Ancient Greek · ~59 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.58.1
Not analysed yet
Τοῖς μὲν δηλωθεῖσιν ἐπαγγέλλεται τὰ προλελεγμένα, τοῖς δὲ τὴν ἐναντίαν πεπορευμένοις εἰπὼν ἀπειλήσειν ἀπειλήν, ἀκουλούθως διδάσκει τὸν τῆς ἀπειλῆς τρόπον παριστὰς τὴν δευτέραν καὶ ἔνδοξον τοῦ σωτῆρος παρουσίαν, ὅτε ἥξει μετὰ τῆς δόξης τοῦ πατρὸς καὶ μετὰ τῶν ἀγγέλων αὐτοῦ, κρῖναι ζῶντας καὶ νεκρούς. διό φησιν· Ἰδοὺ κύριος ὡς πῦρ ἥξει. ἀντὶ δὲ τοῦ· ὡς πῦρ ἥξει, ἐν πυρὶ ἥξει οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι. καὶ τὰ ἅρματα αὐτοῦ ὡς καταιγίς· ἅρματα δὲ αὐτοῦ ἄγγελοί εἰσι καὶ αἱ περὶ αὐτὸν δυνάμεις, ἃς δίκην καταιγίδος ἐπιστήσεσθαι τοῖς τιμωρίας ἀξίοις φησί. τοιοῦτος δὲ ἥξειν λέγεται διὰ τοὺς ἀσεβεῖς, οἷς μέλλει τὸν ἑαυτοῦ θυμὸν ἐπαφιέναι· θυμὸς δὲ αὐτοῦ αἱ κολαστικαὶ καὶ αἱ τιμωρητικαὶ δυνάμεις εἰώθασιν ὀνομάζεσθαι. καὶ τὸν ἀποσκορακισμὸν δὲ αὐτοῦ ἐν πυρὶ φλογὸς κατὰ τῶν αὐτῶν ἀφήσει. ἀντὶ δὲ τοῦ· καὶ τὸν ἀποσκορακισμόν, τὸν σκορακισμὸν αὐτοῦ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασι. τοιοῦτος μὲν οὖν θυμὸς κατὰ τὸ εἰρημένον ἔσται, πρὸς δὲ τοὺς ἀξίους τῆς αὐτοῦ βασιλείας, ὁποῖος πολλάκις διὰ τῶν ἔμπροσθεν δεδήλωται καὶ ὡς τὴν δόξαν τῆς βασιλείας αὐτοῦ τοῖς πρεσβυτέροις αὐτοῦ δείξει καὶ ὡς νυμφίου δίκην ἐπιστήσεται καὶ τὴν ἑαυτοῦ νύμφην ἀπολήψεται καὶ ὅσα ἄλλα τοῖς τῶν ἐπαγγελιῶν μεθέξειν ὁ λόγος εὐηγγελίσατο. Εἶτ’ ἀπειλεῖ λέγων· ἐν γὰρ τῷ πυρὶ κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου. ῥομφαίαν δὲ ὀνομάζει σωματικώτερον καὶ τραυματίας ὡσαύτως, ἐπεὶ μὴ ἄλλως ἦν δυνατὸν ἀκούειν Ἰουδαίους ὄντας καὶ μὴ οἵους τε παρακολουθεῖν τῇ τῶν λόγων διανοίᾳ. ὅ γε μὴν Ἀπόστολος τὸν τῶν προκειμένων νοῦν διασαφεῖ λέγων· κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἑξῆς ὁ προφήτης τοῖς κατὰ τὸν αὐτὸν χρόνον ἀσεβοῦσιν Ἰουδαίοις ἔλεγχον ἐπάγει λέγων· οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι ἐν τοῖς κήποις καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε κύριος. ἔνθα ὁ λόγος οὐχὶ αὐτοὺς ἐσθίοντας τὸ κρέας τὸ χοίρειον διαβάλλει, ἀλλὰ ταῦτα πράττοντας ἅπερ ᾐτιᾶτο ἐν μέσῳ ἐσθιόντων τὸ κρέας τὸ χοίρειον