Ancient Greek · ~45 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.37.1
Not analysed yet
Διελθὼν ὁ λόγος τὸ κήρυγμα τὸ εὐαγγελικὸν καὶ τὴν δι’ αὐτοῦ γενομένην τῶν ἐθνῶν κλῆσιν, τοῦ τε θεοσεβοῦς πολιτεύματος τὴν σύστασιν καὶ τὴν τοῦ δηλωθέντος γίγαντος καθαίρεσιν μεταβαίνει πάλιν ἐπὶ τὸν ἐκ περιτομῆς λαὸν ὡσπερεὶ πείθων καὶ ἀπολογούμενος, δι’ ἣν αἰτίαν ἐπισκοπήσας πάντα τὰ ἔθνη αὐτοὺς ἐκδότους ἐποιήσατο. φησὶν οὖν εἰς αὐτῶν πρόσωπον· Μή μοί τις ὑμῶν καταμεμφέσθω ὡς ἐπιλελησμένῳ, ἧς ἔσῳζον πάλαι πρότερον περὶ ὑμᾶς σπουδῆς μηδέ τις καταιτιάσθω ὡς ἐμοῦ βιβλίον ἀποστασίου δεδωκότος τῇ πάλαι χώραν γαμετῆς ἐπεχούσῃ παρ’ ἐμοὶ μητρὶ ὑμῶν, ἀλλὰ μηδ’ ἐκβιασθέντα με ὑπόχρεως τῶν τινων πεπρακέναι ὑμᾶς νομιζέτω εἰς ἀπόδοσιν τοῦ χρέους· τούτων γὰρ οὐδὲν ἐξ ἐμοῦ γεγένηται. εἰ δὲ χρὴ τἀληθῆ λέγειν· Ὑμεῖς ἑαυτοὺς πεπράκατε ταῖς ὑμετέραις ἁμαρτίαις, ὅτι δὲ ταῦθ’ οὕτως ἔχει, ὁμολογήσετε ἂν καὶ αὐτοί, ὡς ἐγὼ μὲν οὐκ ὤκνησα θεὸς ὢν καὶ κύριος τῶν ὅλων ὑποκαταβῆναι τοῦ οἰκείου μεγέθους καὶ μέχρις ὑμῶν αὐτῶν ποιῆσαι τὴν ἐμαυτοῦ παρουσίαν. Ὅθεν καὶ ἦλθον καὶ μέσος ὑμῶν γέγονα καὶ σὺν ὑμῖν ἀνθρώπου δίκην ἐπολιτευσάμην, ἐκάλεσα δὲ πάντας ὑμᾶς πρὸς ἐμαυτὸν καὶ ταῦτα πάντα ἔπραξα δι’ ὑπερβάλλουσαν φιλανθρωπίαν. ἀλλ’ οὐδεὶς ἦν ὁ ἀπαντῶν πρός με οὐδὲ ὑπακούων βοῶντος καὶ τοὺς πάντας ὑμᾶς πρὸς ἐμαυτὸν ἀνακαλουμένου, ἀλλ’ ἔτι καὶ τοιαῦτα τετολμήκατε, ὁποῖα οὐκ ἂν ὑπομένοι ἂν ἀκοῇ. ἃ δὴ καὶ αὐτὰ ἀνεξικάκως ἤνεγκα δυνάμενος μηδὲν μηδ’ ὅλως παθεῖν μηδὲ ἐπιτρέψαι τοιαῦτα τολμᾶν ἢ οὐ μέμνησθε ὑμεῖς αὐτοί, ὡς καιρῷ τινι τὴν ἐρυθρὰν θάλασσαν ξηρὰν κατέστησα βουληθεὶς τοὺς προπάτορας ὑμῶν δι’ αὐτῆς ἀγαγεῖν καὶ ἐπὶ τοῦ Ἰορδάνου δὲ ποταμοῦ ἀναδραμόντος εἰς τοὐπίσω τοῦ ῥεύματος διῆλθον ὡς διὰ ξηρᾶς χώρας οἱ τηνικαῦτα ὑπὸ τῆς ἐμῆς δυνάμεως ποδηγούμενοι. πάντως δήπου καὶ τὰς κατ’ Αἰγυπτίων δέκα πληγὰς οὐκ ἀγνοεῖτε, καθὼς ὡσπερεὶ σάκκῳ περιβαλὼν τὸν οὐρανὸν σκότος τριήμερον εἰργασάμην. Τί οὖν ὁ τοσαῦτα ἐνδειξάμενος ἐπὶ τῶν ὑμετέρων