Ancient Greek
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.57.1
Not analysed yet
Θεσπίσας ὁ λόγος καινὰ πάντα ἔσεσθαι κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν, ἀκολούθως ἐκείνοις διὰ τῶν προκειμένων τοῖς κατὰ τὸν ἐνεστῶτα βίον ταῦτα προμεμαθηκόσι προσφωνεῖ λέγων· Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. τίνες δ’ ἦσαν οὗτοι, διὰ τῶν ἔμπροσθεν ἐδίδαξεν εἰπών· ἐπὶ τίνα ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου ; τοῖς τὸν εὐλαβῆ τοίνυν καὶ θεοσεβῆ τρόπον ἀναδεδειγμένοις διὰ τοῦ τρέμειν τὸν λόγον αὐτοῦ προσφωνεῖ λέγων· Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ τοῖς βδελλυσσομένοις. ἀκολούθως εὐαγγελικὸν αὐτοῖς παραδίδωσι παράγγελμα οὐδὲν διαφέρον τοῦ· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. οὕτω καὶ ἡ προφητεία παρακελεύεται, ὅπερ καὶ τὸ εὐαγγέλιον διδάσκει. πρὸς μὲν γὰρ τελείωσιν οὐκ ἐπαρκεῖ τὸ τρέμειν τὰ θεῖα λόγια καὶ διακεῖσθαι περὶ αὐτὰ σὺν εὐλαβείᾳ τῇ πάσῃ, πρὸς δὲ ἄκρας ἀρετῆς ἀνάληψιν οὕτω προσήκει ἀνεξικακίας εἰς ἄκρον ἐλαύνειν, ὡς τοὺς ἐχθροὺς μισοῦντας ἡμᾶς ἀδελφοὺς ὀνομάζειν καὶ τοὺς βδελυσσομένους ἡμᾶς μὴ ὡς πολεμίους ὁρᾶν, ἀλλὰ στέργειν καὶ ἀγαπᾶν ὡς γνησίους φίλους. οὕτω γὰρ ἔσεσθε, φησὶν ὁ σωτήρ, υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅστις ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθούς. ἡ δὲ προφητεία ταῦτά φησι· ποιεῖτε, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ὀψόμεθα ἐν τῇ εὐφροσύνῃ ὑμῶν· εἰ γὰρ ταῦτα πράττοιτε, ὑμῶν μὲν κατὰ τὸ τέλος τῶν ἀμοιβῶν εὐφροσύνη ἔκδηλος ἔσται τοῖς πᾶσιν· ἐκεῖνοι δὲ καταισχυνθήσονται τὸ ὑμέτερον ὀψόμενοι τέλος καὶ τὴν ἑαυτῶν ἀπώλειαν κατὰ τὸν τῆς δικαιοκρισίας τοῦ θεοῦ καιρὸν ἔργοις μαθησόμενοι· ὅσον γὰρ οὔπω ἐπιστήσεται ἡ ἡμέρα τῆς ἀνταποδόσεως ,καθ’ ἣν φωναὶ παντοῖαι τῶν κολαζομένων ἀκουσθήσονται, αἱ μὲν ἐξ αὐτῆς τῆς πόλεως τῶν οἰκητόρων ἐκβοώντων, αἱ δὲ ἐξ αὐτοῦ τοῦ ναοῦ τῶν ἱερέων καὶ τῶν λοιπῶν λειτουργῶν ἀποκλαομένων. τὸ τηνικαῦτα δὲ καὶ αὐτοῦ τοῦ κριτοῦ ἡ φωνὴ ἀκουσθήσεται ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. ἐπεὶ τοίνυν ταῦτα περιμένει τοὺς μισοῦντας ὑμᾶς καὶ τοὺς βδελυσσομένους, τούτου χάριν τὰ μίση καὶ τὰς καθ’ ὑμῶν ὕβρεις ἀνεξικάκως φέροντες κατὰ τὸν παρόντα βίον εἴπατε τοῖς μισοῦσιν