Ancient Greek · ~27 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.39.1
Not analysed yet
Ἡ προσθήκη Ἰερουσαλὴμ οὔτε ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται, ἀλλ’ ὁ μὲν Ἀκύλας · ἐξεγείρου φησὶν ἐξεγείρου, ἔνδυσαι κράτος, βράχιον κυρίου, καὶ ὁ Σύμμαχος· ἐξεγείρου ἐξεγείρου, ἔνδυσαι κράτος, βράχιον κυρίου, καὶ ὁ Θεοδοτίων δὲ ὁμοίως· ἐξεγείρου ἐξεγείρου, ἔνδυσαι κράτος, βράχιον κυρίου. ὅτι τοίνυν κατὰ πάντας τοὺς ἑρμηνευτὰς καὶ κατ’ αὐτὴν τὴν Ἑβραϊκὴν φωνὴν οὐ τῇ Ἰερουσαλὴμ ὁ λόγος προσφωνεῖ, ἀλλὰ τῷ βραχίονι κυρίου· ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς εἰς τὸν βραχίονα κυρίου τὴν τοῦ λόγου προσφώνησιν ἀναφέρειν, περὶ οὗ ἀνωτέρω ἐλέγετο· καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν. ἐφάσκομεν δὲ τὴν θεότητα τοῦ λόγου τοῦτον σημαίνεσθαι τὸν τρόπον, ἐπεὶ τοίνυν τῷ λαῷ παρεκελεύσατο μὴ φοβεῖσθαι ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθαι, ἀκολούθως ἐκ προσώπου τοῦ λαοῦ εὐχὴ ἀναπέμπεται πρὸς τὸν βραχίονα τοῦ θεοῦ παρακλητική, ἐξεγερθῆναι αὐτὸν καὶ ὑπερμαχῆσαι τοῦ ἰδίου λαοῦ καθικετεύουσα. ἡμεῖς γάρ φησιν οὐδέν ἐσμεν μὴ σοῦ προασπίζοντος καὶ ὑπερμαχοῦντος ἡμῶν, ὅθεν σὺ αὐτὸς ὁ βραχίων κυρίου ἐξεγείρου ἐξεγείρου καὶ ἔνδυσαι τὴν σαυτοῦ ἰσχὺν καὶ τὸ σαυτοῦ κράτος. οὕτω δέ φησιν ἐξεγείρου ὡς καὶ ἐν τοῖς πρὸ τούτου χρόνοις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ἐξεγέρθητι κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν, γενεὰς αἰώνων. σὺ γὰρ ἦσθα ὁ τὸν μέγαν δράκοντα τὸν ἐν Αἰγύπτῳ τραυματίαν ἀπεργασάμενος καὶ τὴν ἀλαζονείαν αὐτοῦ καθελών, ὁπηνίκα ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψας εἰς θάλασσαν. καὶ νῦν ἐξεγείρου ὁ βραχίων κυρίου, ὅπως καὶ ἐφ’ ἡμῶν τὰ ὅμοια ἐργάσῃ καὶ διαγάγοις ἡμᾶς σώους ἀπὸ παντὸς πειρατηρίου. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· μήτι οὐ σὺ αὐτὸς ὁ λατομήσας ὅρμημα; ἢ ἀλαζονείαν κατὰ τὸν Σύμμαχον, ἀλλὰ καί· ἐτραυμάτισας δράκοντα, ἢ κατὰ τὸν Θεοδοτίωνα· μήτι οὐ σὺ αὐτὸς ὁ ἐρημώσας θάλασσαν, ὕδωρ ἀβύσσου, ὁ θεὶς βάθη θαλάσσης ὁδὸν τοῦ διελθεῖν αὐτὴν ἐρρυσμένους καὶ λελυτρωμένους ὑπὸ κυρίου. Αὐτὰ τοίνυν τὰ ἐπὶ τῶν παλαιῶν ὑπὸ σοῦ τοῦ βραχίονος κυρίου πεπραγμένα καὶ καθ’ ἡμᾶς οἰκονόμησον· οὕτω γὰρ οἱ μὲν πολέμιοι καὶ ἐχθροὶ τοῦ σοῦ λαοῦ τὰ ὅμοια τοῖς παλαιοῖς τυράννοις πείσονται, οἱ δὲ σοὶ θεράποντες καὶ οἰκεῖοι ἥξουσιν εἰς Σιὼν