Ancient Greek · ~51 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.43.1
Not analysed yet
Ἀκολούθως μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν προφητείαν, ἐν ᾗ διεγράφετο ἡ εἰς ἀνθρώπους αὐτοῦ γένεσις καὶ ὁ μετὰ ταῦτα βίος, ὅ τε θάνατος καὶ ἡ τοῦ θανάτου αἰτία διὰ τῶν προκειμένων ὁ λόγος εὐαγγελίζεται τὴν δι’ αὐτοῦ καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυνθεῖσαν ἐκκλησίαν πάλαι οὖσαν ἔρημον καὶ ἄγονον καὶ ἄκαρπον, διὸ καὶ στείραν αὐτὴν ὀνομάζει, ἐπειδὴ τοιαῦταί τινες ἦσαν πάλαι πρότερον αἱ τῶν ἀπίστων ἐθνῶν ψυχαί. ἀλλὰ νῦν μεταβολὴν τὴν ἐπὶ τὸ κρεῖττον ὁ λόγος αὐταῖς εὐαγγελιζόμενος τῇ πάλαι στείρᾳ παρακελεύεται εὐφραίνεσθαι, ἤδη δὲ ὡς ἂν ὑποδεξαμένῃ σπόρον καὶ λοιπὸν κυούσῃ καὶ μελλούσῃ τίκτειν τὸ σωτήριον καὶ ἀγαθὸν γέννημα ἐπιλέγει· ῥῆξον καὶ βόησον, ἡ πάλαι οὐ τίκτουσα, ἢ κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ· ῥῆξον καὶ βόησον, κελάδει αἴνεσιν καὶ χρεμέτισον, οὐκ ὠδίνουσα, ὁ δὲ Σύμμαχός φησιν· ἱλάρυνον ἐν ἀγαλλιάσει καὶ χρεμέτισον, μὴ τίκτουσα, ὁ δὲ Θεοδοτίων ῥῆξόν φησιν εὐφροσύνην καὶ τέρπου, οὐκ ὠδίνουσα. καὶ ἐπιλέγει· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, κατὰ δὲ τὸν Σύμμαχον· πολλὰ γὰρ τὰ τέκνα τῆς ἠφανισμένης ὑπὲρ τὰ τέκνα τῆς ὑπάνδρου· καὶ γὰρ ἦν πάλαι πρότερον ἡ ἐξ ἐθνῶν ἐκκλησία ἠφανισμένη καὶ ἔρημος, ἅτε μηδέπω τὸν ἐπουράνιον κεκτημένη νυμφίον. πλὴν πολυκαρπίαν αὐτῇ καὶ πολυτεκνίαν ἐπαγγέλλεται πλείονα τῆς ἐχούσης τὸν ἄνδρα. τίς δὲ ἦν αὕτη ἢ τὸ Ἰουδαίων ἔθνος καὶ ἡ παρ’ αὐτοῖς πάλαι τετιμημένη ὡς θεοῦ πόλις Ἰερουσαλήμ; ἥτις ἔχουσα τὸν ἄνδρα τὸν ἐπουράνιον λόγον ἠλέγχετο ἀποστασίου βιβλίον αὐτῷ δεδωκυῖα καὶ ἐκπορνεύσασα ἐξ αὐτοῦ ἐν τοῖς ἔμπροσθεν, δι’ ὧν ἐλέγετο· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. ἐν παραθέσει τοιγαροῦν τῆς πάλαι τὸν ἄνδρα κτησαμένης ἡ ἐν τοῖς ἔθνεσιν ἔρημος οὖσα θεοῦ τὸ πρὶν ψυχὴ ἐπαγγελίας ἀξιοῦται χρηστῆς πολυπαιδίαν καὶ πολυτεκνίαν αὐτῇ εὐαγγελιζομένου τοῦ λόγου ὡς ἐν παραθέσει τοῦ ἐκ περιτομῆς λαοῦ τὰ ταύτης τέκνα πολυπλασιάζεσθαι. διὸ λέλεκται· ὅτι πολλὰ τὰ τῆς ἐρήμου τέκνα μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Εἶτα τῇ αὐτῇ προσφωνεῖ λέγων· πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον. λέλεκται δὲ ταῦτα ὡς ἂν καὶ ἐπὶ τῆς σκηνῆς τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης· ἐκείνῃ γὰρ χρησάμενος ὁ λόγος εἰκόνι τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ προσφωνεῖ μὴ κατ’ ἐκείνην σμικρύναι τὴν ἑαυτῆς οἰκοδομήν, ἀλλὰ πλατύναι τὴν σκηνοπηγίαν ἑαυτῆς ἐκτείνασαν εἰς ἄφατον μῆκός τε καὶ πλάτος· ἡ μὲν γὰρ ὑπὸ Μωϋσέως κατασκευασθεῖσα πηχῶν ἦν ἑκατὸν μήκους, πλάτος δὲ πεντήκοντα. ἐνταῦθα δὲ μὴ φείσῃ φησὶ τούτου μηδὲ στενοχωρήσῃς σεαυτὴν τοῖς μέτροις, ἀλλ’ ἐκτείνασα μάκρυνον καὶ κατίσχυσον, ἔτι μᾶλλον εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον. νοήσεις δὲ τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ μέγεθος τῆς νέας ταύτης σκηνῆς, ἣν ἔπηξεν οὐκ ἄνθρωπος, ἀλλ’ ὁ κύριος ἐπὶ νοῦν βαλών, ὅση μὲν ὑπῆρχε τοῖς μέτροις ἡ ὑπὸ Μωϋσέως κατασκευασθεῖσα, ὅση δὲ ἦν ἡ Ἰερουσαλὴμ τὸν νεὼν ἔχουσα μήκους πηχῶν ἑξήκοντα καὶ πλάτους εἴκοσι. ὥσθ’ εἴπερ ἦν θαύματος ἄξιος ὅ τε νεὼς ἐν μιᾷ πόλει τῆς Παλαιστίνης ἱδρυμένος, πόσῳ μᾶλλον τὰ πλήθη καὶ τὰ μεγέθη καὶ τὰ κάλλη τῶν κατὰ πάντα τόπον ἀνεγηγερμένων ἐκκλησιῶν τοῦ θεοῦ. καὶ ὅτι ταῦτα τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ θεσπίζεται, παρίστησι σαφῶς τὸ λόγιον ἐπιφέρων ἑξῆς· καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. σπέρμα δὲ τῆς ἐκκλησίας τοῦ θεοῦ εἴη ἂν ὁ εὐαγγελικὸς λόγος, περὶ οὗ εἴρηται· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καί· οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; τὸ δ’ αὐτὸ τοῦτο σπέρμα καὶ πόλεις ἠρημωμένας συνεστήσατο. κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· τὸ δὲ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠφανισμένας κατοικιοῦσι. δύναται δὲ σπέρμα εἶναι τῆς ἐκκλησίας καὶ ἡ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν διαδοχή, δι’ ὧν ἡ θεοσεβὴς πολιτεία ἐν ταῖς πάλαι ἠφανισμέναις καὶ θεοῦ ἐρήμοις ἐκκλησίαις συνέστη. Τούτοις ἑξῆς ἐπιλέγει· μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης. ὅτε μὲν γὰρ ἦν στεῖρα καὶ οὐ τίκτουσα οὐδὲ ὠδίνουσα μηδὲ τὸν ἄνδρα ἔχουσα, ἐπονείδιστος ἦν καὶ αἰσχύνης ἔμπλεως· ἀλλὰ νῦν φησι πρὸς αὐτήν· Εἰ καὶ πάλαι ποτὲ αἰσχύνης καὶ ὀνείδους ἔπραττες ἄξια, ἀλλὰ νῦν θάρσει, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. χηρείαν δὲ ἀποκαλεῖ ἐνταῦθα τὴν στέρησιν τοῦ νυμφίου λόγου, ἧς οὐ μνησθήσῃ φησὶν ὅτι κύριος τῶν δυνάμεών ἐστιν ὁ ποιῶν σε· οὐ γὰρ ἐξ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου τὰ τῆς συστάσεως γέγονεν, ἀλλὰ δι’ αὐτοῦ τοῦ κυρίου. διὸ καὶ ὁ σωτὴρ αὐτὸς ἐπαγγέλλεται λέγων· ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. αὐτὸς οὖν οὗτος ὁ ποιῶν σε, κύριος τῶν δυνάμεων αὐτός ἐστιν, ὁ καὶ πάλαι ὢν θεὸς Ἰσραὴλ καὶ νῦν πάσῃ τῇ γῇ γινωσκόμενος. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· θεὸς πάσης τῆς γῆς κληθήσεται. Ἐπιμένων δὲ ὁ λόγος ταῖς πρὸς τὴν ἔρημον ἐπαγγελίαις ἐπιφέρει· οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε κύριος οὐδ’ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ θεός σου, κατὰ δὲ τὸν Σύμμαχον· ὡς γὰρ γυναῖκα καὶ κατώδυνον καὶ ἐγκαταλελειμμένην πνεύματι ἐκάλεσέ σε κύριος καὶ γυναῖκα νεότητος ὅταν ἀπωσθῇ, εἶπεν ὁ θεός· ἐν τάχει σμικρῷ ἐγκατέλιπόν σε καὶ ἐν οἰκτιρμοῖς μεγάλοις ἀθροίσω σε, ἐν ὀξυσμῷ ὀργῆς ἔκρυψα τὸ πρόσωπόν μου πρὸς ὀλίγον ἀπὸ σοῦ καὶ ἐν ἐλέει αἰωνίῳ ᾠκτείρησά σε. Εἶτ’ ἐπιλέγει, ὅτι ὥσπερ ἐπὶ τοῦ Νῶε ἐπωμοσάμην μηκέτι κατακλυσμῷ τοὺς ἐπὶ γῆς ἀπολέσειν, οὕτως καὶ νῦν ἐπὶ σοὶ ὅρκῳ τὸν ἐμαυτοῦ λαὸν πιστοῦμαι μηκέτι σοὶ θυμωθήσεσθαι· τὰ γὰρ ὄρη σαλευθήσονται καὶ οἱ βουνοὶ ταραχθήσονται, τὸ δὲ ἔλεός μου ἀπὸ σοῦ οὐκ ἀποστραφήσεται οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου ἀνακλιθήσεται, εἶπεν ὁ οἰκτείρων σε κύριος· θᾶττον γὰρ τὰ ὄρη μεταστήσονται τῶν οἰκείων ἑδρασμάτων καὶ οἱ βουνοὶ ταραχθήσονται ἢ τὸ ἐμὸν ἔλεος ἀποκινηθήσεται. καὶ ταῦτα δὲ τῷ θεοσεβεῖ πολιτεύματι ἐπαγγέλλεται ὁ λόγος, ὃ πάλαι μὲν ἦν παρὰ Ἰουδαίοις, διαπεσὸν δὲ παρ’ αὐτοῖς ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν μεταβέβηκε. καὶ διαθήκην δὲ εἰρήνης ὑπισχνεῖται αὐτῇ φάσκων· οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης μου οὐ μὴ μεταστῇ. Εἶθ’ ὑπομιμνῄσκει ὁποία τις ἦν τὸ πρότερον παρὰ Ἰουδαίοις ἡ θεοσεβὴς πολιτεία καὶ οἵας τεύξεται τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς. διό φησι· ταπεινὴ καὶ ἀκατάστατος· ἦν γὰρ παρὰ Ἰουδαίοις τῷ ὄντι ταπεινὴ σωματικὴ θρησκεία ἐν σώματος περιτομῇ καὶ ἐν θυσίαις ζῴων καὶ τοῖς τούτων παραπλησίοις ἐξεταζομένη, διὸ ταπεινὴν καὶ ἀκατάστατον αὐτὴν ὠνόμασεν. εἶτ’ ἐπιλέγει· οὐ παρεκλήθης· οὐδεὶς γὰρ ἦν τῶν προφητῶν οὐδὲ τῶν θεοφιλῶν ἀνδρῶν τοσοῦτος ὡς ἀναλαβεῖν αὐτὴν καὶ ἀνακτήσασθαι. ἀλλ’ εἰ καὶ μηδεὶς ταῦτά φησιν ἔπραξεν ἐπὶ σοί, ἀλλ’ ἰδοὺ ἐγὼ αὐτὸς ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, ἀνθ’ οὗ ὁ Σύμμαχος· ἰδοὺ ἐγώ φησι συντίθημι στίμει τοὺς λίθους σου, ὁ δὲ Θεοδοτίων· ἰδοὺ ἐγὼ ἐμβαλῶ ἐν στίμει τοὺς λίθους σου. ὡς γὰρ ἂν γυνὴ καλλωπιζομένη στιμίζοιτο τοὺς ὀφθαλμούς, οὕτως αὐτὸς ἐγώ φησιν ὑπὲρ πάντα ὡραϊσμὸν καὶ καλλωπισμὸν τοὺς τῆς σῆς οἰκοδομῆς λίθους διαθήσω, κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἄνθρακα λίθον τίμιον ἑτοιμάσει αὐτῇ λέγεται. μήποτε δὲ ὁ ἄνθραξ οὗτος τὸ καθάρσιον αἰνίττεται τῆς ψυχῆς, ἐπεὶ καὶ τὸ ἓν τῶν σεραφεὶμ τοῦ προφήτου Ἠσαΐου τῷ ἄνθρακι τῷ ἀπὸ τοῦ θυσιαστηρίου ἐκάθηρε τὰ χείλη. ἀλλὰ πάντα μὲν τὸν τῆς οἰκοδομῆς σου λίθον τοιοῦτον, δηλαδὴ κεκαθαρμένον φησὶ παρασκευάσειν ὡς μηδένα λίθον τῆς οἰκοδομῆς εἶναι ἀκάθαρτον, τὰ δὲ θεμέλιά σου ἀπὸ λίθου σαπφείρου συνθήσω. διὸ κατὰ τοὺς λοιποὺς εἴρηται· καὶ θεμελιώσω σε ἐν σαπφείροις. Ἀλλὰ καὶ τὰς ἐπάλξεις σου ἀπὸ λίθου ἰάσπιδος οἰκοδομήσω, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ποιήσω καρχηδόνιον τὰς οἰκίας σου καὶ τὰς πύλας σου λίθους γλυφῆς, κατὰ δὲ τοὺς Ἑβδομήκοντα · καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς. ταῦτα δὲ πάντα νοήσομεν ψυχὰς τιμίας καὶ πολυτελεῖς, ἀφ’ ὧν οἰκοδομήσειν ὁ θεὸς ἐπαγγέλλεται τὸ θεοσεβὲς πολίτευμα. σαπφείρῳ δὲ αὐτοὺς ἀπεικάζει διὰ τὸ ἐοικέναι τῷ οὐρανίῳ χρώματι τὸν σάπφειρον. καὶ τούτων δὲ τὴν πολιτείαν οὐράνιον γεγονέναι καὶ ἀγγελικήν, ὡς διδάσκει λέγων ὁ Παῦλος· ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. εἴρηται δὲ καὶ παρὰ τῷ προφήτῃ Ἰεζεκιὴλ ὁ τόπος ὁ ὑπὸ τὸν θρόνον τοῦ θεοῦ ὡς σάπφειρος . οὗτοι δὴ οὖν οἱ προφῆται πάντες καὶ οἱ ἀπόστολοι θεμέλιοί τινες ἦσαν τοῦ θεοσεβοῦς πολιτεύματος εὐπαγεῖς καὶ ἑδραῖοι σαπφείροις ἀφωμοιωμένοι διὰ τὸ οὐράνιον πολίτευμα καὶ διὰ τὸ φορεῖν τὴν εἰκόνα τοῦ ἐπουρανίου. διὸ εἴρηται· καὶ θήσω τὰ θεμέλιά σου σάπφειρον. καὶ αἱ ἐπάλξεις δὲ τῆς νέας ταύτης καὶ καινῆς Ἰερουσαλὴμ ἴασπις ἦν λίθος, ἢ καρχηδόνιος κατὰ τὸν Σύμμαχον, ἐξαίρετός τις ἦν καὶ διαφανής. τοιοῦτοι δ’ ἂν εἶεν οἱ ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ λογικῇ παρασκευῇ τὴν πίστιν ὠχυρωμένοι ὥσπερ προμαχῶνες ὄντες τοῦ θεοσεβοῦς πολιτεύματος διὰ τὸ δύνασθαι πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καθαιρεῖν καὶ διελέγχειν πάντα ψευδῆ λόγον