ὑμᾶς, ἀδελφοὶ ἡμῶν, καὶ ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. καὶ δοκεῖ ταῦτα ὁ προφητικὸς λόγος εἰς πρόσωπον τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν λέγειν, ὡσανεὶ μελλόντων ἐλαύνεσθαι ὑπὸ Ἰουδαίων καὶ μάλιστα τῶν τὴν Ἰερουσαλὴμ οἰκούντων. καὶ τὰ μὲν τῆς ἐπαγγελίας εἰς τοὺς ἀποστόλους ἐπληροῦτο καθ’ ὅλης τῆς οἰκουμένης δι’ αὐτῶν ἐκκλησιῶν θεοῦ συνισταμένων, ἡ δ’ ὀργὴ τοῦ θεοῦ τοὺς μισοῦντας αὐτοὺς καὶ βδελυσσομένους ἀνυπερθέτως μετῄει ὡς πάντας τοὺς ἐν αὐτῇ τῇ πόλει φωνὰς πένθους ἀφιέναι καὶ τοὺς τῷ ναῷ προσεδρεύοντας ἑτέρας βοὰς τῶν πολεμίων αὐτοὺς περιστάντων καὶ τοῦ θεοῦ τὴν ἀνταπόδοσιν αὐτοῖς ἐπάγοντος. διὸ λέλεκται· φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις αὐτῷ. Ἀλλ’ ἐκείνοις μὲν ταῦτα, τὸ δὲ θεοσεβὲς πολίτευμα καὶ ἡ καινὴ καὶ νέα Σιών, δηλαδὴ ἡ ἐκκλησία τοῦ θεοῦ ἡ δι’ ὑμῶν συστησομένη, τοσοῦτον ἀθρόως γεννήσει πλῆθος λαῶν, ὡς ἐκπλαγῆναι τὸν ἀκούοντα. οἷα γάρ τις ἐγκύμων γυνὴ κατὰ γαστρὸς ἔχουσα μηδεμιᾶς ὠδῖνος προσγενομένης αἰφνίδιον γεννήσειεν καὶ τοῦτο ἄρσεν, τὸν αὐτὸν τρόπον καὶ ἡ νέα Σιὼν λαὸν καινὸν καὶ ὅλον ἔθνος εἰς ἅπαξ ἀθρόως τέξεται· ὡς εἶναι τὸ πᾶν παραδοξότατον, οἷον οὐδὲ πώποτε ἠκούσθη. τὸ μὲν γὰρ Ἰουδαίων ἔθνος καὶ αὐτὸς ὁ Ἰσραὴλ οὐκ ἀθρόως ὑπέστη, ἀλλὰ πρῶτος μὲν ἦν αὐτῶν ὁ προπάτωρ, τούτου δὲ γεγόνασι παῖδες δώδεκα. εἶτ’ ἐξ ἑνὸς ἑκάστου υἱοί τε καὶ θυγατέρες, υἱῶν υἱοί τε καὶ ἔκγονοι καὶ ἀπόγονοι ὑπέστησαν. οὕτως τε κατὰ τὴν τῶν γονέων διαδοχὴν ἐν πλείοσι χρόνοις καὶ ἐν διαφόροις γενεαῖς συνέστη τὸ πᾶν αὐτῶν ἔθνος. κατὰ τὸν αὐτὸν δὲ τρόπον εὕροι ἄν τις καὶ τὰ λοιπὰ ἔθνη χρόνοις εἰς πλῆθος ἐπιδεδωκότα· ὁ δὲ τῆς ἐκκλησίας τοῦ θεοῦ λαὸς ἀθρόως ὑφ’ ἕνα καιρὸν καὶ ὥσπερ ὑπὸ μίαν ἡμέραν ἐπλήρου τὰ πλεῖστα μέρη τῆς οἰκουμένης. ὃ δὴ ξενίζον πρᾶγμα καὶ θαύματος παντὸς ἐπέκεινα ὑπάρχον οὔτε ὀφθαλμὸς ἑώρακε πώποτε οὔτε οὖς ἤκουσε. τούτων δὲ αἴτιος ἐγὼ κύριός φησιν, ὁ τῶν παραδόξων ἔργων ποιητής, ὃς ἐντεῦθέν σοι ἤδη τὴν προσδοκίαν ταύτην ἔδωκα, προαπαγγείλας τὸ μέλλον ἔσεσθαι διὰ τῆς ἐμῆς προφητείας, ἵν’ ἐπειδὰν ἡ ἔκβασις ἐπιστῇ τῶν πραγμάτων ἔχοις τὴν πίστιν ἀσφαλῆ τῶν ἐμῶν λόγων. κἀγὼ μὲν ὑπὲρ τῆς σῆς σωτηρίας προηγόρευσα ταῦτα πάντα, σὺ δὲ ᾧ ταῦτα προσδιαλέγομαι λαῷ, οὐκ ἐμνήσθης μου οὐδ’ ὀφθαλμοῖς ὁρῶν ἐπίστευσας. τὸ δέ· σὺ οὐκ ἐμνήσθης μου, εἶπε κύριος, οὐ κεῖται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. κατὰ δὲ τὸν Σύμμαχον τοῦτον εἴρηται τὸν τρόπον· μήτι ἐγὼ ὁ καθίζων ἐπὶ τὸ τεκεῖν καὶ οὐκ ἐκτοκίζω; εἶπε κύριος, ἢ ἐγὼ ὁ συνεκτοκίζων καὶ συνέξων; εἶπεν ὁ θεός σου. πῶς γάρ φησιν ἔθνος τεχθήσεται ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ τῆς ἐμῆς δυνάμεως; ἐγὼ γάρ εἰμι ὁ τὰς κατὰ γαστρὸς κυούσας καθίζων ἐπὶ τὸ τεκεῖν καὶ αἴτιος αὐταῖς γινόμενος τοῦ προάγειν ἄνθρωπον εἰς φῶς καὶ τὸν μὴ πρότερον ὄντα εἰς τὸ εἶναι παράγειν. μήτι οὖν ἐγὼ ὁ ἐπὶ τῇ σωματικῇ γενέσει ταῦτα πράττων τὴν μέλλουσαν τὸ καθ’ ὅλου ἔθνος, ὑφ’ ἓν καὶ ἀθρόως γεννᾶν οὐκ ἐκτοκιῶ πρὸς τὸ κατ’ εὐθὺ ἀβλαβῶς καὶ ἀλύπως προελθεῖν τὸ θεῖον τοῦτο γέννημα, ἀλλὰ μήτι ἐγὼ κύριος εἰωθὼς ἐκτοκίζειν τὰ γεγενημένα συνέξω τὸν τόκον ὡς ἀφανισθῆναι τὸ κύημα; Καὶ πῶς οἷόν τε ταῦτα ἐμὲ ποιεῖν τὸν πάντας τοὺς διὰ γενέσεως σαρκινῆς εἰς τὸ εἶναι ἐκ τοῦ μὴ ὄντος ἐρχομένους δυνάμει θεϊκῇ καὶ σωτηρίῳ ὑφιστάμενον; οὐ γὰρ τοὺς κατὰ μέρος, ἀλλὰ γὰρ ἐπὶ τούτοις τί λείπεται ἢ πάντας τοὺς τούτων ἀκροατὰς χαίρειν καὶ εὐφροσύνης πληροῦσθαι μετὰ τῆς καινῆς ἐκείνης Ἰερουσαλήμ, ἣν οὐκέτι ἐξ ἀψύχων λίθων προσήκει νοεῖν, ἀλλ’ ἀπὸ ψυχῶν ἁγίων συστησομένην, ᾗ συνευφραίνεσθαι καὶ συμπανηγυρίζειν προσήκει ἑορτὴν ἄγοντας οὐκ ἐκτὸς αὐτῆς, ἀλλ’ ἐν αὐτῇ. καὶ χάρητε δὲ ἐπ’ αὐτῇ φησι πάντες οἱ ὁρῶντες αὐτὴν τὴν καινὴν καὶ νέαν σύστασιν καὶ οἱ πάλαι καὶ ἐκ μακροῦ πενθοῦντες ἐπὶ τῷ ἀπολαβεῖν αὐτήν, οἷος ἦν Παῦλος λέγων· ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, ἀλλὰ νῦν ἀπολαβόντες, ἣν πάλαι στένοντες καὶ πενθοῦντες ἐπιποθεῖτε, χαίρετε καὶ ἀγαλλιᾶσθε ὡς ἂν μέλλοντες ἐμπίπλασθαι τοῦ ἐν αὐτῇ γάλακτος. ἀκόλουθον γάρ ἐστιν αὐτὴν ἀθρόως γεννήσασαν λαὸν τῷ θεῷ ἄρρενα, καὶ γάλακτος πληροῦσθαι εἰς ἐκτροφὴν τῶν αὐτῆς νηπίων· ὃ δὴ λογικὸν γάλα ἀπὸ τῶν δύο θηλῶν αὐτῆς ῥεύσει, παλαιᾶς δηλαδὴ καὶ νέας διαθήκης. ἐξ ἀμφοτέρων γὰρ τούτων τῶν ἑαυτῆς μαζῶν, περὶ ὧν εἴρηται καὶ ἐν τῷ Ἄισματι· ὅτι ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον τοῖς ἑαυτῆς νηπίοις ἐπάρδουσα τὸ λογικὸν καὶ ἄδολον γάλα ἄνδρας προσάξει τελείους. οἱ οὖν λόγοι οἱ παρακλητικοὶ καὶ παραμυθητικοὶ τῶν ἀτελεστέρων ψυχῶν γάλα κυρίως ὠνομάσθησαν, τῆς στερεᾶς τροφῆς ἐν