Ancient Greek · ~40 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.44.1
Not analysed yet
Ἡ μετὰ χεῖρας προφητεία εἰς αὐτὸν ἀναπέμπει τὸν Χριστὸν τοῦ θεοῦ φάσκουσα· Οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ. εἶτα τὴν χάριν τὴν διὰ τοῦ σωτῆρος προῖκα δωρηθεῖσαν ἀνθρώποις αἰνιττομένη φησί· καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, πορευθέντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου. ἀντὶ δὲ τοῦ· καὶ τιμῆς οἴνου καὶ στέαρ, ἵνα τιμᾶσθε ἀργυρίου ὁ Σύμμαχος καὶ ἄνευ ἀλλάγματος οἶνόν φησι καὶ γάλα, καὶ ὁ Ἀκύλας δὲ ὁμοίως οἶνον καὶ γάλα ἡρμήνευσεν, ὡς μὴ μόνον ὕδωρ, ἀλλὰ καὶ οἶνον καὶ γάλα ἐπαγγέλλεσθαι τὸ λόγιον τοῖς διψῶσιν. ὕδωρ μὲν οὖν ἀπὸ τῆς πηγῆς τοῦ σωτηρίου δηλοῖ τὸ εὐαγγελικὸν κήρυγμα, οἶνον δὲ καὶ γάλα τὸ μυστήριον αἰνίττεται τῆς ἐν Χριστῷ ἀναγεννήσεως· οἱ γὰρ ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννώμενοι ὡς ἀρτιγέννητα βρέφη τῷ λογικῷ τρέφονται γάλακτι καὶ τοῦ τῆς καινῆς διαθήκης μεταλαμβάνουσιν οἴνου. χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι κατὰ τὸν παλαιὸν τοῖς ἐν Χριστῷ ἀναγεννωμένοις γάλα μυστικὸν προσεφέρετο μετὰ τοῦ σώματος καὶ τοῦ αἵματος τῆς καινῆς διαθήκης· φασὶ δὲ εἰσέτι καὶ νῦν τουτὶ τὸ ἔθος ἔν τισιν ἐκκλησίαις σῴζεσθαι, πλὴν εἰ καὶ μὴ σωματικῶς κατὰ γοῦν τὴν διάνοιαν τὸ αἷμα τοῦ Χριστοῦ τὸ μυστικὸν καὶ ἀντὶ οἴνου καὶ ἀντὶ γάλακτος τοῖς καταξιουμένοις τῆς ἐν Χριστῷ ἀναγεννήσεως προσφέρεται. εἰ δὲ κατὰ τοὺς Ἑβδομήκοντα λέγοιτο καὶ στέαρ τὸ πῖον καὶ λιπαρὸν καὶ τρόφιμον τῆς ἐν Χριστῷ πνευματικῆς τροφῆς αἰνίττεται, ὃ καὶ αὐτὸ πάλιν ὁ σωτὴρ ἐδήλου λέγων· ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ὥσπερ οὖν ἐκεῖ τὴν σάρκα οὕτως ἐνταῦθα τὸ στέαρ ὠνόμασεν καὶ ὡς ἐκεῖ τὸ αἷμα, οὕτως ἐνταῦθα τὸν οἶνον, δι’ ὧν τὸ μὲν στέαρ καὶ ἡ σὰρξ τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν δηλοῖ, ὁ δὲ οἶνος καὶ τὸ αἷμα τὸ μυστήριον τοῦ πάθους σημαίνει. ταῦτ’ οὖν τοῖς διψῶσι τῆς ἐν θεῷ σωτηρίας ἀμισθὶ παρέξειν καὶ προῖκα δωρήσασθαι ἐπαγγέλλεται. Διὰ τί δὲ καταναλίσκετε τὸν μόχθον ὑμῶν, περὶ ἕτερα ἀσχολούμενοι, ἐξ ὧν οὐκ ἔστι ψυχὴν τραφῆναι οὐδ’ εἰς πλησμονὴν ἀπολαῦσαι τροφῆς. