Ancient Greek
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.4.1
Not analysed yet
Μακαρίσας ὁ προφητικὸς λόγος τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν Ἰουδαίοις ἅμα καὶ Ἕλλησι τὰ οὐράνια καὶ εὐαγγελικὰ σπέρματα κατασπείραντας, ταλανίσας δὲ τοὺς ἀθετήσαντας καὶ ὥσπερ ἀναθεματίσας αὐτοὺς ἐξ αὐτῶν προσώπου τῶν ἀποστόλων εὐχὴν ἀναπέμπει τὴν λέγουσαν· κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· τῶν μὲν γὰρ ἀπειθησάντων τῷ εὐαγγελικῷ κηρύγματι τὸ σπέρμα παρεδόθη ἀπωλείᾳ, ἡμῶν δὲ σωτηρία σὺ αὐτὸς τυγχάνεις, ὦ κύριε, παριστάμενος ἡμῖν ἐν καιρῷ θλίψεως. Εἶτα περὶ τῶν ἀπιστησάντων τῷ ἀποστολικῷ κηρύγματι ἐπιλέγει· διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ καὶ διεσκορπίσθησαν ἔθνη, κατὰ δὲ τὸν Ἀκύλαν· ἀπὸ φωνῆς ὄχλου, καὶ κατὰ τὸν Θεοδοτίωνα· ἀπὸ φωνῆς πλήθους ἀνεχώρησαν λαοί. σημαίνει δὲ τὴν πολιορκίαν τοῦ Ἰουδαίων ἔθνους καὶ ὡς πολυπληθείας πολεμίων ἐπελθούσης αὐτοῖς ἐξέστησαν τῆς ἑαυτῶν γῆς καὶ διεσκορπίσθησαν εἰς τὰ ἔθνη. ἀντὶ δὲ τοῦ· ἀπὸ τοῦ φόβου σου, ὁ Σύμμαχος ἀπὸ τοῦ ὑψωθῆναί σε διεσπάρησαν εἴρηκεν, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων· ἀπὸ ὑψώσεώς σου διεσκορπίσθησαν. εἶτα ὡς πρὸς αὐτοὺς διασκορπισθέντας εἰς τὰ ἔθνη ἐπιλέγει· νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν, τὸ εὐχείρωτον καὶ εὐάλωτον τοῦ Ἰουδαίων ἔθνους παριστάς, τό τε πλῆθος αὐτῶν ἀκρίσι παραβάλλων. ἀλλὰ καὶ ἐμπαίξουσιν ὑμῖν πρὸς αὐτοὺς λεγόμενον σημαίνει ὡς οἱ πολέμιοι ἀντὶ παιγνίας αὐτοὺς ἕξουσιν οὐ μόνον τὰ σκῦλα αὐτῶν διαρπάσαντες μικροῦ καὶ μεγάλου, ἀλλὰ καὶ αὐτοῖς ἐμπαίξοντες. Ταῦτα περὶ τούτων εἰπὼν μεταβαίνει ἐπὶ τὸ τάγμα τῆς τοῦ θεοῦ ἐκκλησίας, ἐφ’ ᾧ καὶ δοξάζει τὸν θεὸν λέγων· ἅγιος ὁ θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς, ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης. νοήσεις δὲ τὴν Σιὼν ἀπὸ τοῦ λέγεσθαι κρίσεως καὶ δικαιοσύνης πεπληρῶσθαι αὐτήν. ἐν δὲ τοῖς ἀνωτέρω ἐλέγετο· καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα καὶ δικαιοσύνη . τὴν ἀνωτέρω τοίνυν ἔρημον ὠνομασμένην νῦν Σιὼν ἀποκαλεῖ, οὕτω τὴν ἐκκλησίαν τοῦ Χριστοῦ σημαίνων· αὕτη γὰρ ἦν ἡ πάλαι ἔρημος, ἐν ᾗ ἀνεπαύσατο κρίμα καὶ δικαιοσύνη . διὸ εὐλογεῖται νῦν ὁ θεός, ὅτι ἐνεπλήσθη κρίσεως καὶ δικαιοσύνης. Εἶτά φησιν· ἐν νόμῳ παραδοθήσονται· νόμῳ γὰρ καινῷ, δηλαδὴ τῷ εὐαγγελικῷ οἱ ἐν τῇ καινῇ ταύτῃ Σιὼν παρεδόθησαν. ἀλλὰ καὶ ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν· ποίοις δὲ θησαυροῖς ἢ τοῖς ἀποκειμένοις ἐν οὐρανῷ; ἀντὶ δὲ τοῦ· ἐν νόμῳ παραδοθήσονται, ὁ Σύμμαχος· καὶ ἔσται φησὶν ἡ πίστις τοῦ καιροῦ σου πλοῦτος σωτηρίας, σοφία καὶ γνῶσις, φόβος κυρίου, αὐτὸς ὁ θησαυρὸς αὐτοῦ. ἀνθ’ οὗ οἱ Ἑβδομήκοντα πεποιήκασιν· ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν θεόν· πάντα γὰρ ταῦτα ἐξ ἀνθρώπων ὥσπερ τις θυσία λογικὴ καὶ εὐπρόσδεκτος ἀναφέρεται πρὸς τὸν θεόν, καὶ ταῦτα αὐτὰ ἡ ἐν ἀνθρώποις σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια θησαυροί εἰσι δικαιοσύνης. διὸ ἐλέγετο· ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν. Μετὰ ταῦτα εἰς αὐτῶν πρόσωπον τῶν ἀποστόλων λέγεται· ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε, βοήσονται ἀφ’ ὑμῶν· ἐπιπεσεῖται γὰρ ἐπὶ τοὺς ἀπίστους ὁ ὑμέτερος φόβος, καὶ βοήσουσιν ἡττώμενοι οἱ πάλαι ὑμῖν νομιζόμενοι φοβεροί. κατὰ δὲ τὸν Σύμμαχον· ἰδοὺ ὀφθήσομαι αὐτοῖς, ἔκραξαν ἐκτενῶς· τίνες δὲ ἔκραξαν ἐκτενῶς, ἐπιλέγει ἑξῆς· ἄγγελοι εἰρήνης πικρῶς ἔκλαυσαν, καὶ κατὰ τὸν Ἀκύλαν· ἰδού φησιν ὁραθήσομαι αὐτοῖς, βοήσω ἐκτενῶς, ἄγγελοι εἰρήνης πικρῶς κλαύσονται, καὶ κατὰ τὸν Θεοδοτίωνα· ἰδοὺ ὀφθήσομαι αὐτοῖς, ἐβόησαν ἐκτενῶς, ἄγγελοι εἰρήνης πικρῶς κλαύσονται. κατὰ πάντας τοίνυν τό· ἰδοὺ ὀφθήσομαι αὐτοῖς, σαφῶς εἴρηται τοῦ λόγου παριστῶντος τὸν θεὸν ὀφθήσεσθαι αὐτοῖς· τίσι δὲ αὐτοῖς ἢ τοῖς θησαυρίσασιν ἑαυτοῖς τοὺς τῆς δικαιοσύνης καὶ τῆς σοφίας θησαυρούς; τούτοις φησὶν ὀφθήσομαι· ἦσαν δὲ οὗτοι οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, οἷς ἐγὼ μὲν ὤφθην. οἱ δὲ ἔκραξαν ἐκτενῶς ἄγγελοι εἰρήνης, διὸ καὶ πικρῶς ἔκλαυσαν βοῶντες ἐν εὐχαῖς ἐκτενῶς ὑπὲρ τῆς ἀπωλείας τοῦ προτέρου λαοῦ· ἦσαν γὰρ οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν ἄγγελοι πικρῶς κλαίοντες καὶ πενθοῦντες διὰ τὸ μὴ πείθεσθαι μηδὲ πιστεύειν αὐτοῖς τοὺς δι’ αὐτῶν κεκλημένους ἐπὶ τὴν τοῦ Χριστοῦ εἰρήνην. διὸ καὶ αὐτὸς ὁ σωτὴρ ἀποκλαυσάμενος τὴν Ἰερουσαλὴμ ἔλεγεν· εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς εἰρήνην σου· οὕτω τοίνυν καὶ ἄγγελοι τῆς εἰρήνης πικρῶς ἔκλαυσαν ἀποδυρόμενοι αὐτῶν τὴν ἀπώλειαν. Διὸ ἐπιλέγει· ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσεσθε αὐτοὺς ἀνθρώπους. ἃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· ἠφανίσθησαν ὁδοί· ἐπαύσατο ὁ διοδεύων τρίβον, διεσκόρπισε διαθήκην, ἀπώσατο πόλεις, οὐκ ἐλογίσατο ἀνθρώπους. τὸ δέ· πέπαυται ὁ φόβος τῶν ἐθνῶν οὔτε ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει οὔτε ἐν τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. ἀλλ’ ὅτι ἐπαύσαντο αἱ ὁδοὶ τοῦ ἐκ περιτομῆς λαοῦ καὶ ὅτι ἡ πρὸς αὐτοὺς διαθήκη αἴρεται ἡ διὰ Μωσέως αὐτοῖς παραδοθεῖσα καὶ ὅτι οὐδεὶς οὐκέτι αὐτοὺς εἰς ἀνθρώπους λογιεῖται. Εἶτα μετ’ αὐτὰ ἐπιλέγει· ἐπένθησεν ἡ γῆ, ἀκολούθως διὰ τὰ περὶ αὐτῆς εἰρημένα ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών· φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Χερμέλ, κατὰ δὲ τὸν Σύμμαχον· ἔκλαυσεν, ἠσθένησεν ἡ γῆ, κατῃσχύνθη ὁ Λίβανος, ἀχρεῖος ἐγένετο ὁ Σαρὼν ὡσεὶ ἄβατος καὶ ἐξέτειναν ὁ Βασὰν καὶ ὁ Κάρμηλος. ταῦτα πάντα τῆς Ἰουδαίας χώρας μέρη τυγχάνει, ὁ Κάρμηλος λέγω καὶ ἡ καλουμένη Βασὰν καὶ ἡ Γαλιλαία καὶ ὁ Σαρὼν καὶ ὁ Λίβανος δὲ ἐν τοῖς προκειμένοις μεταξὺ τοῦ Σαρὼν καὶ τοῦ Βασὰν καὶ τοῦ Καρμήλου καὶ τῆς Γαλιλαίας παρεμβεβλημένος ἰδίως ἐπὶ τοῦ παρόντος νοεῖται ἐπὶ τῆς Ἰερουσαλὴμ διὰ τὴν θυσίαν τὴν ἐν αὐτῇ ἀναπεμπομένην, ἐν ᾗ καὶ λίβανος προσεφέρετο κατὰ τὸν Μωϋσέως νόμον. καὶ δὴ κατῃσχύνθαι φησὶ τὸν Λίβανον ὡσεὶ σαφέστερον ἔλεγε τὴν θυσίαν καὶ τὸ θυσιαστήριον διὰ τὴν καθαίρεσιν τῆς κατὰ τὸν Μωϋσέως νόμον λατρείας. καὶ ἐν ἑτέροις δὲ ἡ Ἰερουσαλὴμ Λίβανος ὠνομάσθη, ὡς ἐν τῷ Ζαχαρίᾳ εἴρηται· διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. καὶ ὁ Ἰεζεκιὴλ δέ φησιν· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου. εἶτα ἑρμηνεύων τὴν τοῦ λόγου διάνοιαν ἐπιλέγει, ὅταν ἔλθῃ ὁ Ναβουχοδονόσορ εἰς Ἰερουσαλὴμ δηλαυγῶς τὸν μὲν ἀετὸν διασαφῶν εἶναι τὸν τῶν Βαβυλωνίων βασιλέα, τὸν δὲ Λίβανον τὴν Ἰερουσαλήμ. ἀλλὰ καὶ ἡ χώρα φησὶν ἡ καλουμένη Σαρὼν ἢ Ἀσσαρὼν ἕλη φησὶν ἐγένετο ἢ ἀχρεῖος, δι’ οὗ σημαίνει τὰ πιότατα χωρία τοῦ Ἰουδαίων ἔθνους, δηλαδὴ τὰ ἐν ταῖς ψυχαῖς αὐτῶν νοούμενα ἀφανισθήσεσθαι. τὸ δέ· φανερὰ ἔσται ἡ Γαλιλαία, εἴρηται διὰ τὰ περὶ αὐτῆς ἐν τοῖς ἔμπροσθεν προφητευθέντα κατὰ τὸ Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς· διὰ ταῦτα γὰρ φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Χερμὲλ δὲ ὁμοίως φανερὸς ἔσται φησίν. ποῖος δὲ οὗτος ἢ περὶ οὗ ἐλέγετο ἀνωτέρω· καὶ ἔσται ἡ ἔρημος ὡς ὁ Χερμέλ ; αὕτη οὖν ἡ ἔρημος γενομένη ὡς ὁ Χερμὲλ μετὰ καὶ τῆς Γαλιλαίας φανερὰ ἔσται. Ὁ μὲν οὖν φιλάνθρωπος θεὸς ἀγγέλους ἀπέστειλεν εἰρήνης πρὸς τὸν Ἰουδαίων λαὸν πικρῶς κλαίοντας καὶ παρακαλοῦντας ἀποδέξασθαι τὴν εὐαγγελιζομένην αὐτοῖς εἰρήνην. ἐπεὶ δὲ οὐκ ἐδέξαντο αὐτούς, ἐπιφέρει φάσκων· νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι· νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε, τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον παρουσίαν ἐπαγγελλόμενος, καθ’ ἣν ὄψονται καὶ αἴσθησιν αὐτοῦ τῆς θεότητος λήψονται. τότε δὲ δοξασθήσεται αὐτὸς καὶ ὑψωθήσεται. καὶ τότε γνώσονται, ὅτι ματαία ἦν ἄρα ἡ ἰσχὺς τοῦ πνεύματος αὐτῶν· πῦρ γὰρ κατέδεται αὐτούς, διὸ εἰς αὐτῶν πρόσωπον εἴρηται· ματαία ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ κατέδεται ὑμᾶς. ἀντὶ δὲ τοῦ· καὶ ἔσονται ἔθνη κατακεκαυμένα, ἡ Ἑβραϊκὴ λέξις καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ καὶ ἔσονται λαοὶ ἐμπεπυρισμένοι εἰρήκασι σαφῶς διαστελλομένου τοῦ λόγου λαοὺς πρὸς οὓς ἦν ὁ λόγος· οὗτοι γάρ φησιν ἔσονται ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ καταπεπατημένη.