τὸν τῆς ἀληθείας πολέμιον· ὥσπερ γὰρ ἐπὶ τῶν τειχῶν αἱ ἐπάλξεις προμαχῶνές εἰσιν ἐπὶ παρασκευῇ τῆς πρὸς τοὺς πολεμίους παρατάξεως παρεσκευασμένοι, οὕτω καὶ τῆς ἐκκλησίας οἱ ἐν λόγῳ καὶ σοφίᾳ δυνατοὶ λεχθεῖεν ἂν εἰκότως ἐπάλξεις. τούτοις συγκαταλέγει ἑτέρους ἀφομοιῶν αὐτοὺς λίθοις κρυστάλλου, δι’ ὧν τὰς πύλας τῆς πόλεως συστήσεσθαι θεσπίζει τὸ διαυγὲς καὶ καθαρὸν τῆς ὑγιοῦς πίστεως παριστῶν τῶν πεπιστευμένων τὴν πρώτην καὶ στοιχειώδη καὶ εἰσακτικὴν διδασκαλίαν. ἐπὶ τούτοις τὸν περίβολον τῆς νέας τοῦ θεοῦ πόλεως ἐκ λίθων ἐκλεκτῶν θήσειν ἐπαγγέλλεται· τοιοῦτοι δ’ ἂν εἶεν οἱ περιφράττοντες καὶ ἀντὶ παντὸς ἕρκους ἀσφαλιζόμενοι διὰ τῶν πρὸς τὸν θεὸν εὐχῶν τὴν πᾶσαν οἰκοδομὴν τῆς πόλεως καὶ τὰ μὲν τῆς πόλεως μεγάλα καὶ πολυτελῆ καὶ ἔντιμα οἰκοδομήματα. Τοιαῦτα τὰ δὲ λοιπὰ πλήθη τῶν τὴν εἰρημένην πόλιν οἰκησόντων θεὸν αὐτὸν ἐπιγράψονται διδάσκαλον· τοῦτο γὰρ παρίστησι τὸ λόγιον φῆσαν· καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ· ὁ γὰρ εἰπὼν ἐν Εὐαγγελίοις· μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος ἐν τοῖς οὐρανοῖς. διδακτοὺς θεοῦ ἀποτελέσει τοὺς υἱοὺς τῆς πάλαι στείρας, ἀλλὰ καὶ ἐν πολλῇ εἰρήνῃ ἔσεσθαι αὐτῆς τὰ τέκνα. τοῦτο γὰρ αὐτοῖς ἐπηγγείλατο εἰπών· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Οἷς ἐπιλέγει· καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ· κατὰ γὰρ τὸ δικαιότατον αὐτὸς ὁ τῶν ὅλων οἰκοδόμος, ἡ σοφία τοῦ θεοῦ, τοὺς ζῶντας καὶ εὐπαγεῖς λίθους προσάπτων τῇ οἰκοδομῇ τοὺς μὲν ἐπάλξεις ἐποίει, τοὺς δὲ θεμελίους κατεβάλλετο, τοὺς δὲ ἐν τοῖς περιβόλοις κατέταττε, καὶ τοὺς μὲν ἀφώριζεν εἰς τὸν νεὼν τῆς πόλεως, τοὺς δὲ εἰς τὰ ἐνδοτάτω τοῦ ναοῦ, τοὺς δὲ τὴν λοιπὴν πόλιν ἐκόσμει. διὸ λέλεκται· καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ· καὶ τὰ μὲν παρὰ τοῦ θεοῦ ἐπηγγελμένα τῇ ἐκκλησίᾳ αὐτοῦ, τοιαῦτα ἑξῆς δὲ τῇ αὐτῇ διαστέλλεται λέγων· ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι· τὰ μὲν γὰρ προϋπάρξαντά σοι ἐξ ἐμῆς χάριτος ἔσται, τοιαῦτα εἰ δὲ ἀγωνιᾷς μήποτε ἐπίστη σοι φόβος ἔκ τινος πολεμίων ἐπιθέσεως. θάρσει τῷ ἐμῷ παραγγέλματι· εἰ γὰρ τάδε ποιήσειας, οὐκ ἔσται σοι τάδε, εἰ δὲ μὴ φυλάξειας τὸ παράγγελμα, σαυτὴν ἐπιμέμφου φόβοις ἀνθρωπίνοις περιπεσουμένη. διὸ μαρτύρομαί σοι καί φημι· ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι, ἀλλὰ καὶ μενούσῃ παρ’ ἐμοὶ καὶ θεοσεβούσῃ κατὰ τὸν πρέποντα λόγον προσήλυτοί σοι προσελεύσονται, οὐκ ἄνευ τῆς ἐμῆς βουλῆς· δι’ ἐμοῦ γὰρ καὶ οὗτοι παροικήσουσι. εἴποις δ’ ἂν προσηλύτους μετὰ τὰ προλεχθέντα τῆς ἐκκλησίας τάγματα τοὺς οὐ γνησίως οὐδὲ καθαρῶς προσβάλλοντας ἐν τοῖς πλήθεσιν· οὓς καὶ παροικήσειν, ἀλλ’ οὐ κατοικήσειν φησὶν αὐτὴν διὰ τὸ ὡς ἐν παρόδῳ ποιεῖσθαι αὐτοὺς τὴν εἴσοδον. διὸ λέλεκται τοῖς καλλίστοις· ἰδοὺ προσήλυτοί σοι προσελεύσονται δι’ ἐμοῦ καὶ παροικήσουσί σοι καὶ ἐπὶ σὲ καταφεύξονται· ὡς γὰρ καταφυγῆς δεόμενοι προσέρχονται οἱ τοιοῦτοι, οἱ μὲν προστασίας, οἱ δὲ ἐπικουρίας δεόμενοι, οἱ δὲ ἑτέρας ὑποθέσεως ἕνεκεν, ὅθεν καὶ προσηλύτους ἀπεκάλεσε καὶ παροικήσειν αὐτοὺς εἶπε προσφυῶς τῇ τῶν ἀνδρῶν προαιρέσει. Καὶ ταῦτα πάντα ἐγώ φησιν αὐτὸς ὁ κύριος ποιήσω, ἐπειδὴ καὶ αὐτός σου γέγονα κτίστης ἐπὶ τὴν πέτραν οἰκοδομήσας μου τὴν ἐκκλησίαν, καὶ ἔκτισά σε οὐ τέχνῃ τινὶ ἀνθρωπίνῃ, θεϊκῇ δὲ καὶ ἀρρήτῳ χάριτι. διὸ καί φημι· ἰδοὺ ἐγὼ ἔκτισά σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· τὰ μὲν γὰρ ἀνθρώπινα ἐπισκευάσματα καὶ ἐξ ἀνθρωπίνης σπουδῆς συνιστάμενα τοιαῦτά τινα τυγχάνει. διὸ καὶ εἰς φθορὰν χωρεῖ καὶ εἰς ἀπώλειαν, τὸ δὲ ἐμὸν ἔργον ἀδιάφθορον πέφυκε. διό φημι· ἐγὼ δὲ ἔκτισά σε, οὐκ εἰς ἀπώλειαν, οὐδὲ εἰς τὸ φθεῖραι πᾶν σκεῦος σκευαστὸν ἐπὶ σέ· οὐδὲν γὰρ τοιοῦτον εὑρεθήσεται ἐπὶ τοῦ ἐμοῦ ἔργου ὡς διαφθεῖραι αὐτὸ καὶ ἀπολέσαι. ἀλλὰ καὶ πᾶσα φωνή φησιν, ἥτις ἀναστήσεται, καὶ πᾶς ὁ βουλευόμενος διακριθῆναι πρὸς σέ, ἡττηθήσεται, καὶ ἐπιλέγει· πάντας αὐτοὺς ἡττήσεις. ἑξῆς τούτοις εἴρηται· ἔστι κληρονομία τοῖς θεραπεύουσι κύριον, σφόδρα ἀκολούθως· μετὰ γὰρ τὰ προλεχθέντα πάντα ἐχρῆν ὑπομνῆσαι καὶ τῆς ὑποκειμένης ἐν τῷ μέλλοντι αἰῶνι κληρονομίας. τίς δ’ ἂν γένοιτο αὕτη ἀλλ’ ἢ ἡ βασιλεία τῶν οὐρανῶν; τὸ δὲ λεγόμενον παρὰ τοῖς Ἑβδομήκοντα · οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ οὔτε ἐν τῷ Ἑβραϊκῷ φέρεται οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. τούτοις ἑξῆς ἐπιλέγεται· καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει κύριος, ὅπερ συνῆπται κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τοῖς προτέροις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· αὕτη ἡ κληρονομία μου τῶν δούλων κυρίου, καὶ ἡ δικαιοσύνη αὐτῶν παρ’ ἐμοῦ, φησὶ κύριος.