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· διὰ τί ἵστατε ἀργύριον οὐχ ὑπὲρ ἄρτων καὶ τοὺς κόπους ὑμῶν οὐχ ὑπὲρ πλησμονῆς; νοήσεις δὲ τοὺς ἀργυρίου ἐξωνουμένους τὸν τῆς ψυχῆς ἄρτον ἐπιστήσας τοῖς χρήματα προσάγουσι τοῖς λογικήν τινα διδασκαλίαν ἐπαγγελλομένοις σοφοῖς τοῦ αἰῶνος τούτου ἢ καὶ τοῖς τὴν τῶν Ἰουδαϊκῶν ἀναγνωσμάτων παράδοσιν μισθοῦ πιπράσκουσι τοῖς μαθητευομένοις. ἑξῆς τούτοις παρακαλεῖ τὰ ὦτα κλῖναι διὰ τοῦ συνεῖναι καὶ τὰς τῆς ψυχῆς ἀκοὰς ὑπηκόους παρασχεῖν τοῖς λεγομένοις. διό φησιν· ἀκούσατε καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν· πρὸς γὰρ τοῖς προτέροις καὶ ἑτέρων ἀγαθῶν ἐλπίδα καὶ τρυφὴν ἔνθεον τεταμιεῦσθαί φησι ταῖς τῶν ὑπηκόων ψυχαῖς. οὐ γὰρ τοῖς σώμασι, διαρρήδην δὲ ταῖς ψυχαῖς τὴν τῶν μελλόντων ἀγαθῶν δόσιν προβάλλεται. Οἷς προστίθησι λέγων· προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου, κατὰ δὲ τὸν Σύμμαχον· κλίνατέ φησι τὸ οὖς ὑμῶν καὶ ἔλθετε πρός με, ἀλλὰ καὶ εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ ταῦτα πάντα ταῖς ψυχαῖς ἐπαγγέλλεται. εἶτα προτρέψας διὰ τούτων καὶ διεγείρας τὰς ἀκοὰς ἄρχεται διδασκαλίας φάσκων· καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά· ἡ μὲν γὰρ παλαιὰ διαθήκη πρόσκαιρος οὖσα παρῆλθε καὶ τέλος εἴληφεν. ἐπεὶ δὲ πολλαχοῦ τῶν γραφῶν ἐπαγγελίαι τῷ Δαυὶδ ἐδόθησαν ἐκ σπέρματος αὐτοῦ προελεύσεσθαι τὸν Χριστὸν τοῦ θεοῦ, συγκροτήσαντες ἑαυτοὺς ἀκούσατε τὸν περὶ τούτων λόγον· εὖ ἴστε γάρ, ὅτι ἐὰν ἐπιδῶτε ἑαυτοὺς τοῖς ἐμοῖς λόγοις, κἀγὼ τῆς ὑπακοῆς καρπὸν ὑμῖν παρέξω. ἣν πεποίημαι πρὸς τὸν Δαυὶδ ἐπαγγελίαν, ταύτην ὑμῖν χαριούμενος· διαθήσομαι γοῦν ὑμῖν τὴν καινὴν διαθήκην ,ἥτις ἔσται οὐ κατὰ τὴν Μωσέως πρόσκαιρος, διαρκὴς δὲ καὶ αἰώνιος καὶ μέχρι συντελείας τοῦ παντὸς διαμενεῖ. καὶ τὰ ὅσια Δαυίδ, ἃ ἐπηγγειλάμην αὐτῷ, πιστὰ ποιήσω ἐπαληθεύσας μου τὰς ἐπαγγελίας. Εἶτ’ ἐπειδὴ προγνωστικὸν ἦν τὸ προφητικὸν πνεῦμα καὶ τοῦ μέλλοντος προορατικόν, οὐκ ἠγνόησεν, ὡς τὰς φωνὰς ταύτας καθέξουσι μὲν παρ’ ἑαυτοῖς Ἰουδαῖοι, οὐ μὴν ἕξουσί τι πλέον ἐξ αὐτῶν πρὸς ψυχῆς ὠφέλειαν. διὸ στρέφει τὸν λόγον ἐπὶ τὰ ἀλλόφυλα καὶ ἀλλογενῆ ἔθνη, οἷς καὶ ἐπαγγελίας ὑπισχνεῖται δώσειν αὐτοῖς ῥήμασι φάσκων· ἰδοὺ μαρτύριον ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται ἕνεκεν κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. ἀναπέμπει δὴ διὰ τούτων τοὺς ἐντυγχάνοντας ἐπὶ τὸν διὰ τῶν ἔμπροσθεν δεδηλωμένον, ἐν οἷς εἴρηται· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι, καὶ τό· εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· αὐτὸν οὖν ἐκεῖνόν φησι, περὶ οὗ ταῦτα πάντα λέλεκται· μαρτύριον τοῖς ἔθνεσιν ἔδωκα. διὸ καὶ εὐηγγελιζόμην τὴν στεῖραν τὴν πάλαι μὴ τίκτουσαν καὶ τὴν μὴ ἐσχηκυῖαν τὸν ἄνδρα τὴν σκηνὴν ἑαυτῆς ἐκτεῖναι καὶ πλατῦναι παρεκελευόμην, ἐπειδὴ γὰρ τὸ ἐπηγγελμένον ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ταῦτα συνέβη παθεῖν. εἰκότως μαρτύριον αὐτὸν οὐ τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πᾶσι τοῖς ἔθνεσιν ἔδωκα καὶ ἄρχοντα καὶ προστάσσοντα ἔθνεσι· δῆλον γὰρ ἐμοὶ τῷ θεῷ, ὅτι πάντα μᾶλλον ὑπακούσεται αὐτῷ τὰ ἔθνη ἢ ὁ ἐκ περιτομῆς λαός. τὸ δὲ μαρτύριον αὐτοῦ τὸ κήρυγμα ἦν τὸ περὶ αὐτοῦ, ὥσπερ οὖν αὐτὸς ἐδίδαξεν εἰπών· δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν . εἶτα εἰς αὐτοῦ πρόσωπον τοῦ προφητευομένου ἀναφωνεῖ τὸ πνεῦμα λέγον· ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται. ταῦτα δὲ πάντα γενήσεταί φησιν ἕνεκεν κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. Ἑξῆς παρακελεύεται ἐπιζητεῖν τὸν κύριον συνάπτων τῷ προστάγματι ἐπαγγελίαν εὑρέσεως. διό φησι· Ζητήσατε τὸν κύριον καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε αὐτόν. εἶτα παραινεῖ λέγων· ἐπειδὰν εὑρήσητε αὐτὸν πλησίον ὑμῶν ἑστῶτα καὶ μὴ μακράν που ἀπῳκισμένον, ὡς ἂν ἐνώπιον ἑστῶτες αὐτοῦ τὸν βίον τὸν ἑαυτῶν κατορθώσατε. καὶ ἐπειδήπερ τοῖς ἔθνεσι τοῖς ἀθέοις καὶ ἀσεβέσι πάλαι πρότερον οὖσι ταῦτα προσφωνεῖ, ἀκολούθως παραινεῖ λέγων· ἐπειδὰν ἐγγίσῃ ὑμῖν ὁ κύριος, ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ. καλὴ γὰρ ἡ μετάνοια καὶ ἡ ἀπὸ τῶν κακῶν ἀναχώρησις. εἰ γὰρ καὶ ἀθεράπευτα εἶναι νομίζετε τὰ καθ’ ἑαυτούς, κἂν ᾖ ἀπεγνωσμένα ὡς ἐν ἀνθρώποις, ἀλλ’ οὐ καὶ παρ’ ἐμοὶ ἀνίατα καὶ ἀθεράπευτα· πολὺς γάρ εἰμι τοῦ ἀφιέναι. Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὡς αἱ βουλαὶ ὑμῶν οὐδ’ ὥσπερ αἱ ὁδοὶ ὑμῶν τῶν ἀνθρώπων, οὕτως καὶ αἱ ἐμαὶ κρίσεις καὶ αἱ ὁδοί, λέγει κύριος. ὥσπερ γὰρ ὑψηλὸς ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ὑψωθήσονται αἱ ὁδοί μου παρὰ τὰς ὁδοὺς ὑμῶν καὶ οἱ λογισμοί μου παρὰ τοὺς λογισμοὺς ὑμῶν. ὃν τρόπον γὰρ κατέβη ὁ ὑετὸς καὶ ἡ χιὼν ἀπὸ τοῦ οὐρανοῦ ἐκεῖ οὐχ ὑποστρέψει, ἀλλ’ ἐκμεθύσει τὴν γῆν καὶ ἐκτοκήσει τὴν γῆν καὶ βλαστῆσαι αὐτὴν ποιήσει καὶ δώσει σπέρμα τῷ σπείροντι καὶ ἄρτον τῷ ἐσθίοντι, οὕτως ἔσται ὁ λόγος μου, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματός μου, οὐχ ὑποστρέψει πρός με κενός, ἀλλ’ ἐὰν ποιήσῃ ὅσα ἠθέλησα, καὶ ἐὰν κατορθώσῃ ὅσα ἀπέστειλα αὐτόν. ταῦτα πάντα εἰς πίστωσιν τῆς ἐπαγγελίας, ἧς πεποίηται πρὸς τὸν ἀσεβῆ καὶ τὸν ἄνομον τὸν ἐξ ἐθνῶν ἐπιστρέφοντα εἰπὼν σαφῶς παρέστησε τὸν ἐν ἀρχῇ θεὸν λόγον ἄνωθεν ἐκ τοῦ πατρὸς κατιόντα δίκην ὑετοῦ καὶ χιόνος ἐπὶ τῷ καταβήσεσθαι εἰς ἀνθρώπους, ἐφ’ ᾧ τε τὰς ψυχὰς αὐτῶν ἀρδεῦσαι καὶ καρποφορῆσαι ποιῆσαι. καὶ τὴν ἐπάνοδον δὲ αὐτοῦ τὴν πρὸς τὸν πατέρα δεδήλωκε φήσας· οὐχ ὑποστρέψει πρός με κενός, ἀλλ’ ἐὰν ποιήσῃ ὅσα ἠθέλησα, καὶ ἐὰν κατορθώσῃ ὅσα ἐνετειλάμην αὐτῷ· ἐπὰν γὰρ ταῦτα πρότερον ποιήσῃ, τότε πρός με ὑποστρέψει. εἰ δὲ λέγοιτο ἐκ στόματος τοῦ Χριστοῦ ἐξιέναι, οὐ χρὴ λόγον σημαντικὸν κατὰ τὸν παρ’ ἡμῖν προφορικὸν νομίζειν εἶναι αὐτόν, ἐπεὶ μηδὲ στόμα τῷ θεῷ σωματικὸν ἀντίος προσάψειε μὴ τοῦ καθεστῶτος ἐκπεσὼν λογισμοῦ. πῶς δ’ ἂν ἄλλου λόγος ἀνυπόστατος ἐκπέμπεται καὶ κατέρχεται καὶ ποιήσας τινὰ καὶ κατορθώσας πάλιν ὑποστρέψει πρὸς τὸν ἀποστείλαντα, ἀλλὰ γὰρ ταῦτα σαφῶς συνᾴδει ταῖς εὐαγγελικαῖς διδασκαλίαις, δι’ ὧν ὁ θεὸς λόγος εἰσάγεται ἐκ τοῦ πατρὸς ἀποστελλόμενος καὶ τὰς ἐν ἀνθρώποις οἰκονομίας ἐκτελῶν καὶ πάλιν ἀνιὼν πρὸς τὸν πατέρα. Μετὰ ταῦτα ἡ προφητεία πρὸς τοὺς ἐξ ἐθνῶν τῷ σωτηρίῳ λόγῳ προσιόντας φησίν· ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ διδαχθήσεσθε· ἐξελεύσεσθε μὲν γὰρ ἀπὸ τῆς πατροπαραδότου πλάνης, τεύξεσθε