἰρήνης, οὐκέτι τοῦ Ἰσραὴλ ἐνταῦθα οὐδὲ τοῦ Ἰακὼβ μνημονευομένου, ἀλλὰ τοῦ θεοῦ τοῦ κατοικήσαντος ἐν τῇ καινῇ πόλει τῆς εἰρήνης, ἐν ᾗ κατοικήσειν τὸν λαὸν αὐτοῦ φησι πεποιθὼς καὶ ἀναπαύεσθαι μετὰ πλούτου. τὸν δὲ τῆς ἐκκλησίας πλοῦτον σημαίνει λέγων ὁ Ἀπόστολος· Εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Εἶτα ἐπειδὴ ἐν τοῖς ἀνωτέρω τὴν ὀργὴν τοῦ θεοῦ τοῖς ἀσεβέσιν ἐπελεύσεσθαι κατὰ τὸν τῆς κρίσεως καιρὸν ἐδήλου φάσκων· μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς πυρὸς κατεσθιούσης κεραυνώσει βιαίως καὶ ὡς χάλαζα συγκαταφερομένη βίᾳ, εἰκότως ἐπὶ τοῦ παρόντος ἐπιφέρει περὶ τῶν μετὰ χεῖρας μακαριζομένων τό· ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ’ ὑμᾶς ἥξει, ἀλλὰ καὶ οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς ἔσονταί φησι πεποιθότες ὡς ἐν τῇ πεδινῇ. ὁρᾷς ὅπως τοῖς ἀνημέροις καὶ ἀκάρποις φυτοῖς τοῦ δρυμοῦ ἐλπίδας ὑπογράφει ἀγαθὰς ὡς μηκέτι εἶναι τὰς τοιάσδε ψυχὰς ἐν δρυμοῖς, ἀλλ’ ἐν πεδιάδι καὶ ὁμαλῇ καὶ γεωργουμένῃ χώρᾳ ὥστε θαρρεῖν καὶ πεποιθέναι ἐπὶ τῇ ἑαυτῶν καρποφορίᾳ. Ταῦτα θεσπίσας ὁ λόγος ἑξῆς καὶ ἀκολούθως μακαρίζει τοὺς τὴν ἐρημίαν ταύτην γεωργήσαντας. διὸ λέγει· μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. μακαρίζει δὲ διὰ τούτων τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν καὶ τοὺς πρώτους κήρυκας τοῦ εὐαγγελίου τοὺς καὶ Ἰουδαίοις καὶ Ἕλλησι κηρύξαντας καὶ τὸν σπόρον αὐτῶν καταβαλλομένους ἐπὶ πάντα ἄνθρωπον Ἰουδαῖόν τε πρῶτον καὶ Ἕλληνα. βοῦς μὲν γὰρ διὰ τοὺς πατέρας ὡσανεὶ καθαρὸν ζῷον ὁ ἐκ περιτομῆς λαὸς ὠνόμασται, ὄνος δὲ ὡσανεὶ ἀκάθαρτος ἐκ πατέρων ὁ εἰδωλολατρῶν λαός. ἐπεὶ τοίνυν Ἰουδαίοις πρώτοις, ἔπειτα Ἕλλησιν τὸν εὐαγγελικὸν κατεβάλλοντο σπόρον οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, εἰκότως εἴρηται· μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. ὕδωρ δὲ ἐνταῦθα ᾐνίξατο τὴν θεόπνευστον γραφὴν ὑπὸ Ἰουδαίων καὶ τοῦ ἐξ ἐθνῶν λαοῦ πατουμένην. Ἀλλ’ ἐγὼ μέν φησιν ὁ προφήτης μακαρίους ὑμᾶς ἡγοῦμαι, ὁρῶ δὲ ἑτέρους ταλανίζοντας ὑμᾶς καὶ ταλαιπώρους ἀποκαλοῦντας, λέγω δὲ τοὺς διώκτας ὑμῶν. διὸ περὶ αὐτῶν φημι· Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, καὶ οὐαὶ αὐτοῖς ἀληθῶς, ὅτι ὑμᾶς οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς νομίζει μὲν ἀνθρώπους ἀθετεῖν, ἀλλ’ ὑμᾶς οὐκ ἀθετεῖ ,ἀλλὰ τὸν ἀποστείλαντα ὑμᾶς. τούτοις δὲ ἀδελφὰ τυγχάνει τὰ δι’ ὧν ὁ σωτὴρ τοῖς ἑαυτοῦ μαθηταῖς ἔλεγεν· ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, καὶ ὁ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. δύο γὰρ ὄντων ταγμάτων, ὡς ἂν εἴποι τις κατὰ τοὺς καιροὺς τῶν διωγμῶν, τῶν μὲν δρώντων, τῶν δὲ πασχόντων, μακάριος ἂν εἴη ὁ πάσχων, ἀλλὰ μὴ δρῶν· ἄθλιος δὲ ὁ δρῶν, ἀλλὰ μὴ πάσχων. οὐαὶ δὲ τοῖς αὐτοῖς ἔσται καὶ ἄλλως, ἐπειδὴ ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται τῷ παραλαμβάνοντι τοὺς ἀποβλήτους τοῦ θεοῦ γινομένους, ὃς παραλαβὼν τὰς ψυχὰς αὐτῶν οὕτως διαφθείρῃ ὡς ἑξῆς ἐπιλέγεσθαι τό· καὶ ὡς σὴς ἐφ’ ἱματίῳ οὕτως ἡττηθήσονται.