προπατόρων οὐχ οἷός τε ἤμην καὶ νῦν ἐμαυτὸν καὶ τὸ δι’ ἀνθρώπους ἀναληφθέν μοι ὄργανον σωματικὸν τῶν ὑμετέρων ἐξελέσθαι χειρῶν; ἀλλ’ ἐπεὶ τοῦτο ἐδόκει τῷ ἐπὶ πάντων καὶ ἀνωτάτῳ κυρίῳ, ὃς καὶ ἐμοῦ αὐτοῦ κύριος ὢν καὶ πατὴρ τυγχάνει, διὸ δὴ καὶ αὐτὸν κύριον ὀνομάζων φημί· Κύριος κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. εἰκότως καὶ ὅτε κατηγορούμενος ἐσιώπων καὶ ψευδομαρτυρούμενος παρ’ ὑμῶν οὐδὲν ἀπεκρινάμην, τοῦτ’ ἔπραττον παραγγελίᾳ τοῦ πατρός, ἐπεὶ γὰρ ἐχρῆν ὑπήκοον αὐτῷ γενέσθαι μέχρι θανάτου. τούτου χάριν σιωπὴν ἦγον τὰς ὕβρεις τὰς ὑπὲρ ὑμῶν ἀναδεχόμενος εὖ εἰδώς, ὅτι ποτὲ ἔσται καιρός, καθ’ ὃν οὐκέτι σιωπήσομαι, ἀλλὰ παρὰ τοῦ πατρὸς λαβὼν γλῶσσαν παιδείας ταύτῃ χρήσομαι εὐκαίρως, ἡνίκα δεῖ εἰπεῖν λόγον. γένοιτο δ’ ἂν οὗτος ὁ καιρός, καθ’ ὃν τὰς ἐμὰς ἐκκλησίας καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης ἱδρύσω· τότε γὰρ οὐκέτι μὲν σιωπῇ χρήσομαι, βοήσομαι δὲ εἰς ἐπήκοον πᾶσι τοῖς ἔθνεσι τὸν ἐμαυτοῦ γνωρίζων πατέρα, ὃς κατὰ τὸν εἰρημένον χρόνον χαριεῖταί μοι ὠτία ἀκουστικὰ συνιέναι δυνάμενα τῆς ἐμῆς διδασκαλίας τὸν νοῦν, ἅπερ ταῖς ἑωθιναῖς ὥραις προσεδρεύοντα τῆς ἐμῆς μεταλήψεται παιδεύσεως. αὐτὸς γὰρ ὁ ἐμὸς κύριος τὰ ἐμὰ ὦτα τὰ ἐμοὶ προσεδρεύοντα καὶ ἐμοὶ μαθητευόμενα διανοίξει. διό φημι· ἔθηκέ μοι πρωΐ, ἢ κατὰ τὸν Σύμμαχον· ἔθηκέ μοι πρωῒ γύρῳ, ἢ κατὰ τὸν Ἀκύλαν· ἐγείρει ἐν πρωΐᾳ ἐν πρωΐᾳ ἐξεγείρει μοι ὠτίον τοῦ ἀκούειν· ὑμᾶς μὲν γὰρ καλῶν οὐκ εἶχον ὑπακούοντας. διὸ ἔλεγον· διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων; τοῖς δὲ ὑπὸ τοῦ πατρὸς χαρισθησομένοις μοι μαθηταῖς κατὰ καιρὸν διαλεχθήσομαι τῆς τοῦ πατρὸς χάριτος, ἐμοὶ μὲν τότε λόγον παρεχούσης καὶ γλῶσσαν παιδείας, τοῖς δὲ ἐμοῖς μαθηταῖς ὠτία εἰς τὸ συνιέναι δύνασθαι τὴν τῶν ἐμῶν λόγων παιδείαν. ταῦτα μὲν οὖν οἶδα κατὰ καιρὸν γενησόμενα, τέως δὲ ἐπὶ τοῦ παρόντος ὁπηνίκα τὴν ἐμαυτοῦ πρὸς ὑμᾶς ἄφιξιν ἐποιησάμην. ἐζήτουν μὲν παρ’ ὑμῖν τοὺς βουλομένους σωθῆναι οὐ μὴν εὑρίσκων, ἀλλὰ καὶ πάντας ὑμᾶς ἀνακαλούμενος, οὐκ εἶχον ὑπακούοντας, καὶ ἐπιστάντος δὲ τοῦ καιροῦ τῶν ὑμετέρων τολμημάτων βουλομένου τοῦ πατρὸς σιωπὴν ἦγον ὡς μηδὲν ἀποκρίνασθαι συκοφαντούμενον. Αὐτίκα δ’ οὖν καὶ τύπτειν βουλομένοις παρεῖχον τὸν ἐμαυτοῦ νῶτον, ὑβρίζουσί τε αἰσχρῶς καὶ κατὰ τοῦ προσώπου τύπτουσι παρεῖχον τὰς σιαγόνας καὶ τὸ πρόσωπον δέ μου πληρούμενον τῶν ὑμετέρων σιέλων οὐκ ἀπέστρεφον, ἔμενον δὲ ἀδιάτρεπτος τὸν ἐμαυτοῦ σωματικὸν ἄνθρωπον ἔκδοτον παντοίαις ἀτιμίαις καὶ ὕβρεσι παρέχων μηδένα κατὰ μηδὲν ἀμυνόμενος· ἀπήρκει γάρ μοι τὸ νεῦμα τὸ πατρικόν, ᾧ γινόμενος ὑπήκοος τῶν ἁπάντων ἠνειχόμην εἰδώς, ὅτι ὁ κυριεύων τῶν ὅλων κύριος βοηθός μοι παρῆν. διὸ καὶ τὸ πρόσωπόν μου ὡσεὶ στερεὰν πέτραν παρέστησα πεπεισμένος, ὡς οὐ φέρει μοι αἰσχύνην ἡ πρὸς τὸν πατέρα ὑπακοή, ὃν καὶ πλησίον μου ἑστῶτα καὶ ὥσπερ ἀγωνοθετοῦντα τοῖς γινομένοις καὶ τὴν ἐμὴν δικαιοῦντα ὑπομονὴν διὰ παντὸς ἑώρων. εἰ δέ τις ἔχοι τὰς κατ’ ἐμοῦ ὕβρεις καὶ τὸν θάνατον αὐτὸν ἐνδίκως ἐπενηνέχθαι μοι φάναι διά τινα πλημμελήματα, δεικνύτω παρελθὼν εἰς μέσον, εἴ τις αἰτία ἢ πρόφασις ἐξ ἐμοῦ τῆς τοσαύτης κατ’ ἐμοῦ ὕβρεως γέγονεν. Εἰ δὴ βούλοιτό τις κρίνεσθαί μοι καὶ τοιοῦτό τι ἀπελέγχειν, ἐγγισάτω μοι, εἰς μέσον τε παρελθὼν στήτω καὶ ἐλεγχέτω. οὐδενὸς δὲ ἔχοντος μέμψιν ἐπαγαγεῖν μήτε τῇ διδασκαλίᾳ μήτε ταῖς πράξεσι ταῖς ὑπ’ ἐμοῦ πεπραγμέναις, εἰκότως ὁ μὲν ἐμὸς κύριος βοηθὸς ἐμοὶ παρέσται. ἐπαμύνοντος γάρ φησι τοῦ θεοῦ καὶ πατρὸς καὶ πᾶσαν ὑμῶν ἐπήρειαν ἀφανίζοντος καὶ τὴν ἐμὴν ἱστάντος δόξαν, τίς ἔσται τοσοῦτος ἐν ὑμῖν ὡς ἀντιτάξασθαι τῇ ἀνικήτῳ βουλῇ καὶ κακῶσαι δύνασθαι τὸν παρ’ αὐτοῦ βοηθούμενον; οὐκοῦν εἴπερ τινὲς ἦσαν νουνεχεῖς οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπόσχοιντο ἂν τῶν κατ’ αὐτοῦ σκεμμάτων τε καὶ ἐγχειρημάτων διὰ προφητῶν ἁγίων προεγνωκότες, ὡς οὐκ ἂν ἰσχύσειαν ἀδικῆσαι Χριστὸν θεὸν ὄντα καὶ κύριον καὶ υἱὸν ἀληθινὸν τοῦ πατρός. Ὑμεῖς δὲ πάντες ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς, ἢ καὶ εὐρὼς κατὰ τὸν Σύμμαχον, ἢ βρωτὴρ κατὰ τὸν Ἀκύλαν. δι’ ὧν σημαίνει τὴν παλαίωσιν τῆς κατ’ αὐτοὺς σωματικῆς λατρείας· πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. σῆτα δὲ καταβιβρώσκοντα αὐτοὺς τὴν συνείδησιν ὧν τετολμήκασι δηλοῖ, δίκην σκώληκος κατεσθιούσης τὴν ψυχήν· ὁρῶντες γὰρ τὴν τῶν ἐθνῶν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν καὶ τὴν ἑαυτῶν ἀπόπτωσιν, ἣν ὑπέμειναν διὰ τὰς ἀσεβείας αὐτῶν, ὑπὸ τῆς συνειδήσεως τιτρώσκονται καὶ κατεσθίονται. διὸ καὶ ἐπὶ τέλει τῆς μετὰ χεῖρας βίβλου περὶ τῶν αὐτῶν ὁ αὐτὸς θεσπίζει λέγων· ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσται εἰς ὅρασιν πάσῃ σαρκί. Τοσαῦτα περὶ τῶν κατὰ τὸ πάθος αὐτῷ συμβεβηκότων ἐπελθὼν αὐτὸς ὁ κύριος ἐπιφέρει τοῖς αὐτοῖς προσφωνῶν· Καὶ νῦν, εἴ τίς ἐστιν ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον, ὑπακουσάτω τῷ παιδὶ αὐτοῦ. ἑαυτὸν δὲ παῖδα θεοῦ λέγων ἐφίησι νοεῖν, ὅτι καὶ ἄνθρωπος γεγονὼς υἱός ἐστιν ἀληθινὸς τοῦ θεοῦ καὶ πατρός. καὶ τὸ ἀκοῦσαι τῆς αὐτοῦ φωνῆς οὐ νόμου παράβασις ἦν, ἀλλὰ βεβαίωσις νόμου διὰ τύπου καὶ σκιᾶς προαναγράφοντος τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ θεὸς καὶ τὰ αὐτοῦ θεσπίσματα. οὐ γὰρ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ. ὅθεν ἔτι καὶ νῦν ὑμᾶς ἀνακαλοῦμαι ἐν τῷ τῆς ἀγνοίας σκότῳ τυγχάνοντας καί φημι· Οἱ πορευόμενοι ἐν σκότει καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθετε ἐπὶ τῷ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ. μόνον ἥκετε καὶ ὑπακούσατε, ἐπαγγελλομένῳ τε ὑμῖν σωτηρίαν πιστεύσατε. Ἀλλ’ ὡς ὁρῶ, πάσης μὲν ἀγαθῆς ἐλπίδος ἑαυτοὺς ἀποκλείετε, τὸ δὲ ἑαυτῶν πῦρ σωρεύετε καὶ κατισχύετε τὴν ἑαυτῶν φλόγα τῇ ἑαυτῶν ἐπιμένοντες ἀπιστίᾳ καὶ ταῖς κατ’ ἐμοῦ βλασφημίαις τὸ περιμένον ὑμᾶς τῆς αἰωνίου κολάσεως πῦρ μειζόνως ἐξάπτοντες. διὸ καὶ ἐν λύπῃ κοιμηθήσεσθε, ἢ κατὰ τὸν Σύμμαχον· ἐν ὀδύνῃ κοιμηθήσεσθε, ἢ κατὰ τὸν Ἀκύλαν· εἰς διαπόνησιν κοιμηθήσεσθε. Ἀλλ’ ἵνα μὴ ταῦτα πάθοιτε, ἔτι καὶ νῦν παραινῶ ἐπιστρέψαι καὶ τούτων ἐπακοῦσαί μου τῶν λόγων. καὶ δὴ ἀκούετε, ὦ ἄνδρες οἱ προσποιούμενοί τε τὸν κύριον τιμᾶν, ἐναντία δὲ πράττοντες τῇ τοῦ κυρίου βουλῇ ἐν τῷ τὸ δίκαιον ἐλαύνειν καὶ τὴν ἀλήθειαν αὐτὴν ἔχθραν ἡγεῖσθαι, ἐπειδὴ ἐκ πολλῆς ἄγαν ἀβελτηρίας οἱ τῶν Ἰουδαίων δῆμοι τὸν μονογενῆ τοῦ θεοῦ λόγον ὁρῶντες ἐν εἴδει τῷ καθ’ ἡμᾶς, τοῦτ’ ἔστιν γενόμενον ἄνθρωπον, οὐ συνίεσαν μὲν τὸ ἐπ’ αὐτῷ μυστήριον, ἀσυνετοῦντες δὲ πλεισταχοῦ παλιμφήμοις ἐλύπουν φωναῖς ἀνοσίως. καθάπερ ἔφην ἀρτίως, ἐναργῆ καθίστησιν αὐτοῖς τὴν εὐπρεπεστάτην αὐτοῦ δόξαν τε καὶ δύναμιν, καὶ τοῦ μικρὰ φρονεῖν ἐπ’ αὐτῷ βούλεσθαί τινας ἀποκομίζει λέγων· πεποίθατε ἐπὶ τῷ κυρίῳ. ἐναργέστατα δὴ οὖν κύριον ἑαυτὸν καὶ θεὸν εἶναί φησιν, ἀποκομίζων ὡς ἔφην τοῦ χαμαιπετῆ περὶ αὐτοῦ βούλεσθαι φρονεῖν τε καὶ λέγειν. τί οὖν ἐστιν ὅ φημι· ἀποβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. ἀντὶ δὲ τοῦ· καὶ εἰς τὸν βόθυνον, ὁ Σύμμαχος· εἰς τὴν τρυμαλιάν, ὁ δὲ Ἀκύλας· πρὸς ἐκκοπήν. ἔοικε δὲ διὰ τούτων ὁ λόγος αἰνίττεσθαι αὐτὴν ἐκείνην τὴν τὸ σῶμα τοῦ σωτῆρος ὑποδεξαμένην πέτραν ,ἐν ᾗ ὁ Ἰωσὴφ τὸ σπήλαιον ὤρυξεν ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ. εἶτ’ ἐνθένδε μεταβαίνει ἐπὶ τὸ παράδειγμα τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας, οἳ δίκην πέτρας ἄγονοι καὶ ἄκαρποι καὶ ἄπαιδες γενόμενοι καὶ μέχρι γήρως ἐστειρωμένοι ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει συνέστησαν. διό φησιν· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν. ὥσπερ οὖν ἐπὶ τοῦ Ἀβραὰμ πεποίηκα, οὕτω μὴ ἀπογινώσκετε, ὡς καὶ ἀπὸ τῆς πέτρας ταύτης, ἣν ὑμεῖς αὐτοὶ ἐλατομήσατε, ἔσται τις ἐλπὶς ἅπασιν ἀνθρώποις σωτηρίας, ὡς μὴ ἀπολειφθῆναι τῆς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας, τὴν δοθησομένην ἅπασι τοῖς ἔθνεσιν ἐξ ἐμοῦ διὰ τῆς εἰρημένης πέτρας χάριν. ἦν μὲν οὖν πέτρα καὶ τὸ σπήλαιον, ὃ ἐλατόμησεν ὁ Ἰωσὴφ εἰς μνημεῖον, ἀλλὰ καὶ τὸν Χριστὸν αὐτὸν οἶδεν ὁ θεῖος Ἀπόστολος πέτραν ὀνομάζειν