δὲ διδασκαλίας τῆς κατὰ τὸ σωτήριον εὐαγγέλιον, ὃ δὴ καὶ χαρᾶς ἐνθέου ποιητικὸν ὑμῖν ἔσται. ὁ δὲ Σύμμαχος· ἐν εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν εἰρήνῃ ὁδηγηθήσεσθε. εἶτά φησι· τὰ ὄρη καὶ οἱ βουνοὶ νεμηθήσονται ἔμπροσθεν ὑμῶν ἐν ἀγαλλιάσει, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ κροτήσει χειρί, δι’ ὧν οἶμαι δυνάμεις θείας συγχαιρούσας τοῖς ἐπὶ γῆς μετανοοῦσι δηλοῦσθαι, ὃ δὴ καὶ ὁ σωτὴρ ἐδίδαξεν εἰπὼν χαρὰν ἔσεσθαι ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. ξύλα δὲ ἀγροῦ ἐπικροτοῦντα κλάδοις τάχα που αἱ καρποφόροι εἶεν ἂν ψυχαὶ συγχαίρουσαι ταῖς τῶν ἀνόμων ψυχαῖς ἐπιστρεφούσαις πρὸς τὸν θεόν. σημεῖα γοῦν παρεῖχον χαρᾶς διὰ τοῦ κροτεῖν τοῖς κλάδοις, ἀλλὰ καὶ ἀντὶ τῆς στοιβῆς φησιν ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη. ἀλληγορικῶς δὲ καὶ διὰ τούτων ᾐνίττετο τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω τῶν ψυχῶν καρποφορίαν· αἳ πάλαι μέν, ὅτ’ ἦσαν ἐν ἀθεότητι, οὐδὲν γόνιμον οὐδὲ τρόφιμον ἔφερον· ὡς ἐν ἐρήμῳ δὲ καὶ χέρσῳ καὶ ἀγεωργήτῳ χώρᾳ στοιβὴν ὕλης ἀχρήστου καὶ κόνυζαν τὴν δυσωδεστάτην καὶ ἄχρηστον παντελῶς βοτάνην ἔφυον. νῦν δ’ ὅτε τῆς θείας μετέσχον χάριτος. μυρσίνην εὐωδεστάτην καὶ τὴν ὑψηλοτάτην καὶ πάλιν εὐώδη κυπάρισσον ἐκαρποφόρουν. κατὰ δὲ τὸν Σύμμαχον· ἀντὶ στοιβῆς φησιν ἀναβήσεται βράθυ, ἀντὶ δὲ τῆς κνίδης ἀναβήσεται μυρσίνη, ὡσεὶ σαφέστερον ἐλέγετο· ἀντὶ κακίας ἀναβήσεσθαι δικαιοσύνην καὶ ἀντὶ ἀκολασίας σωφροσύνην καὶ ἀντὶ θράσους ἀνδρείαν καὶ ἀντὶ ἀφροσύνης φρόνησιν καὶ ἁπαξαπλῶς ἀντὶ πονηρίας ἀρετήν. πρὸς τούτοις ἕτερόν τι θαυμάσιον ἐπαγγέλλεται τοῖς ἐπὶ τὸν θεὸν ἐπιστρέψασιν ἔθνεσιν· ἔσται γάρ φησι κύριος αὐτοῖς εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει. καὶ τίς οὐκ ἂν ἐκπλαγείη τοῦ λόγου τὸ ἀποτέλεσμα ὁρῶν καθ’ ὅλης τῆς οἰκουμένης ἀπὸ τοῦ Χριστοῦ τοῦ θεοῦ Χριστιανοὺς προσαγορευομένους; καὶ τοῦτο αὐτοῖς ἔσεσθαι σημεῖον αἰώνιον τῆς παρὰ τῷ θεῷ σωτηρίας τὸ ἐπιγράφεσθαι τὸ τοῦ κυρίου ὄνομα, ὅπερ αὐτοῖς εἰς αἰῶνα παραμενεῖ καὶ οὐκ ἐκλείψει πώποτε· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ τυγχάνει.