καὶ τὰ λοιπά. μεταξὺ γὰρ τῶν ἐθνῶν ζῶντες καὶ μεταξὺ τῶν ἀλλοφύλων πολιτευόμενοι οὐδὲν αὐτῶν διέφερον κατὰ τὸν βίον. διὸ σὺν αὐτοῖς φησιν ἐκλείψουσι τῇ αὐτῇ τοῖς ἔθνεσι παραδοθέντες τιμωρίᾳ. καθαρίζεσθαι δὲ εἰς τοὺς κήπους εἶπεν αὐτοὺς ὡς μηκέτι κατὰ τὸν νόμον ὃν παρέδωκε Μωϋσῆς καθαριζομένους σποδιᾷ δαμάλεως καὶ περιρραντηρίοις ἡμερῶν ἑπτὰ καὶ ταῖς διὰ θυσιῶν καθάρσεσιν, ἀντὶ δὲ τούτων ἐν αὐτοῖς περινοστήσαντες τὸ δι’ ὕδατος καθάρσιον ἀπαρκεῖν αὐτοῖς ᾤοντο τοῖς κατὰ τοὺς κήπους ὕδασιν ἀπολούεσθαι καὶ μηκέτι μηδενὸς δεῖσθαι τῶν νενομοθετημένων. ἢ καὶ ἄλλως μετὰ μιαρὰς καὶ ἀκαθάρτους πράξεις, ἀθεμίτους τε αἰσχρουργίας ἐνόμιζον ψιλοῖς ὕδασι καθαρίζειν τὰς ἑαυτῶν ψυχάς. Διὸ ἐπιλέγει· κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν ἔρχομαι συναγαγεῖν. ἐπὶ τὸν περὶ τῆς καθ’ ὅλου κρίσεως λόγος μεταβαίνει λέγων· πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας ἔρχομαι συναγαγεῖν, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖον καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους. σαφέστερον δὲ ὁ σωτὴρ ἐν Εὐαγγελίοις ταῦτα διδάσκει λέγων· ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, καὶ συνάξουσι πάντα τὰ ἔθνη ἔμπροσθεν αὐτοῦ, καὶ ἀφοριεῖ αὐτούς, ὃν τρόπον ἀφορίζει ὁ ποιμὴν τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. καὶ τοῖς μὲν ἐρεῖ τάδε, τοῖς δὲ τάδε. ὃ δὴ καὶ ἡ προφητεία παρίστησι διὰ τοῦ· καὶ ἐγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἔρχομαι συναγαγεῖν, πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. καὶ τοῦτο δὲ πάλιν τοῖς ἔθνεσιν ἐπαγγέλλεται τὸ καταξιωθῆναι θεάσασθαι τὴν δόξαν αὐτοῦ. ἵνα δὲ τοῦτο γένηται καὶ εἰς ἀγαθὸν τέλος τοῖς ἔθνεσι τὰ τῆς ἐπαγγελίας προχωρήσῃ, καταλέγω τινάς φησιν ἐξ αὐτῶν· τίνων δὲ αὐτῶν ἢ δηλαδὴ τῶν ἀπολλυμένων, περὶ ὧν ἐλέγετο· ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται· ἐξ αὐτῶν γὰρ τούτων περιλειφθέντες τινὲς τὸ ἐμὸν καταδέξονται σημεῖον καὶ τὴν τῶν ἐθνῶν κλῆσιν τῶν μελλόντων ὄψεσθαι τὴν δόξαν μου. διὸ λέλεκται· καταλείψω ἐπ’ αὐτῶν σημεῖον καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους. οὗτοι δ’ ἦσαν τὸ λεῖμμα τὸ κατ’ ἐκλογὴν χάριτος, περὶ οὗ λέλεκτο· εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα. τοῦτο δὴ οὖν τὸ σπέρμα τὸ ἐξ αὐτῶν ἐκείνων τῶν ἀπολλυμένων διασωθὲν ἐξαποστελῶ φησιν εἰς τὰ ἔθνη τὰ ἀλλογενῆ καὶ ἀλλόφυλα, εἰς Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασι τὸ ὄνομά μου οὐδὲ ἑωράκασι τὴν δόξαν μου. καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι, καὶ πάλιν· Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπα Ἰδού εἰμι τοῖς μὴ ἐπικαλουμένοις τὸ ὄνομά μου. τούτων ἀδελφὰ τυγχάνει τὰ προκείμενα, δι’ ὧν τοὺς ἑαυτοῦ ἀποστόλους ἐπαγγέλλεται ἀποστέλλειν ἐπὶ τὰ ἀλλότρια τοῦ Ἰσραὴλ ἔθνη τὰ πορρωτάτω τῆς Ἰουδαίας καὶ ἐπὶ τὰς νήσους, ἐν αἷς οὐδεὶς πώποτε προφήτου ὄνομα ἀκήκοε, τούτοις δὲ ἐπιδημήσειν τοὺς ἑαυτοῦ ἀποστόλους φησὶ σημεῖον ἐπικομιζομένους. ποῖον δὲ τοῦτο ἢ τὸ σωτήριον σημεῖον, ᾧ θαρσοῦντες τὴν δόξαν τοῦ μονογενοῦς θεοῦ πᾶσι κατήγγελον τοῖς ἔθνεσιν, ἐν οἷς ὡς καὶ τοὺς πάλαι πλάνῃ εἰδωλολατρίας δεδουλωμένους ἐλευθερώσαντες ἄξουσιν, ἀδελφούς τε αὐτοὺς ἑαυτῶν ἀποδείξαντες δῶρον προσάξουσι τῷ θεῷ. καὶ τέως μὲν ταῦτα πράξουσι, κατὰ δὲ τὸν καιρὸν τῆς συντελείας ἐπὶ τὴν τοῦ θεοῦ πόλιν καὶ τὴν ἐπουράνιον Ἰερουσαλὴμ ἄξουσιν αὐτοὺς τέλος ἀγαθὸν αὐτοῖς τοῦτο προχωρήσαντες, ὅτε καὶ ἀναληφθήσονται ὁμοίως τῷ Ἠλίᾳ ἐφ’ ἁρμάτων ἀγγελικῶν ὀχούμενοι φωτὸς ἐπουρανίου περιαστράπτοντος αὐτούς. διὸ λέλεκται· μεθ’ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἰερουσαλὴμ καὶ ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν τοὺς ἐκ πάντων τῶν ἐθνῶν. νοήσεις δὲ τοὺς ἵππους καὶ τὰ ἅρματα τὰ ἀγγελικά, ἐπιστήσας τῇ Ζαχαρίου προφητείᾳ, παρ’ ᾧ ἵππους ψαροὺς καὶ ποικίλους καὶ λευκοὺς καὶ ἅρματά τινα διαγράψας ὁ λόγος ἀγγελικὰς ᾐνίττετο δυνάμεις. λαμπῆναι δὲ ἡμιόνων σημαίνειν ἐοίκασι τὰ τῆς ἀναστάσεως σώματα, οἷς ἐποχούμεναι αἱ ψυχαὶ εἰς τὴν ἐπουράνιον ἀναληφθήσονται πόλιν. εὖ δὲ εἴρηνται λαμπῆναι διὰ τὴν ἐκλάμπουσαν ἐν αὐταῖς δόξαν. ἀντὶ δὲ τοῦ· ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων, ὁ Σύμμαχος ἐφ’ ἵπποις καὶ ἐν ἅρμασι καὶ ἐν λεκτίσι καὶ ἐν καρούχαις καὶ ἐν φορείοις ἡρμήνευσε. πάντα δὲ ταῦτα παχέως οὕτως καὶ σωματικῶς καταλλήλως ταῖς Ἰουδαϊκαῖς ἀκοαῖς ἐλέγετο, κατὰ δὲ τὴν διάνοιαν τὴν δι’ ἀέρος μετάρσιον αὐτῶν πορείαν τὴν εἰς οὐρανοὺς φέρουσαν σημαίνει, ἣν ἑρμηνεύων ἐπὶ τὸ σαφέστερον ὁ θεῖος Ἀπόστολος ἔλεγεν· ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. οὕτω δὲ εἰσελεύσονται εἰς τὴν ἐπουράνιον τοῦ θεοῦ πόλιν, οὕτω δὲ ἥξουσιν οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν σῳζόμενοι εἰς τὴν ἐπουράνιον Ἰερουσαλήμ, ὥσπερ ποτὲ ἀνῄεσαν καὶ ἀνέφερον οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τῆς γῆς τὰς θυσίας αὐτῶν, ὃ δὴ σημαίνει λέγων· ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν ἐμοὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον κυρίου, κατὰ δὲ τὸν Σύμμαχον· ὡσπερεὶ ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὴν προσφορὰν ἐν σκεύει καθαρῷ εἰς οἶκον κυρίου. ὥσπερ οὖν τότε κατὰ τὸν σωματικὸν νόμον ἐπὶ τῆς ἐπιγείου Ἰερουσαλὴμ ταῦτ’ ἔπραττον οἱ τὴν λατρείαν ἐπιτελοῦντες, τὸν αὐτὸν τρόπον κατὰ τὸ ἐπὶ γῆς παράδειγμα οἱ εἰς τὴν ἐπουράνιον Ἰερουσαλὴμ ἀνιόντες ἥξουσι μετὰ τῶν οἰκείων καρπῶν, καὶ ὧν ἕκαστος ἐν τῇ ψυχῇ ἐπικομίζεται δώρων ἐκ τῆς τῶν ἀρετῶν καρποφορίας. Εἶτ’ ἐπιλέγει· καὶ ἀπ’ αὐτῶν λήψομαι· ποίων δὲ αὐτῶν ἢ ἀφ’ ὧν εἴρηκεν ἐθνῶν μικρῷ πρόσθεν ὀνομάσας· Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασι τὸ ὄνομά μου οὐδὲ ἑωράκασι τὴν δόξαν μου, ἐξ αὐτῶν τούτων λήψομαί φησιν ἱερεῖς καὶ Λευίτας, εἶπε κύριος. ἐπάγει δὲ συλλογισμὸν τὸ εὔλογον δεικνὺς τοῦ λόγου· ὃν τρόπον γάρ φησιν ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν· εἰ γὰρ ὁ οὐρανὸς καινὸς ἔσται καὶ ἡ γῆ καινὴ καὶ Ἰερουσαλὴμ καινή, ἀκόλουθον ἂν εἴη καὶ τοὺς ἱερεῖς καὶ Λευίτας καινοὺς ἔσεσθαι. διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. λήψομαι τοίνυν ἐξ αὐτῶν ἐκείνων, ὧν προεῖπον ἱερεῖς καὶ Λευίτας· οὐδὲ γὰρ πιθανὸν ἦν περὶ τοῦ Ἰουδαίων λαοῦ λέγεσθαι τό· λήψομαι ἱερεῖς καὶ Λευίτας, προϋφεστώτων ἤδη παρ’ αὐτοῖς τούτων, ἀλλ’ οὐδὲ οἷόν τε ἦν ἀπὸ Λευιτῶν Λευίτας λαμβάνειν οὐδ’ ἀπὸ ἱερέων ἱερέας διὰ τὸ πάντας ἁπαξαπλῶς τοὺς ἐκ φυλῆς Λευὶ ἱερεῖς εἶναι καὶ Λευίτας, νῦν δὲ ἐκλογὴν ἐπαγγέλλεται ποιήσειν ἐκ τῆς τῶν ἐθνῶν κλήσεως. καὶ ταῦτα ἔσται, ἐπειδὴ καὶ ὁ οὐρανὸς ἔσται καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ μένειν· τὰ μὲν γὰρ πρῶτα οὐ μένοντα ἦν. διὸ ἐλέγετο· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, καὶ πάλιν· ἑλιγήσεται ὡς βιβλίον ὁ οὐρανός ,καί· φθορᾷ φθαρήσεται ἡ γῆ, τοῦ δὲ μέλλοντος αἰῶνος ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. εἶτ’ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, περὶ ὧν ἐν μακαρισμοῖς ἔλεγε· μακάριοι οἱ τοιοίδε, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ,καί· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. οὗτος τοίνυν ὁ καινὸς οὐρανὸς καὶ ἡ τοῦ νέου αἰῶνος καινὴ γῆ μένουσιν εἰς ἄπειρον καὶ ἀτελεύτητον αἰῶνα διαρκοῦντες. διαφορὰν δέ μοι νοεῖ τῶν ἐν τῇ βασιλείᾳ τόπων· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ πατρί, ὧν αἱ μὲν γῆς πρὸς οὐρανὸν ἄξουσιν ἀναλογίαν, αἱ δὲ παραθέσει τῶν ὑποβεβηκυιῶν μονῶν οὐρανῶν δόξαν ἐφέξουσιν. ἃ δὴ καὶ ἔσται μένοντα ἀεί, οὐκέτι παρερχόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. διό φησιν· ἃ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, καὶ τὸ ὄνομα δὲ ὑμῶν οὕτως ἔσται διαμένον εἰς ἀεὶ ἐνώπιόν μου· τὸ δὲ εἰς ἀεὶ αἰώνιον καὶ ἀθάνατον καὶ ἄπειρον ζωὴν αἰνίττεται. Εἶτ’ ἐπιλέγει· καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου, εἶπε κύριος, εἰς Ἰερουσαλήμ. τὸ μὲν οὖν εἰς Ἰερουσαλὴμ οὐ κεῖται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὐδὲ ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει. πλὴν οὐ λυπεῖ κείμενον παρὰ τοῖς Ἑβδομήκοντα · δῆλον γὰρ ὡς τὴν ἐπουράνιον σημαίνει Ἰερουσαλήμ, ἔνθα συστήσεται ἡ τοῦ σωτῆρος ἡμῶν βασιλεία. εἰ δὲ τύποι καὶ σύμβολα καὶ εἰκόνες ἦσαν τὰ παρὰ Μωσεῖ νενομοθετημένα τῶν ἐπουρανίων, ἀκόλουθόν ἐστιν κατὰ διάνοιαν ἐκλαμβάνειν τὰς ἐν οὐρανῷ ἑορτὰς καὶ τὰ ἐκεῖ σάββατα ἀληθινὰ καὶ τοὺς μῆνας τοὺς ἐκεῖ, περὶ ὧν πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, σχολῆς τε μακρᾶς καὶ οἰκείας ὑποθέσεως δεόμενος. πλὴν ὥσπερ ἐπὶ τῆς κάτω Ἰερουσαλὴμ τὸ μὲν πολὺ πλῆθος τοῦ ἔθνους διαφόρους κατῴκει πόλεις, ἐξαίρετος δὲ ἦν ὁ τοῦ ἁγιάσματος τόπος, ἔνθα κατὰ καιροὺς ἀπήντων οἱ τὴν ἄλλην οἰκοῦντες χώραν τὰ τῆς τοῦ θεοῦ λατρείας ἐπιτελέσοντες, οὕτως καὶ ἐπὶ τῆς νοουμένης οὐρανίου πόλεως καὶ τοῦ αὐτόθι ἐξαιρέτου ἁγιάσματος, ἔνθα οὐδενὶ βατὸν ἢ μόνῳ τῷ ἀρχιερεῖ δηλαδὴ τῷ υἱῷ τοῦ θεοῦ, ᾧ μόνῳ θέμις τῇ τοῦ πατρὸς πελάζειν θεότητι, καὶ εἰς αὐτοὺς τοὺς πατρικοὺς διαβαίνει κόλπους. οἱ τὰς πολλὰς μονὰς τὰς οὐρανίους οἰκήσοντες καιροῖς τεταγμένοις, ὁποίους χρὴ νοεῖν τοὺς ἐκεῖ καιροὺς καὶ τοὺς ἐκεῖ ἐνιαυτούς, ὧν ἐν περινοίᾳ γενόμενός τις προφητῶν ἔλεγε· καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα· διαβήσονται γὰρ ἐπὶ τὴν οὐρανόπολιν τὴν ἐξαίρετον καὶ ἀφωρισμένην τῇ βασιλείᾳ τοῦ θεοῦ καὶ τοῖς εἰς ἄκρον μακαριότητος ἥκουσιν, ἧς οὐ στερήσονται οὐδ’ οἱ ὑποβεβηκότες. καὶ αὐτοὶ δὲ κατὰ περιόδους τινὰς ὡς ἐν οὐρανίοις ἑορταῖς ἀφικνούμενοι εὐφροσύνης ἀλήκτου τινὸς καὶ ἐνθέου μεταλήψονται τῶν αὐτόθι ἀρρήτων ἀγαθῶν ἀπολαύσαντες, περὶ ὧν εἴρηται· ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. καὶ τούτων ἐμφορηθέντες ἐπανήξουσιν εἰς τὰς ἑαυτῶν μονάς, ἕκαστος τὴν οἰκείαν καὶ ἑαυτῷ κατάλληλον διατριβὴν ἀποληψόμενος, ὅτε καὶ ὁ ἀληθινὸς σαββατισμὸς καὶ ἡ τελεία καὶ ἀληθὴς ψυχῶν ἀνάπαυσις τοῖς τούτων ἀξίοις ἀποδοθήσεται. διὸ εἴρηται· καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου εἰς Ἰερουσαλήμ, εἶπε κύριος. σάρκα δὲ πᾶσαν λέγει πάντα τὰ ἔθνη τοῦτον ὀνομάζων τὸν τρόπον· οὕτως γοῦν ἐλέγετο καὶ διὰ τῶν ἔμπροσθεν· ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, καὶ ἀλλαχοῦ· ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν. ἵνα γὰρ μὴ Ἰουδαῖοι νομίζωσι ταῦτα περὶ αὐτῶν εἰρῆσθαι, ἀναγκαίως ἐξαπλοῖ τὴν διάνοιαν καθολικώτερον πᾶσαν ὀνομάζων σάρκα, οὕτω πᾶν τὸ ἀνθρώπινον δηλῶν γένος· ἀλλ’ οἱ δὲ μὲν κατὰ καιροὺς ἥξουσιν, οἱ δὲ αὐτῆς τῆς Ἰερουσαλὴμ πολῖταί εἰσι δὲ μυριάδες ἀγγέλων καθὼς καὶ ὁ Ἀπόστολος ἐδίδαξε· καὶ ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. οὐχ ἥξουσιν ἐκ διαστημάτων, ἀλλὰ καὶ διὰ παντὸς οἰκήτορες ἔσονται καὶ πολῖται, οἷα λειτουργοὶ καὶ ἱερεῖς ὑπ’ ἀρχιερεῖ τῷ υἱῷ τοῦ θεοῦ τῶν αὐτόθι ἀγαθῶν διὰ παντὸς ἀπολαύοντες, ὄψονται δὲ πάντες οὗτοι τῶν ἀσεβῶν τὴν ἀπώλειαν ἐννοοῦντες οἵων ἀγαθῶν ἐστερήθησαν. Διὸ λέλεκται· καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ὄψονται τὰ ἔσχατα τῶν ἀνθρώπων τῶν ἀθετησάντων ἐν ἐμοί. τίνες δὲ ἦσαν οὗτοι, ἐν ἀρχῇ τῆς προφητείας ἐδήλου λέγων· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν · ᾐνίξατο τοίνυν τοὺς ἐκ τοῦ Ἰουδαίων ἔθνους τὴν σωτήριον ἀθετήσαντας χάριν. μακρὰν δὲ αὐτῶν ὄντες ὄψονται αὐτοὺς οἱ ἐκ τῆς Ἰερουσαλὴμ ἐξελευσόμενοι καὶ ἐπὶ τὰς οἰκείας μονὰς ἀπερχόμενοι· τοῦτο γὰρ παρίστη φάσκων ὁ λόγος· ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν ἀθετησάντων ἐν ἐμοί, ὧν ὁ σκώληξ οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, ἀλλ’ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. πάσης οὖν τιμωρίας τὸ χείριστον τοῦτο ἂν εἴη, λέγω δὲ τὸ ἀτελεύτητον ἔχειν ἐν ἑαυτοῖς τὸν ἑαυτῶν σκώληκα· οὕτω δὲ ὀνομάζει τὴν συνείδησιν δίκην σκώληκος κατεσθίουσαν τῶν ἑαυτοῖς οὐκ ἀγαθὰ συνειδότων τὴν ψυχὴν ἐν τῷ μετανοεῖν, ἐφ’ οἷς ἠσέβουν, ὁρᾶν τε ἑαυτοὺς ἀποκλήτους τῶν τοσούτων ἀγαθῶν. ἕκαστος οὖν αὐτῶν ἐν τῷ ἐξομολογεῖσθαι ἑαυτοῦ κατήγορος γενήσεται ἀναπεμπαζόμενος τὰ κατὰ τὸν θνητὸν βίον αὐτῷ πεπραγμένα καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, καὶ οὕτως αὐτῶν ὁ σκώληξ ἀτελεύτητος διαμένει. οὐ γὰρ δή που περὶ αἰσθητοῦ σκώληκος ὡς μέλλοντος καὶ αὐτοῦ γενήσεσθαι ταῦτ’ εἴρηται, καὶ τὸ πῦρ δὲ αὐτῶν ἄσβεστον ὑπάρξει. ὃ δὴ τέλος τῶν ἀσεβῶν ὡρίζετο καὶ ὁ σωτὴρ ἡμῶν ἐν Εὐαγγελίοις εἰπὼν τοῖς εἰς τὰ ἀριστερὰ αὐτοῦ στησομένοις· πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ὥσπερ οὖν ἐκεῖ αἰώνιον εἴρηται πῦρ, οὕτω καὶ ἐνταῦθα ἄσβεστον μιᾶς καὶ τῆς αὐτῆς οὐσίας πυρὸς ἐξ ἑκατέρων τῶν γραφῶν παρισταμένης. ἀλλὰ καὶ ἔσονται ἐν τοιαύτῃ ὄντες κολάσει εἰς ὅρασιν πάσῃ σαρκί· ποίᾳ δὲ σαρκί; ἢ πάντως που τῇ μὴ κολασθησομένῃ, τῆς δὲ ἐπουρανίου θέας καταξιωθησομένῃ, περὶ ἧς ἀνωτέρω ἐλέγετο· ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου, εἶπε κύριος, καὶ ἐξελεύσονται καὶ ὄψονται. αὕτη μὲν οὖν ἡ σὰρξ ὄψεται τούτων κολαζομένων τέλος τῶν κρειττόνων, αὕτη κατηξιωμένη. οἱ δὲ τῷ πυρὶ τῷ αἰωνίῳ παραδοθησόμενοι τὸν ἑαυτῶν σκώληκα ἀτελεύτητον ἐν τῇ ψυχῇ φέροντες εἰς θέαν ἐκκείσονται τῶν τῆς ἐνθέου μακαριότητος καταξιωθησομένων.