μετ’ εὐφροσύνης, δηλαδὴ τὴν ἐπουράνιόν σου πόλιν, εἰς ἣν ἀφικόμενοι μετ’ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου ὥσπερ νικηταί τινες τοῖς παρὰ σοῦ βραβείοις ἀναδήσονται· ἐπὶ κεφαλῆς γοῦν αὐτῶν ἔσται αἴνεσις, ἣν ἀντὶ στεφάνου περιθήσονται, καὶ εὐφροσύνη καταλήψεται αὐτούς. ὅτε καὶ παντὸς φόβου ἐκτὸς γενήσονται οὐκέτι πολεμίους οὐδὲ ἐχθροὺς ὑφορώμενοι· ἐν γὰρ τῇ ἐπουρανίῳ Σιὼν ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Ταῦτα τοῦ προφητικοῦ πνεύματος εὐξαμένου ἐκ προσώπου τοῦ νέου λαοῦ καὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ὁ παρακληθεὶς βραχίων τοῦ κυρίου ἀποκρίνεται καί φησιν· ἐγώ εἰμι ὁ παρακαλῶν σε· αὐτὸς γάρ ἐστιν ὁ ἱλασμὸς ἡμῶν καὶ ὁ παρακαλῶν τοὺς ταπεινούς. εἶτα καὶ ὑπομιμνῄσκει εὐκαίρως τῆς λογικῆς καὶ κατ’ εἰκόνα θεοῦ πεποιημένης οὐσίας λέγων· γνῶθι τίς οὖσα ἐφοβήθης· σὺ μὲν γὰρ παρ’ ἐμοῦ μεγίστης ἠξίωσαι τιμῆς, ὡς παρακαλεῖσθαι ὑπ’ ἐμοῦ. διό φημι· ἐγώ εἰμι ὁ παρακαλῶν σε. οὐκ οἶδα δ’ ὅπως ἐπιλαθομένη τῆς σαυτῆς ἀξίας δειλίᾳ ὑπήχθης καὶ ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου. λέγει δὲ ταῦτα ὡς πρὸς τοὺς δειλοτέρους καὶ ἀσθενεστέρους τῆς ἐκκλησίας· οἱ γὰρ τελειωθέντες καὶ τοῖς ἐν μαρτυρίοις στεφάνοις κατακοσμηθέντες ἔτυχον τῆς παρ’ αὐτῷ δόξης. ἐπεὶ δὲ οἱ πάντες ἓν σῶμα τυγχάνουσι καὶ πάσχοντος μέλους συμπάσχουσι πάντα τὰ μέλη, εἰκότως καὶ τοῖς δειλοτέροις καὶ ἀσθενεστέροις καὶ κατὰ καιρὸν τῶν διωγμῶν ὑποσκάζουσι τὴν παράκλησιν καὶ τὴν θεραπείαν προσάγει προσκαλούμενος αὐτοὺς ἐπὶ μετάνοιαν. διό φησι· γνῶθι τίς οὖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡς χόρτος ἐξηράνθησαν· δέον γὰρ ἄφοβόν σε καὶ ἀτάραχον διαμένειν ὡς ἂν ἐμὸν ὄντα λαὸν εἰς τὸ τέλος ἀφορῶντα τῆς φθαρτῆς τῶν ἀνθρώπων φύσεως καὶ τοῦ μέλλοντος ὀλέθρου διαδέξεσθαι τούτους αὐτούς, οὓς ἐφοβήθης. Σὺ δὲ τούτους μὲν ἐφοβήθης, ἐπελάθου δὲ θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν, καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε, τοῦ βουλευσαμένου ἐξᾶραί σε. ἀλλ’ εἰ καὶ ἐφοβήθης δι’ ἀσθένειαν, νῦν γοῦν τὸ τέλος αὐτῶν κατανοήσας καὶ τὸν ἐξ ἀνθρώπων ἀφανισμὸν ἐννόησον παρὰ σεαυτῷ καὶ λόγισαι, ποῦ ἄρα ἀπέσβη ὁ θυμὸς ἐκεῖνος τοῦ θλίβοντός σε, ὃν ἐφόβου· ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσονται οὐδὲ φανήσονται οἱ πρότερόν σε πολεμοῦντες, ὑμεῖς δὲ οἱ πρὸς ὀλίγον ταπεινωθέντες ἀναστήσεσθε τῆς πτώσεως, ἧς πεπτώκατε. Καὶ ταῦτ’ ἔσται περὶ ὑμᾶς, ἐπειδὴ ἐγώ εἰμι ὁ θεός σου ὁ μὴ μόνον τὸν Φαραὼ πάλαι ποτὲ τοῖς τῆς θαλάσσης παραδοὺς βυθοῖς καὶ τὸν ἐμαυτοῦ διασώσας λαόν, ἀλλὰ καὶ εἰς ἀεὶ τὴν αὐτὴν τῆς ἐμῆς θεότητος ἀρετὴν ἐνδεικνύμενος. πρὸς ὀλίγον μὲν γὰρ ὅτε βούλομαι τὴν θάλασσαν ἐπαίρεσθαι, συγχωρῶ ὡς ἐξηχεῖν αὐτῆς καὶ ταράσσεσθαι τὰ κύματα, πάλιν δ’ αὐτὴν καταστέλλων πραΰνω καὶ εἰς γαληνὸν ἄγω. διὸ καὶ τοὺς κατὰ τῆς ἐκκλησίας τῆς ἐμῆς διωγμοὺς εἰς δοκιμὴν τῶν ἐμῶν ἀθλητῶν ἀφίημι καὶ συγχωρῶ γίνεσθαι. ἐγὼ γάρ εἰμι ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, ἀλλὰ πάλιν ἐμοῦ θελήσαντος καταστέλλεται καὶ εἰρηνεύει τὰ πάντα. πλὴν ταρασσομένης τῆς θαλάσσης καὶ τῶν κυμάτων αὐτῆς ἐπαιρομένων ἐγὼ τοὺς ἐμαυτοῦ λόγους εἰς τὸ στόμα σου θήσω καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε. ὡς ἂν μή τι πάθοις ὑπὸ τῶν πολεμούντων, ἵνα δὲ ἐπὶ μᾶλλον θαρσαλέος γένῃ καὶ ἀτρεμὴς καὶ ἄπτωτος, μάνθανε ὡς ἐν τῇ ἐμῇ χειρί, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν καὶ τὸν σύμπαντα κόσμον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγον, ἐν αὐτῇ ταύτῃ σκεπάσειν σε ἐπαγγέλλομαι. τί οὖν χρὴ ἀγωνιᾶν ἢ φοβεῖσθαι φόβον ἀνθρώπινον, δέον ὑποτρέχειν τὴν ἐμὴν σκιὰν μηδὲ ἀναχωρεῖν αὐτῆς, ἀλλὰ καὶ τοὺς λόγους μου πάντοτε φέρειν διὰ στόματος; τὸ δέ· θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, ὅμοιον γένοιτ’ ἂν τῷ ὑπὸ τοῦ σωτῆρος ἡμῶν λελεγμένῳ πρὸς τοὺς αὐτοῦ μαθητάς· ὅταν δὲ ἄγωσιν ὑμᾶς εἰς δικαστήρια, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν λόγος ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν. διὰ τοῦτο δὲ τὴν ἐμαυτοῦ χεῖρα, δι’ ἧς ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν, ἐξέφηνα ἀνθρώποις ἐπὶ τῷ εἰπεῖν με τῇ Σιών, τοῦτ’ ἔστι τῷ ἐμῷ λαῷ, θαρσεῖν καὶ μὴ ἀγωνιᾶν ἔτι μηδὲ φοβεῖσθαι ἀπὸ ἀνθρώπου θνητοῦ. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ ἐν σκιᾷ τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἐφύτευσα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ εἰς τὸ εἰπεῖν τῇ Σιών Λαός μου εἶ σύ, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ τοῦ εἰπεῖν τῇ Σιών Λαός μου εἶ σύ. πᾶς τοίνυν ὁ τοῦ θεοῦ λαὸς χρηματίζει ἂν εὐλόγως Σιών, καὶ ἡ Σιὼν οὐδὲν ἕτερον ἔσται ἢ ὁ λαὸς τοῦ θεοῦ. δι’ ὅλου δὲ τοῦ παρόντος λόγου τῷ ἐξ ἐθνῶν λαῷ ταῦτα προσπεφώνηται ὡς ἀποδέδεικται διὰ τῶν ἔμπροσθεν.