Ancient Greek · ~42 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.40.1
Not analysed yet
Τὴν κλῆσιν τῶν ἐθνῶν θεσπίσας ὁ λόγος διὰ τῶν πρὸ τούτου ἐν οἷς ἐλέγετο· ἀκούσατέ μου ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε· ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν, διὰ τῶν προκειμένων ἐπὶ ἑτέραν ὑπόθεσιν μεταβαίνει καὶ προσφωνεῖ τῇ πεσούσῃ Ἰερουσαλήμ, ᾗ διαναστῆναι τοῦ πτώματος παραινεῖ. ἔοικε δὲ σημαίνειν διὰ τούτων τὴν ἐσχάτην αὐτῆς πτῶσιν, ἣν πέπονθε μετὰ τὰ τολμηθέντα ἐν αὐτῇ κατὰ τοῦ σωτῆρος ἡμῶν, δι’ ἃ καὶ τῆς ὀργῆς τοῦ θεοῦ ἐπειράθη. χρηστὸς δὲ ὢν ὁ λόγος καὶ φιλάνθρωπος καὶ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ παραινεῖ αὐτὴν σπεύδειν εἰς μετάνοιαν ὑπογράφων ἐλπίδας ἀγαθάς, εἰ μετανοήσειε. διό φησιν· Ἐξεγείρου ἐξεγείρου ἀνάστηθι, Ἰερουσαλὴμ ἡ πιοῦσα ἐκ χειρὸς κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· οὐκοῦν Ἰερουσαλήμ ἐστιν ἡ πιοῦσα τὸ ποτήριον τῆς ὀργῆς. καὶ ἔστιν ἑτέρα Ἰερουσαλήμ, περὶ ἧς τὰ μάλιστα θεσπίζεται, διόπερ οὐ χρὴ συγχωρεῖσθαι οὐδὲ νομίζειν περὶ τῆς αὐτῆς λέγεσθαι οὐδὲ ἐναντία· ἡ μὲν γάρ ἐστιν ἐν οὐρανῷ, ἧς καὶ βασιλεύειν λέγεται ὁ θεός, ἧς οὔτε ὀργὴ οὔτε θυμὸς ἅπτεται· ἀπέδρα γὰρ ὀδύνη καὶ λύπη καὶ στεναγμὸς ἐξ αὐτῆς, ἡ δέ ἐστι συνεστῶσα ἐπὶ γῆς τοῦ θεοῦ πόλις, δι’ ἧς ἀπεδείκνυμεν σημαίνεσθαι τὸ θεοσεβὲς ἐν ἀνθρώποις πολίτευμα· ἑτέρα δὲ παρὰ ταύτας ἐστὶν ἡ τοῦ θυμοῦ τοῦ θεοῦ πεπειραμένη διὰ τὰς τῶν οἰκητόρων παρανομίας. ἀντὶ δὲ τοῦ· τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, ὁ Σύμμαχος τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ, τὸν κρατῆρα τοῦ σπαραγμοῦ ἔπιε καὶ ἐξεστράγγισε, καὶ οὐκ ἔστιν ὁ παρηγορῶν αὐτὴν ἐξέδωκε. πίνει δέ τις τὸ ποτήριον θυμοῦ καὶ πτώσεως καὶ πιὼν ἐκστραγγίζει, ὅτε πάσας ὑφίσταται τὰς τιμωρίας καὶ τὰς κολάσεις τὰς ἐπαγομένας, ὑπὲρ ὧν ἔπραξεν ἀτοπημάτων. ὡς δὲ ἰατρῶν παῖδες τοῖς καχεκτοῦσι πικρὰς προσάγουσιν ἀντιδότους ὑπὲρ τοῦ καθᾶραι τὴν ἐν τῷ σώματι προϋποκειμένην κάκωσιν, οὕτω καὶ περὶ τοῦ θεοῦ λέλεκται· ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς· ἀναλόγως γὰρ τοῖς ὑποκειμένοις τῇ ψυχῇ πάθεσιν ὁ τῶν ψυχῶν ἰατρὸς τὰς τιμωρίας αὐτῇ προσάγει ὥσπερ τινὰς ἀντιδότους θεραπευτικὰς ἐπὶ καθάρσει τῆς προϋποκειμένης κακίας. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς Ἰερουσαλήμ, τοῦ τε ἐν αὐτῇ λαοῦ γεγονέναι διδάσκει. οὐδένα δέ φησιν εὑρῆσθαι τῶν ἐν αὐτῇ γεγεννημένων υἱῶν αὐτῆς τὸν δυνάμενον αὐτὴν παρακαλέσαι καὶ τῶν κακῶν ἀπαλλάξαι. ὃ δὴ καὶ αὐτὸ ἐπληροῦτο οὐκ ἄλλοτε ἢ μετὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν, ὅτε οὔτε προφήτης οὔτε ἱερεὺς οὔτε τις τῶν θεοφιλῶν ἀνδρῶν εὕρηται ἐν αὐτῇ, ἐπεὶ καὶ τοῦ σωτῆρος ἡμῶν τοὺς μαθητὰς καὶ ἀποστόλους καὶ εὐαγγελιστὰς ἐξ ἑαυτῶν ἤλασαν, τοὺς μὲν ἀνελόντες, τοὺς δὲ πληγαῖς αἰκισάμενοι καὶ πορρωτάτω ἑαυτῶν ἐκδιώξαντες. κατὰ γὰρ τοὺς τῶν Βαβυλωνίων χρόνους πολιορκηθείσης τῆς πόλεως καὶ τοῦ λαοῦ αἰχμαλώτου ληφθέντος ὑπελίποντο ἐν αὐτοῖς ἄνδρες δίκαιοι καὶ προφῆται οἱ παρακαλεῖν αὐτοὺς δυνάμενοι. ἀλλὰ νῦν φησιν ἡ προφητεία· οὐδεὶς ἦν ὁ παρακαλῶν σε ἀπὸ τῶν τέκνων σου, ὧν ἔτεκες. ἀντὶ δὲ τοῦ· δύο ταῦτα ἀντικείμενά σοι, ὁ Σύμμαχος δύο φησίν ἐστι ταῦτα τὰ συσταθέντα σοι· τίς λυπηθήσεταί σοι; ἡ ταλαιπωρία καὶ ἡ συντριβὴ καὶ ὁ λιμὸς καὶ ἡ μάχαιρα· τίς παρηγορήσει σε; Καὶ ἐπιλέγει κατὰ τὸν Σύμμαχον· οἱ υἱοί σου ἐπορεύθησαν ἀγόμενοι ἐπ’ ἀρχῆς πάντων ἀμφιβλήστρων ὡς ὄρυξ ἐν ἀμφιβλήστρῳ, καὶ κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς ἀντὶ τοῦ· ὡς σευτλίον ἡμίεφθον, ὡς ὄρυξ εἴρηται ἠμφιβληστρευμένος ἢ συνειλημμένος. ὄρνεον δέ ἐστιν ὄρυξ οὕτω καλούμενος, ᾧ παραβάλλει τοὺς υἱοὺς Ἰερουσαλὴμ ἀμφιβλήστρῳ τοῦ διαβόλου περιβληθέντας· διὸ καὶ τῷ θυμῷ παρεδόθησαν. ὅθεν ὁ Σύμμαχος ἐπιλέγει· οἱ πλήρεις ὀργῆς κυρίου, ἐπιτιμήσεως τοῦ θεοῦ. Καὶ ἐπιφέρει· διὰ τοῦτο ἄκουσον δὴ κεκακωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου. καὶ ἐπιφέρει κατὰ τὸν Σύμμαχον· τάδε λέγει ὁ δεσπότης σου· καὶ ὁ θεός σου ὑπερμαχήσει τοῦ λαοῦ αὐτοῦ. ἰδοὺ ἦρα ἀπὸ τῆς χειρός σου τὸ ποτήριον τοῦ σπαραγμοῦ, τὸν κρατῆρα τὸ ποτήριον τοῦ θυμοῦ, οὐ προσθήσεις πιεῖν αὐτὸ ἔτι. ἐπαγγέλλεται δὲ τῇ Ἰερουσαλὴμ ὁ λόγος λήψεσθαι ἀπ’ αὐτῆς τὸ ποτήριον τοῦ θυμοῦ, εἰ μετανοήσειε· τὸ γὰρ ἰδοὺ ἦρα ἀντὶ τοῦ λήψομαι εἴρηται. εἰ τάδε ποιήσειες τὰ προσταττόμενά σοι καὶ εἰ πεισθείης τῷ φάσκοντί σοι λόγῳ· Ἐξεγείρου ἐξεγείρου ἀνάστηθι, Ἰερουσαλήμ· ἐξεγερθείσῃ γὰρ αὐτῇ καὶ διαναστάσῃ ἐπαγγέλλεται τὰ εἰρημένα, ὡσεὶ μὴ πεισθείη μηδὲ διεγερθείη μηδὲ τοῦ πτώματος ἀνασταίη, μείνειε δὲ ἀπειθὴς καὶ ἀνήκοος, αὐτῇ ἑαυτῆς ἔσται αἰτία τοῦ μὴ τυχεῖν τῶν ἐπηγγελμένων. ταῦτα δὲ πρὸς πᾶν τὸ Ἰουδαίων ἔθνος ἐλέγετο· οὐ γὰρ τοῖς λίθοις καὶ τοῖς οἰκοδομήμασιν, ἀλλ’ οὐδὲ τῷ χοῒ τῆς γῆς καὶ τῇ ἐρημίᾳ τοῦ τόπου ταῦτα προσεφωνεῖτο. νοήσεις δὲ τοῦ λόγου τὴν διάνοιαν ἀπὸ τοῦ καὶ ἐν ἑτέροις λέγεσθαι τοῖς αὐτοῖς· μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἵνα τί ἀποστρέφετε ἀποστροφὴν ἀναιδῆ; λέγει κύριος. διαναστήσειν αὐτὴν τοίνυν ἐπαγγέλλεται μηκέτι πίεσθαι τὸ ποτήριον τοῦ θυμοῦ· δοθήσεσθαι γὰρ αὐτὸ τοῖς αὐτῆς πολεμίοις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ θήσω αὐτὸ εἰς χεῖρας τῶν ἀποικισάντων σε, τῶν εἰπόντων τῇ ψυχῇ σου Κύψον, ἵνα παρέλθωμεν· καὶ ἔθηκας ὡς γῆν τὸν νῶτόν σου καὶ ὡς πάροδον τοῖς παροδεύουσιν. Εἰκὸς δὲ ταῦτα λέγεσθαι καὶ περὶ ἀντικειμένων δυνάμεων, αἷς ὑποτάσσει ἑαυτὴν πᾶσα ψυχὴ ἡ τοῦ θεοῦ ἀποστᾶσα· ἡ μὲν γὰρ τῷ θεῷ προσιοῦσα ὄρθιος ἕστηκεν ἄνω βλέπουσα καὶ πρὸς αὐτὸν ἐπηρμένη, ἡ δὲ συνάψασα ἑαυτὴν τοῖς τὴν ἁμαρτίαν ἐνεργοῦσι δαίμοσι πονηροῖς ἀναγκάζεται κύπτειν, ὁποία ἦν ἡ ἐν τῷ Εὐαγγελίῳ συγκύπτουσα εἰς τὸ παντελὲς καὶ μὴ δυναμένη ἀνανεύειν γυνή, περὶ ἧς ὁ σωτὴρ ἔλεγε· ταύτην δὲ θυγατέρα οὖσαν Ἀβραάμ, ἣν ἔδησεν ὁ σατανᾶς δέκα καὶ ὀκτὼ ἔτη. οὕτω δ’ οὖν καὶ ἡ Ἰερουσαλὴμ ὅλη δι’ ὅλου χαμαὶ πεσοῦσα καὶ εἰς ἔδαφος ἁπλωθεῖσα ὡς καταπατεῖσθαι ὑπὸ τῶν ταπεινωσάντων αὐτὴν προστάττεται διαναστῆναι, καὶ δεύτερον δὲ αὐτῇ προσφωνεῖ ὁ λόγος φάσκων· Ἐξεγείρου ἐξεγείρου, Σιών, ἔνδυσαι τὴν ἰσχύν σου, Σιών· ἔχει γάρ τινα μεγίστην δύναμιν καὶ ἰσχὺν ἡ λογικὴ ψυχὴ καὶ δόξαν ἔχει μεγάλην, ἅτε κατ’ εἰκόνα θεοῦ πεποιημένη ἦν, ἐπαναλαβεῖν αὐτὴν βούλεται καὶ γενέσθαι πόλιν ἁγίαν ὡς μηκέτι διαβαίνειν δι’ αὐτῆς ἀπερίτμητον μηδὲ ἀκάθαρτον· διὰ μὲν οὖν τοῦ ἀπεριτμήτου τὸν ἀλλογενῆ καὶ ἀλλόφυλον σημαίνει, διὰ δὲ τοῦ ἀκαθάρτου τὸν εἰδωλολάτρην. εἰ τοίνυν ὑπακούσειας τῷ προστάγματι καὶ διαναστᾶσα γένοιο ἁγία πόλις τοῦ θεοῦ, ἐπαγγέλλεταί σοί φησιν ὁ λόγος μήτε εἰδωλολάτρην μήτε ἀλλογενῆ διαβήσεσθαι διὰ σοῦ. Καὶ ἕτερον δὲ αὐτῇ παρακελεύεται πρᾶξαι λέγων· ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, Ἰερουσαλήμ· ἐπ’ αὐτῇ γὰρ ἦν τὸ ἀποτρίψασθαι τὸν περιπλασθέντα αὐτῇ χοῦν καὶ τὸ διαναστῆναι τῆς ἐπισυμβάσης αὐτῇ πτώσεως καὶ τὸ ἐκλῦσαι τὸν ἐπιτεθέντα αὐτῇ δεσμὸν τοῦ τραχήλου, ᾧ τὴν ψυχὴν ὥσπερ βρόχῳ κατέδησαν σειραῖς ἁμαρτιῶν αἱ ἀντικείμεναι δυνάμεις. καὶ ὅτι ταῦτα οὐ πρὸς τὰ οἰκοδομήματα οὐδὲ πρὸς τὴν αἰσθητὴν πόλιν λέλεκται, ἀλλὰ πρὸς τὸν ἄπιστον λαὸν διασαφεῖ, δι’ ὧν ἐπιφέρει ἑξῆς λέγων· ἔκλυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών. σαφῶς γὰρ αἰχμάλωτον εἰπὼν οὐδὲν ἕτερον ἢ τὸν λαὸν ἐδήλωσεν ὅλον δι’ ὅλου ληφθέντα αἰχμάλωτον ὑπὸ τῆς διαβολικῆς δυνάμεως. διὸ καὶ σαφέστερον προσφωνῶν τῷ αὐτῷ λαῷ φησι· Δωρεὰν ἐπράθητε, καὶ ἀνωτέρω δὲ πρὸς τὸν αὐτὸν ἐλέγετο· ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων, ἄντικρυς τοῦ λόγου διὰ τούτων τὴν εἰς ἀνθρώπους πάροδον τοῦ κυρίου δηλοῦντος, μεθ’ ἣν ἐπράθησαν ταῖς ἁμαρτίαις αὐτῶν δωρεὰν μηδὲν ἀντικαταλλαξάμενοι τῆς ἑαυτῶν ἀπωλείας. πλὴν καὶ μετὰ τοσαῦτα εἰς σωτηρίαν ὁ λόγος αὐτοὺς ἀνακαλούμενος ἐπαγγέλλεται λυτρώσασθαι αὐτούς, εἰ βουληθεῖεν προσδραμεῖν αὐτῷ καὶ καταδέξασθαι τὴν τοῦ Χριστοῦ χάριν, λυτρώσεσθαι δὲ οὐ μετὰ ἀργυρίου· οὐ γὰρ ἦν σωματικὴ αὐτῶν ἡ αἰχμαλωσία, ἵνα διὰ λύτρων σωματικῶν τύχωσι τῆς ἐλευθερίας, ἐπειδὴ τὰς ψυχὰς ἦσαν πεπραμένοι. διὰ τοῦτο οὐκ ἐν ἀργυρίῳ λυτροῦσθαι ἔμελλον, ἀλλὰ δηλονότι τῷ τιμίῳ τοῦ Χριστοῦ αἵματι. Τούτοις ἑξῆς κατηγορεῖ τοῦ Ἰουδαίων λαοῦ εἰς Αἴγυπτον πάλαι καταβεβηκότος οἰκείᾳ προαιρέσει καὶ μετὰ ταῦτα ἀπαχθέντος εἰς Ἀσσυρίους βίᾳ καὶ ἀνάγκῃ. ἀντὶ δὲ τοῦ· βίᾳ ἤχθησαν, ὁ Σύμμαχος· καὶ Ἀσσούρ φησιν ἕνεκεν οὐδενὸς ἐδημαγώγησεν αὐτόν. ἀλλὰ πάλαι μέν φησιν ὑποχείριος γέγονεν Αἰγυπτίοις ἔπειτα Ἀσσυρίοις, νῦν δὲ ἐπὶ τῆς ἐμῆς παρουσίας ἄλλῳ λόγῳ δωρεὰν ἐπράθησαν. διὸ ἐπιλέγεται· καὶ νῦν τί ὧδε ἔσται; ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ νῦν τί ἐστί μοι ὧδε; οὐδὲν γάρ φησιν ὧδε παρ’ αὐτοῖς εὑρίσκω, ὃ δὴ καὶ ἀνωτέρω ἐδηλοῦτο λέγων· διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων. ἀλλὰ πάλαι μὲν βίᾳ καὶ ἀνάγκῃ καταδεδουλωμένοι πρότερον μὲν τοῖς Αἰγυπτίοις ἔπειτα δὲ τοῖς Ἀσσυρίοις διὰ τὰς αὐτῶν παρεδόθησαν ἁμαρτίας, νῦν δὲ δωρεὰν ἐλήφθησαν ὡς ὄρυξ ἐν ἀμφιβλήστρῳ ὑπὸ τοῦ τῶν ψυχῶν θηρευτοῦ τοῖς τῆς κακίας ἀμφιβλήστροις περιβληθέντες. διὸ ἐπιλέγει· ὅτι ἐλήφθη ὁ λαός μου δωρεάν, θαυμάζετε καὶ ὀλολύζετε. ὁ μὲν Σύμμαχος· οἱ ἐξουσιάζοντες αὐτοῦ φησιν ὀλολύζουσιν, ὁ δὲ Ἀκύλας· οἱ ἐξουσιάζοντες αὐτοῦ δακρύουσιν, ὁ δὲ Θεοδοτίων· οἱ ἄρχοντες αὐτοῦ ὀλολύζουσιν. οὐκοῦν οἱ ἄρχοντες καὶ οἱ προεστῶτες τοῦ λαοῦ ὡς αἴτιοι τῆς ἀπωλείας αὐτοῦ γενόμενοι κολάσει παραδοθέντες ὀλολύζουσιν· αὐτοὶ γὰρ ἦσαν οἱ καὶ ἀνασείσαντες τὰ πλήθη ταῖς κατὰ τοῦ σωτῆρος ἡμῶν ἀθέοις χρήσασθαι φωναῖς. ὃ δὴ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο ἐν τῷ· αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; τούτοις ἑξῆς ἐπαναλαβὼν ὁ λόγος φησί· τάδε λέγει κύριος Δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, ἢ κατὰ τὸν Σύμμαχον· διὰ παντὸς ὅλην τὴν ἡμέραν τὸ ὄνομά μου βλασφημεῖται. τὸ δέ· ἐν τοῖς ἔθνεσιν οὔτε ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. σημαίνει δὲ διὰ τούτων ἡ προφητεία τὰς κατὰ τοῦ Χριστοῦ βλασφημίας αὐτῶν, ἃς δι’ ἡμέρας ἁπάσης ἀεὶ καὶ διὰ παντὸς ποιοῦνται οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους. Ἀλλ’ ὑμεῖς μέν φησι τοιοῦτοι, ἕτερος δὲ συστὰς ἐμοὶ λαὸς ἐξ ἐθνῶν, περὶ οὗ διὰ τῶν ἔμπροσθεν εἴρηται· γνώσεται τὸ ὄνομά μου, ὅπερ ὑμεῖς βλασφημεῖτε οὐκ εἰδότες αὐτοῦ τὴν δύναμιν. ὁ δὲ ἐμὸς λαὸς γνώσεταί μου τὸ ὄνομα αὐτῇ πείρᾳ μαθών, ὅσης μετέχει σωτηρίου καὶ θείας δυνάμεως. καὶ ταῦτα ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ποίᾳ δὲ ταύτῃ, ἀλλ’ ὅταν ἐγώ φησιν αὐτὸς ὁ νῦν διὰ τῶν προφητῶν ταῦτα φθεγγόμενος τὴν ἐμαυτοῦ ποιήσωμαι παρουσίαν εἰς ἀνθρώπους; καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· γνώσεται ὁ λαός μου τὸ ὄνομά μου διὰ τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγὼ αὐτὸς ὁ λαλῶν· ἰδού εἰμι, ὡσεὶ σαφέστερον ἔλεγεν, ὅταν ἐγὼ αὐτὸς ὁ νῦν διὰ τοῦ προφήτου λαλῶν ταῦτα ἐμαυτὸν ἀνθρώποις ἐπιδείξας εἴποιμι, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι.