Ancient Greek · ~43 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.36.1
Not analysed yet
Προειπὼν γοῦν περὶ τῆς τῶν ἐθνῶν κλήσεως τὰ δηλωθέντα ὡς περὶ νήσων καὶ ἐθνῶν ἀκολούθως διὰ τῶν παρόντων ἐπήγαγεν, ὅτι εἰ καὶ καθῄρηται ἡ παρὰ Ἰουδαίοις Σιών, τοῦτ’ ἔστι τὸ θεοσεβὲς πολίτευμα τὸ πάλαι συνεστὼς παρ’ αὐτοῖς, ἀλλὰ μὴ λεγέτω Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου· οὔτε γὰρ δυνατὸν λήθην ποιήσασθαι τὸν θεὸν τοῦ ἐν ἀνθρώποις θεοσεβοῦς πολιτεύματος. καὶ παραδείγματι κέχρηται φυσικῷ· ὡς γὰρ ἀδύνατόν ἐστι μητέρα τοῦ ἰδίου τέκνου λαθεῖν καὶ ὡς οὐ δυνατὸν μὴ ἐλεῆσαι τὴν γεννήσασαν τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς, οὕτως κἀμὲ τὰς ἐν ἀνθρώποις λογικὰς ψυχὰς ὥσπερ τέκνα συστησάμενον ἀδύνατόν ἐστιν ἐπιλαθέσθαι τοῦ ἐν ἀνθρώποις θεοσεβοῦς πολιτεύματος. διὸ μὴ λεγέτω ἡ Σιών Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου· θᾶττον γὰρ μήτηρ ἐπιλάθοιτο τῶν ἑαυτῆς σπλάγχνων ἢ ἐγὼ τοῦ τῶν ἀνθρώπων γένους, ὅπερ δεῖ πάντως συνεστάναι, εἴτε ἐξ Ἰουδαίων εἴτε ἐξ Ἑλλήνων εἴτε ἐξ ὁποίων δὴ ἐθνῶν. σφόδρα δὲ ἀναγκαίως ἐπεξεργάζεται τὴν διάνοιαν λέγων· ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐναντίον μου εἶ διὰ παντός, δι’ ὧν ἄντικρυς παρίστησι τὴν ἀληθινὴν Σιὼν ἄπτωτον εἶναι καὶ ἀκαθαίρετον ἀεὶ μένουσαν καὶ διὰ παντὸς συνεστῶσαν. ὥστ’ εἴ τις αὐτῆς ἐν θεωρίᾳ γενέσθαι ποθεῖ μὴ κάτω περιβλεπέσθω μηδὲ ἐπὶ τῆς Παλαιστίνης χώρας αὐτὴν ἀναζητείτω, ἀκουέτω δὲ τοῦ θεοῦ λέγοντος αὐτῇ· ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός· χεῖρες γὰρ ὡς ἀληθῶς θεοῦ τὴν τοιαύτην οἰκοδομοῦσι πόλιν, μᾶλλον δὲ διατυποῦσιν αὐτὴν καὶ διαζωγράφουσιν, ὥσπερ ἐν πίνακος γραφῇ διαχαράττουσαι τὴν θέσιν καὶ τοὺς τύπους τῆς κατὰ θεὸν πολιτείας ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς συνιστῶσαι. ὃ δὴ καὶ αὐτὸς ὁ τῆς ἑαυτοῦ πόλεως οἰκοδόμος, δηλαδὴ ὁ τοῦ θεοῦ λόγος ἐδίδασκε λέγων· ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. τὸ γὰρ θεοσεβὲς πολίτευμα καὶ ἡ ἄπτωτος καὶ ἀκαθαίρετος τοῦ θεοῦ πόλις ἡ λεγομένη Σιὼν καὶ ἐπὶ τῶν κατορθούντων ἐπὶ τῷ προτέρῳ λαῷ νοεῖται καὶ ἐπὶ τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ διαπρεπόντων. διὸ λέλεκται πρὸς αὐτήν· μὴ λέγε Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου· οὐ γὰρ ἐπιλήσομαι σοῦ, εἶπε κύριος. ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός. Εἶτ’ ἐπειδήπερ ἐν βραχεῖ χρόνῳ ἡ ἐξ ἐθνῶν ἐκκλησία συνέστη μετὰ τὴν ἀπόπτωσιν τοῦ παρὰ Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος, ἐπιλέγει ἑξῆς· καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὧν καθῃρέθης· ὥσπερ γὰρ Ἰουδαῖοι τῆς καθαιρέσεως αὐτῆς γεγόνασιν αἴτιοι, οὕτω πάλιν ἐξ αὐτῶν ἦσαν οἱ τῆς νέας οἰκοδομῆς ἐργάται, οἱ ἀπόστολοι δηλαδὴ τοῦ σωτῆρος ἡμῶν, μαθηταί τε καὶ εὐαγγελισταί, δι’ ὧν ἡ ἐξ ἐθνῶν ἐκκλησία τοῦ θεοῦ ἀνεγήγερται. καὶ αὐτοὶ δὲ οὗτοι τὴν Ἰουδαϊκὴν ἐθελοθρησκείαν καθελόντες, ὡς ὁ Παῦλος διδάσκει λέγων· εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, τὴν νέαν Σιὼν κατὰ τὴν εὐαγγελικὴν συνεστήσαντο πολιτείαν, ἕτεροι δὲ παρὰ τούτους δηλοῦνται ἑξῆς οἱ ἐρημώσαντες μὲν τὴν Σιών, οὐ μὴν καὶ οἰκοδομήσαντες αὐτήν, περὶ ὧν εἴρηται· καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται. θαυμάσαι δέ ἐστιν, ὅπως πρὸς τῇ διανοίᾳ καὶ κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐπληροῦτο τοῦ παντὸς Ἰουδαίων ἔθνους μετὰ τὴν σύστασιν τῆς ἐξ ἐθνῶν ἐκκλησίας ἀποβλήτου γενομένου τῆς αἰσθητῆς πόλεως τῆς κατὰ Παλαιστίνην κειμένης πρὸς τῷ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος ἐκπεσεῖν. Μετὰ ταῦτα προσωποποιεῖ ὥσπερ τινὰ νύμφην εἰσάγων ἐπὶ πλήθει τέκνων κομῶσαν, προσφωνεῖ τε αὐτῇ λέγων· ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσει. τίνας δὲ πάντας οὐκ εἴρηκεν διὰ τὸ ἤδη προφθάσαι καὶ διδάξαι, τίνες ἦσαν καὶ πόθεν οὗτοι, ἐν οἷς ἔλεγεν· ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι ἐκ γῆς Περσῶν. οὗτοι πάντες φησὶ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ καὶ ἐπιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης· κοσμίαις γοῦν ψυχαῖς ταῖς ἐν αὐτῇ διαπρεπούσαις ἡ νύμφη τοῦ κυρίου, ἡ ἐκκλησία δηλαδὴ σεμνύνεται φαιδρυνομένη καὶ καλλωπιζομένη τῷ πλήθει τῶν ἀρετῶν καὶ τῶν ἐξ ἁγίου πνεύματος χορηγουμένων αὐτῇ χαρισμάτων. Εἶτά φησι· καὶ τὰ ἔρημά σου καὶ τὰ κατεφθαρμένα καὶ τὰ καταπεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων σε· ἀντὶ γὰρ τῶν ἀποβλήτων τοῦ ἐκ περιτομῆς λαοῦ τὸ πολὺ πλῆθος τῆς ἐκκλησίας καθ’ ὅλης τῆς οἰκουμένης ἐξ ἁπάντων ἀντεισήχθη τῶν ἐθνῶν. ἀλλ’ οὗτοι μὲν