λέγων· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. ἐπεὶ δὲ χεῖρας ἐπιβαλόντες τὸ σῶμα τοῦ Χριστοῦ ἐλωβήσαντο κατὰ τὸ πάθος οἱ τὸν θάνατον αὐτοῦ τυρεύσαντες, εἰκότως πρὸς αὐτοὺς εἴρηται τό· ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. τοῦτο δὲ διδάσκει καὶ αὐτὸς ὁ σωτὴρ ἐν Ψαλμοῖς λέγων· ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. μήποτε δὲ βόθυνον λάκκου ᾐνίξατο τὴν τρωθεῖσαν τοῦ σώματος αὐτοῦ πλευράν, ἐξ ἧς αἷμα καὶ ὕδωρ ἐξῆλθεν. Ἀλλὰ γὰρ ὥσπερ ἐπὶ τοῦ Ἀβραὰμ καὶ τῆς ἀγόνου καὶ ἀτέκνου καὶ τὴν φύσιν ἐστειρωμένης Σάρρας παραδόξῳ καὶ θεϊκῇ δυνάμει ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει συνέστη, οὕτω καὶ νῦν γενήσεται διὰ τῆς λατομηθείσης καὶ ὀρυχθείσης ὑφ’ ὑμῶν πέτρας. δι’ αὐτῆς γὰρ τῆς Σιών, λέγω δὲ τὸ θεοσεβὲς πολίτευμα, τὴν ἀπεγνωσμένην Σιὼν δὲ λέγω· καὶ σὲ νῦν παρακαλέσω, Σιών, τὸ θεοσεβὲς δηλῶν παρακαλέσω, ὅπερ εἰς ἔρημον δι’ ὑμᾶς κατέστη. πλὴν αὐτὸς ἐγὼ ἀναλήψομαι τὴν ἐρημίαν αὐτῆς καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον καὶ τὰ πρὸς δυσμὰς αὐτῆς ὡς παράδεισον κυρίου. ὡς ἐν παραθέσει δὲ τῆς πάλαι ἐχούσης τὸν ἄνδρα νῦν ἡ ἐξ ἐθνῶν ἐκκλησία πάλιν ἔρημος ὠνομάσθη· ὥσπερ οὖν καὶ ἐν οἷς ὁ αὐτὸς προφήτης θεσπίζει λέγων· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. τίς δὲ ἦν ἡ τὸν ἄνδρα ἔχουσα ἀλλ’ ἢ ἡ τὸ βιβλίον τοῦ ἀποστασίου ποιησαμένη; ἐν δέ γε τῇ ἐρήμῳ ἔσται τίς φησι παράδεισος ἐοικότως τῷ παραδείσῳ τοῦ θεοῦ, ὃν ἐν τῇ κοσμοποιΐᾳ πεφυτεῦσθαι Μωσῆς συνέγραψε. διὸ λέγεται· ὡς παράδεισος κυρίου, τοῦτον δὲ ἔσεσθαί φησι πρὸς ταῖς δυσμαῖς. τοῖς γὰρ καθημένοις ἐν σκότῳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλε τὸ σωτήριον καὶ ὁ τοῦ θεοῦ παράδεισος ὁ τῶν χαρισμάτων τοῦ ἁγίου πνεύματος πεπληρωμένος, ἔνθα φησὶν εὑρήσειν ἀγαλλίαμα καὶ εὐφροσύνην καὶ πρὸς τούτοις ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως, τῶν μὲν κατορθούντων φωνὴν αἰνέσεως ἀφιέναι, τῶν δὲ ἐπιστρεφόντων ἐκ προτέρων ἁμαρτημάτων δι’ ἐξομολογήσεως καθαιρομένων.