Ancient Greek
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.41.1
Not analysed yet
Θεσπίσας ὁ λόγος τὴν εἰς ἀνθρώπους παρουσίαν αὐτοῦ πάλαι διὰ τῶν προφητῶν λαλοῦντος σφόδρα ἀκολούθως ἐπισυνάπτει τὸ εὐαγγελικὸν κήρυγμα τὸ εἰς πάντα τὰ ἔθνη διαδοθὲν διὰ τῶν ἀποστόλων αὐτοῦ, ὧν τὴν μνήμην διὰ τῶν προκειμένων ποιεῖται. τὴν δὲ τούτων διάνοιαν καὶ ὁ θεσπέσιος Ἀπόστολος ἐκλαβὼν ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ τοῦτον μετέφρασε τὸν τρόπον· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά, τῶν εὐαγγελιζομένων εἰρήνην. ὁ δὲ Σύμμαχος τὰ κατὰ τοὺς τόπους οὕτως ἡρμήνευσε· τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου, ἀκοὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθά, ἀκουστὴν ποιοῦντος σωτηρίαν. ἀντὶ τοῦ σωτηρίαν, ἰησουὰ ἡ Ἑβραϊκὴ λέξις περιέχει, ὥστε εἰ ἦσαν ἀμετάβλητον φυλάξαντες οἱ ἑρμηνευταὶ τὴν Ἑβραϊκὴν φωνήν, οὐδὲν ἐκώλυεν αὐτοὺς εἰπεῖν· ἀκουτίζοντος τὸν Ἰησοῦν. κατὰ δὲ τὸν Ἀκύλαν· τί ὡραιώθησάν φησιν ἐπὶ τὰ ὄρη πόδες εὐαγγελιζομένων ἀγαθά, ἀκουτίζοντος σωτηρίαν, κατὰ δὲ τὸν Θεοδωτίονα· ὡς εὐπρεπεῖς ἐπὶ τὰ ὄρη πόδες τῶν εὐαγγελιζομένων ἀγαθά. ἐν τούτοις τὸ πνεῦμα τὸ προφητικὸν τῶν κηρύκων τοῦ εὐαγγελίου τοὺς πόδας ἀποθαυμάζει, δι’ ὧν πεποίηνται δρόμον ἐκπεριελθόντες τὴν εἰς πάντα τὰ ἔθνη περίοδον. ὡραῖοί τε ἦσαν αὐτῶν οἱ πόδες καὶ διὰ τὸ κεκαθάρθαι ὡς ἂν τοῦ σωτῆρος αὐτοὺς ἀπονίψαντος, ἐπὶ δὲ τῶν ὀρέων ἔτρεχον διὰ τὸ μετέωρον καὶ ὑψηλὸν τοῦ εὐαγγελικοῦ κηρύγματος, εἰρήνην δὲ κατήγγελλον ἀνθρώποις εὐαγγελιζόμενοι τὴν πρὸς θεὸν εἰρήνην καὶ ταύτην γε τὴν εἰρήνην, ἣν τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς εὐηγγελίζοντο, δηλοῦντες τὸν Χριστὸν τοῦ θεοῦ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ. διὸ ταῖς ἐκκλησίαις ἐπιστέλλων ὁ Παῦλος χάρις ὑμῖν καὶ εἰρήνη λέγων ἔγραφε. καὶ ἀγαθὰ δὲ εὐηγγελίζοντο, τὰ ὄντως ἀγαθά, τοὺς μακαρισμοὺς καταγγέλλοντες, οὓς ὁ σωτὴρ ἐδίδου διὰ τῆς εὐαγγελικῆς διδασκαλίας. ἔλεγε δὴ τὸ κήρυγμα τῇ Σιών, δηλαδὴ τῷ θεοσεβεῖ πολιτεύματι καὶ τῷ χορῷ τῷ ἀποστολικῷ· Βασιλεύσει σου ὁ θεός, διὸ τὴν βασιλείαν τῶν οὐρανῶν ἅπασι κατήγγελον ἀνθρώποις. Ἀντὶ δὲ τοῦ· φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, ὁ Σύμμαχος φωνὴ τῶν σκοπῶν σου ἐπῆρε φωνὴν εἴρηκε καὶ ἐπήγαγεν· ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν· ὀφθαλμοφανῶς γὰρ ὄψονται ἐν τῷ ἐπιστρέψαι κύριον τὴν Σιών, πάλιν κἀνταῦθα τοῦ θεοσεβοῦς πολιτεύματος Σιὼν ὀνομαζομένου, κατὰ δὲ τὸν Ἀκύλαν· φωνή φησι τῶν σκοπῶν σου ἐπῆρε φωνήν, ἐπὶ τὸ αὐτὸ ἀγαλλιάσονται· ὅτι ὀφθαλμὸν ἐν ὀφθαλμῷ ὄψονται, κατὰ δὲ τὸν Θεοδοτίωνα· φωνὴ τῶν σκοπῶν σου ἐπῆρε φωνήν, περὶ οὗ αἰνέσουσιν· ὅτι ὀφθαλμὸν ἐν ὀφθαλμῷ ὄψονται, σκοποὺς ἐνταῦθα τοὺς μαθητὰς καὶ ἀποστόλους τοῦ σωτῆρος ἡμῶν ὀνομάζοντος τοῦ λόγου. ὥσπερ γὰρ ἐκαλοῦντο σκοποὶ τοῦ ἐκ περιτομῆς λαοῦ οἱ παρ’ αὐτοῖς γενόμενοι προφῆται, οὕτω καὶ νῦν τῆς νέας καὶ καινῆς Σιών, δηλαδὴ τῆς ἐκκλησίας τοῦ θεοῦ καὶ τοῦ θεοσεβοῦς πολιτεύματος οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι γεγόνασι σκοποὶ καὶ φύλακες, οἳ καὶ ὀφθαλμοφανῶς αὐτόπται καὶ αὐτήκοοι τοῦ σωτῆρος γενόμενοι ὕψωσαν τὴν ἑαυτῶν φωνὴν ὡς ἐξάκουστον αὐτὴν γενέσθαι πᾶσι τοῖς ἔθνεσιν. οἱ δ’ αὐτοὶ πάσης πνευματικῆς εὐφροσύνης ἐπληροῦντο ἐλεουμένης ὑπὸ τοῦ θεοῦ τῆς ἀποδοθείσης ἡμῖν Σιὼν καὶ τῶν πάλαι ἐρήμων αὐτῆς σῳζομένων διὰ τῆς σωτηρίου ἀπολυτρώσεως. Ἀντὶ δὲ τοῦ· ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἰερουσαλήμ, ὁ Σύμμαχος· ἱλαρύνθητε καὶ ἀγαλλιᾶσθε ὁμοῦ τὰ ἔρημα Ἰερουσαλήμ, Ἰερουσαλὴμ νοουμένης τῆς τοῦ θεοῦ πόλεως, λέγω δὲ τοῦ θεοσεβοῦς πολιτεύματος, οὗ τὰ πάλαι γενόμενα ἔρημα εὐαγγελίζεται, νῦν ὁ λόγος ἀγαλλιάσεως καὶ εὐφροσύνης πληρωθήσεσθαι διὰ τὸ τοῦ θεοῦ ἔλεος. Σφόδρα δὲ ἀκολούθως τίνα ἦν τὰ εἰρημένα τῇ Ἰερουσαλήμ, παρίστησι συνάπτων ἑξῆς καὶ λέγων· ἀποκαλύψει κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· ἀπεκάλυψε κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν καὶ ὄψεται πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ὁρᾷς ὅπως καὶ διὰ τούτων τοῖς ἔθνεσι τὸ εὐαγγελικὸν κήρυγμα τὰ ἐπαγγελλόμενα ὑπισχνεῖται· τὸν γὰρ βραχίονα τὸν ἅγιον αὐτοῦ, αὐτὸς δὲ ἦν ὁ θεὸς λόγος, ἀποκαλύψειν τὸν θεόν φησι πᾶσι τοῖς ἔθνεσι καὶ ὄψεσθαι πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν. οὐκοῦν ἐπειδὰν αὐτὸς φωνήσῃ τῇ Σιὼν καὶ τῇ Ἰερουσαλήμ, τὰ λελεγμένα ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἀναφέρεται· τὸ γὰρ θεοσεβὲς πολίτευμα, ὅτε μὲν παρ’ ἐκείνοις ἦν, ὅτε δὲ παρὰ τοῖς ἔθνεσιν, ὃ δὴ Σιὼν καὶ Ἰερουσαλὴμ ὠνόμασται. διὸ καὶ πάντοτε ἐν ἀνθρώποις συνέστηκεν ἡ τοιαύτη τοῦ θεοῦ πόλις· οὐδὲν οὖν διαφέρει Σιὼν καλεῖσθαι καὶ Ἰερουσαλὴμ ὀνομάζεσθαι τὴν ἐν ἀνθρώποις ἀφωρισμένην τῷ θεῷ ἐκλογήν. Καὶ ὡς πολλάκις ἡμῖν εἴρηται τὸ θεοσεβὲς ἐν ἀνθρώποις πολίτευμα, τούτοις ἑξῆς εἰς πρόσωπον τοῦ χοροῦ τῶν ἀποστόλων τὸ πνεῦμα τὸ προφητικόν φησιν· ἀπόστητε ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν, δῆλον δὲ ὅτι ἐκ τοῦ ἀπίστου λαοῦ, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, ἐξέλθετε ἐκ μέσου αὐτῆς καὶ ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη κυρίου. σκεύη δὲ κυρίου ἦν τὰ ἐκλεχθέντα ὑπὸ τοῦ κυρίου σώματα αὐτῶν ἐν ἁγιωσύνῃ καὶ τιμῇ τῷ θεῷ ἀφωρισμένα ἢ καὶ σκεύη κυρίου ἐτύγχανε τὰ τῆς καινῆς διαθήκης εὐαγγέλια, ἅπερ ἐπικομιζομένους ἀπαλλάττεσθαι τῆς ἀπιστίας τοῦ Ἰουδαίων λαοῦ καὶ ἀφορίζεσθαι αὐτῶν προστάττει. Καὶ ἐπιλέγει· ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε· οὐ γὰρ ὡς ἐλαυνόμενοι προῆλθον εἰς τὴν περίοδον τῶν ἐθνῶν, ἀλλὰ προθυμίᾳ πάσῃ καὶ προαιρέσει αὐτεξουσίῳ κελευσθέντες μαθητεῦσαι πάντα τὰ ἔθνη ἐν τῷ αὐτοῦ ὀνόματι. διὸ ὡς πρὸς αὐτοὺς εἴρηται· ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε· ἐποιοῦντο γοῦν τὴν πορείαν σὺν πάσῃ εἰρήνῃ ἔχοντες σὺν αὐτοῖς τὸν εἰρηκότα αὐτοῖς· ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· ὃ δὴ σημαίνει καὶ ὁ παρὼν λόγος φάσκων· προπορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς θεὸς Ἰσραήλ.