εἰσεποιήθησαν, μακρυνθήσονται δέ φησιν ἀπὸ σοῦ οἱ καταπίνοντές σε. ὁποῖοι ἦσαν πάλαι πρότερον οἱ ἐν τῷ ἐκ περιτομῆς λαῷ πολλὰ δυνάμενοι ψευδοπροφῆται καὶ Φαρισαῖοι καὶ Σαδδουκαῖοι κἀκεῖνοι, περὶ ὧν ἐλέγετο· οἱ καταπίνοντες τὸν λαὸν ὅλῳ τῷ στόματι, οὓς ἐλαθήσεσθαι καὶ μακρυνθήσεσθαι τῆς καινῆς καὶ νέας τοῦ θεοῦ πόλεως προλέγει, τοσοῦτον δὲ ἔσεσθαι τὸ πολὺ πλῆθος τῶν προσιόντων τῇ δηλωθείσῃ πόλει θεσπίζει ὡς ἐθέλειν οἰκοδομὰς εὐρυτέρας καὶ μείζους. Ὃ δὴ αὐτὸ δηλοῦται ἐν τῷ· ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπώλεσας Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω· ἦσαν γὰρ ἐν ἀπωλείᾳ ποτὲ οὗτοι οἱ διὰ τῆς σωτηρίου χάριτος τῇ πολιτείᾳ τοῦ θεοῦ προσδραμόντες, οὓς ὁρῶσα ἡ ἐκκλησία τοῦ θεοῦ ἀποθαυμάσει λέγουσα· Τίς ἐγέννησέ μοι τούτους; τὸ ξένον τῆς τῶν ἐθνῶν κλήσεως ἐκπληττομένη, ὁμολογήσει τε τὴν ἐπισυμβᾶσαν αὐτῇ ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀτεκνίαν. διό φησιν· ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; Εἶτ’ ἐπειδήπερ ἠπόρησεν, ἀποκρίνεται πρὸς αὐτὴν ὁ θεὸς λέγων· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσι, διδάσκων ὅτι υἱοὺς αὐτῆς καὶ θυγατέρας, περὶ ὧν εἶπεν, ὅτι οὗτοι δέ μοι ποῦ ἦσαν; ἐκ τῆς ἐκλογῆς τῶν ἐθνῶν πρὸς αὐτὴν συνάξει. τὴν χεῖρα δέ μού φησιν ἀρῶ εἰς τὰ ἔθνη καὶ εἰς τὰς νήσους, δηλαδὴ τῆς ἐκκλησίας τὸ σύσσημον. ποῖον δὲ τοῦτο ἢ τοῦ σωτηρίου πάθους καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ τὸ εὐαγγελικὸν κήρυγμα, μεθ’ ὃ ἄξουσί φησι τοὺς υἱούς σου βασταζομένους ἐν ἀγκάλαις· οὕτως γὰρ ἡρμήνευσεν ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων· ὁ μὲν εἰπών· καὶ ἄξουσι τοὺς υἱούς σου ἐν ἀγκάλαις, ὁ δέ· καὶ οἴσουσι τοὺς υἱούς σου ἐν ἀγκάλαις, τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσι. τίνες δὲ τοῦτο πράξουσιν ἢ πάντως που οἱ τοὺς εἰσαγομένους εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ χειραγωγοῦντες αὐτῶν τὴν φρενῶν νηπιότητα; οἷος ἦν Παῦλος λέγων Κορινθίοις· γάλα ὑμᾶς ἐπότισα. Καὶ τιθηνοὺς δὲ ἑξῆς τῆς ἐκκλησίας τοῦ θεοῦ βασιλεῖς εἰσάγει καὶ τὰς ἀρχούσας αὐτῶν τῆς αὐτῆς γενήσεσθαι τροφούς φησιν. ὅπερ καὶ αὐτὸ κατὰ λέξιν πληρούμενον αὐτοῖς εἴδομεν ὀφθαλμοῖς τῶν κρατούντων τῆς ἀνωτάτω ἀρχῆς τιθηνῶν τρόπον διαβασταζόντων τὴν τοῦ θεοῦ ἐκκλησίαν, αἱ δὲ τούτων ἄρχουσαι, δηλαδὴ αἱ καθ’ ἕκαστον ἔθνος καὶ καθ’ ἑκάστην ἐπαρχίαν ἀρχαὶ καὶ ἐξουσίαι τῇ ἀνωτάτω βασιλείᾳ διακονούμεναι τροφῶν δίκην ἐξυπηρετήσονται τοῖς ἐνδεέσι τῆς ἐκκλησίας νεύματι βασιλικῷ τὰ σιτηρέσια χορηγοῦσαι αὐτοῖς· διὸ τροφοὶ αὐτῆς ὠνομάσθησαν, ἢ κατὰ τὸν Σύμμαχον γαλοῦχοι φήσαντα· καὶ ἄρχουσαι αὐτῶν γαλοῦχοί σου. τίς δὲ ὀφθαλμοῖς ὁρῶν τὰς εἰρημένας ἀρχὰς καὶ τὰς ἐξουσίας ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ γόνυ καμπτούσας καὶ τὸ μέτωπον ἐρειδούσας ἐπὶ τοῦ ἐδάφους, οὐκ ἂν ὁμολογήσειε πρὸς λέξιν καὶ πρὸς ἱστορίαν τέλος εἰληφέναι καὶ ταύτην τὴν προφητείαν διαρρήδην φήσασαν· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν. ἐπειδὰν δὲ ταῦτά φησι δι’ ἔργων χωρήσῃ, τότε γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με· καλὸν γὰρ τὸ μὴ ὀλιγωρεῖν μηδ’ ἀπογινώσκειν τὴν ἐλπίδα τῶν ἐπηγγελμένων πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως· οὐ γὰρ αἰσχυνθήσονται οἱ ὑπομένοντες αὐτόν. Ταῦτ’ εἰπὼν ἑξῆς διδάσκει τίνα τρόπον τὰ ὑποχείρια τῷ διαβόλῳ ἔθνη ἠλευθερώθη αὐτοῦ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν δυνάμεως· λέγει γάρ· μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; γίγαντα σημαίνων τὸν διάβολον καὶ τὴν ἀντικειμένην δύναμιν. μήτι οὖν τῷ τυχόντι φησὶ δυνατόν ἐστι γίγαντα παρατάξασθαι καὶ σκυλεῦσαι τὸν οὕτως ἰσχυρόν; εἰ δὲ καὶ ἐπιχειρήσειέ τις τὸν τοιοῦτον αἰχμαλωτεῦσαι, δικαίως γε ποιῶν ἄρα σωθήσεται; οὐχὶ κρατηθεὶς ὑπὸ τοῦ γίγαντος ὡς ὑπὸ ἰσχυροτέρου κινδυνεύσει περὶ τῆς αὐτοῦ σωτηρίας; ἀντὶ δὲ τοῦ ἀδίκως ἡ Ἑβραϊκὴ λέξις δικαίως περιέχει· ὁ γὰρ αἰχμαλωτεύων γίγαντα δικαίως τοῦτο ποιήσειε καὶ ὁ σκυλεύων αὐτὸν ὁμοίως. ὅθεν ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων δίκαιον ἡρμήνευσαν· δίκαιον γὰρ τὸν τύραννον καὶ πάντα τὸν ἀδίκως κατέχοντα σκυλεύειν καὶ αἰχμάλωτον ποιεῖν, ἀλλὰ γὰρ τίς οὗτος ὁ δυνατὸς παρατάξασθαι τῷ τοιούτῳ καὶ διασωθῆναι ἀνθρώπων μὲν οὐδείς, τὸ δὲ παρὰ ἀνθρώποις ἀδύνατον ὅπως θεῷ δυνατόν ἐστιν, ἐπακούσατε· Οὕτως λέγει κύριος· καὶ γίγας σκυλευθήσεται καὶ ὁ σκυλεύων αὐτὸν σωθήσεται. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ἀλλὰ καὶ αἰχμαλωσία δυνατοῦ ληφθήσεται καὶ λῆψις φοβεροῦ διασωθήσεται. τίς οὖν ἐστιν ὁ ταῦτα πράξων, εὐθὺς παρίστησι λέγων· ἐγὼ δὲ τὴν κρίσιν μου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς μου ῥύσομαι, ἑαυτὸν σαφῶς διδάξας εἶναι τὸν μόνον δυνατὸν ἀφελέσθαι τοῦ δηλωθέντος τὰ σκῦλα. εἶθ’ ἑξῆς διερμηνεύει, τίνες τὰ σκῦλα τοὺς υἱοὺς αὐτοῦ εἶναι λέγων· διὸ ἐπιφέρει· τοὺς υἱούς μου ῥύσομαι, ὧν ῥυσθέντων οἱ ἀφῃρημένοι αὐτῶν ἐξ ἐπηρείας, αὐτοὶ τὰς ἑαυτῶν σάρκας φάγονται καὶ τὸ αἷμα αὐτῶν ὡς οἶνον πίονται· οὐκέτι γὰρ ἑτέρων σάρκας ἐσθίειν δυνάμενοι τὰς ἑαυτῶν φάγονται οὐδὲ ἐκπίνειν ἔτι τὸ αἷμα τῶν ἀνθρωπείων ψυχῶν δυνάμενοι τὸ ἑαυτῶν αἷμα πίονται ὡς καὶ μεθυσθῆναι αὐτοὺς ἐξ αὐτοῦ. τούτων δὲ οὕτως πραχθέντων αἴσθησις ἔσται πάσῃ τῇ σαρκί, τοῦτ’ ἔστι πᾶσιν ἀνθρώποις καὶ τοῖς ἔτι σαρκίνοις οὖσιν, ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος. τίνα δὲ σὲ ἢ τὴν ἐμαυτοῦ πόλιν καὶ τὴν ἀποδοθεῖσαν Σιών, πρὸς ἣν πάντα ταῦτ’ ἐλέγετο. τοῦτο οὖν γνώσονταί φησι καὶ ὁμολογήσουσιν ἁπαξαπλῶς πάντες ὡς οὐκ ἦν θνητῆς φύσεως τὸ κατόρθωμα τῆς τοσαύτης τῶν ἐθνῶν σωτηρίας, ἀλλὰ θεοῦ δύναμις, ἣν ἡ τοὺς ἰδίους υἱοὺς ῥυσαμένη ἀπὸ τοῦ προλεχθέντος γίγαντος καὶ τῶν σὺν αὐτῷ. καθ’ ἑτέραν δὲ διάνοιαν δύναται ταῦτα ἐπὶ τοὺς κατὰ καιρὸν διώκοντας τὴν τοῦ θεοῦ ἐκκλησίαν ἀναφέρεσθαι τοῦ λόγου τὸ τέλος αὐτῶν καὶ τὴν καταστροφὴν διαγράφοντος καὶ ὡς τὰς ἑαυτῶν σάρκας φάγονται καὶ τὸ αἷμα ἑαυτῶν πίονται. ὅτε καὶ γνώσονται πάντες καὶ ὁμολογήσουσιν, ὅτι μὴ θνητὴ δύναμις ἦν ἡ τὴν ἐκκλησίαν τοῦ θεοῦ ῥυσαμένη, ἀλλ’ ἦν ὁ ἀντιλαμβανόμενος αὐτῆς θεὸς Ἰακώβ. ἀντὶ δὲ τοῦ· θεὸς Ἰακώβ, ἰσχυρὸς Ἰακὼβ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν. εὐκαίρως δὲ τοῦ θεοῦ Ἰακὼβ ἢ τοῦ ἰσχυροῦ Ἰακὼβ ἐμνημόνευσεν ὁ λόγος ἀναπέμπων ἡμᾶς ἐπὶ τὸν ἐν ἀνθρώπου σχήματι τῷ πατριάρχῃ Ἰακὼβ ὀφθέντα θεόν, ὃν οὐδὲ ἕτερον ὑποληπτέον εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ. ἀσώματον τὸ θεῖον, ἄϋλον, ἀναφὲς καὶ ἁπλοῦν· καὶ οὐκ ἄν τις ἐπ’ αὐτῷ τὰ εἰκότα δρῶν φαντασίαν τινὰ λάβοι σωματικήν. πλὴν τὸ γράμμα τὸ ἱερὸν ἀνθρωπίνως ἡμῖν τὸ περὶ αὐτοῦ διαλέγεται. οὐ γὰρ ἦν ἑτέρως δυνηθῆναι νοεῖν τοὺς ἐν αὐτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ καθάπερ ἐν τάξει παραδειγμάτων παρεκομίσθη τὰ καθ’ ἡμᾶς, ἵν’ ἐκ τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων κἂν τὸ ἐκ μέρους νοεῖν ἰσχύσωμεν τὰ περὶ τῆς θείας οὐσίας.