δόγμασι μυστικῆς νοουμένης καὶ ἐν θεωρήμασι τοῖς ἐν ταῖς θείαις γραφαῖς ἀποκειμένοις. ἀλλ’ ὑμεῖς, τὰ τέκνα τῆς νέας Ἰερουσαλήμ, τὰ ἀρτιγέννητα βρέφη, εὐφραίνεσθε τούτων ἀκροώμενοι, ἅτε δὴ μέλλοντες αὐτῶν ἀπολαύσειν καὶ κατεντρυφᾶν ἐν ταῖς τοῦ θεοῦ ἐπαγγελίαις. Τούτοις ἑξῆς εἴρηται· ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ κλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν. πάλιν κἀνταῦθα τὴν τῶν ἐθνῶν δόξαν συνάπτων τῇ προλεχθείσῃ νέᾳ Σιὼν καὶ τῇ νέᾳ Ἰερουσαλήμ, τὴν δὲ δοθησομένην τοῖς ἔθνεσιν εἰρήνην ποταμῷ κατακλύζοντι παραβάλλει, ὃν καὶ ἐν ἑτέροις παρίστη λέγων· ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων, καί· τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ. καὶ δὴ βαθυτάτης εἰρήνης δίκην ποταμοῦ τὴν ἐκκλησίαν τοῦ θεοῦ πολλῷ τῷ ῥεύματι ἀρδευούσης τὰ τέκνα αὐτῶν ἐπ’ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονταί φησι. καὶ ἀνωτέρω δὲ ταῖς αὐταῖς ἐκέχρητο ἐπαγγελίαις σημαίνων ὡς τοὺς ἔτι νηπίους τῆς ἐκκλησίας, ἅτε δὴ γάλακτι τρεφομένους τιθηνοί τινες ὑποβαστάζουσιν, ἤτοι διδάσκαλοι καὶ προεστῶτες τῆς ἐκκλησίας τοῦ θεοῦ γνησίως ἢ θεῖοί τινες καὶ οὐράνιοι ἄγγελοι. τοῦτο γὰρ ἐδήλου ὁ σωτὴρ ἡμῶν λέγων· μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τῶν ἐν τῇ ἐκκλησίᾳ μου· οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. οἱ μὲν οὖν δυνατώτεροι τοὺς ἀσθενεστέρους βαστάξουσιν ἐπ’ ὤμων καὶ ἐπὶ γονάτων παρακαλέσουσιν. ὡσπερεί τις μήτηρ τὰ ἑαυτῆς παρακαλέσει τέκνα, κἀγὼ αὐτὸς ὁ κύριος, ἅτε δὴ πάντων αὐτῶν ὑπάρχων πατήρ, παρακαλέσω τοὺς τῶν ὑποδεεστέρων παρακλήτορας. Τούτων οὕτως ἐπιτελουμένων ὄψεσθέ φησι, καὶ χαρήσεται ἡ καρδία ὑμῶν. τί δὲ ὄψεσθε ἢ δηλαδὴ τὸν θεόν; καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ, ἢ κατὰ τὸν Σύμμαχον· ὡς χλόη ἀνθήσει, καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοῖς φοβουμένοις αὐτόν. καὶ τοῦτο τέλος ἔσται τῶν ἐπαγγελιῶν, τό· ὄψεσθε τὸν θεόν, διὸ καὶ ὁ σωτὴρ τούτους ἐμακάριζεν λέγων· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται . οὕτω δὲ καὶ γνωσθήσεται τοῖς πᾶσιν, ὅτι οὐκ ἀνθρώπων ἦν χεὶρ οὐδ’ ἀνθρωπίνη δύναμις ἡ τὰ τοσαῦτα ἐνεργήσασα, αὐτοῦ δ’ ἀληθῶς τοῦ θεοῦ χείρ, ἥτις γνωσθήσεται τοῖς φοβουμένοις αὐτόν· φόβον γὰρ ἀνειληφότες τὸν ἐκ σοφίας θεοῦ, ἀρχὴ γὰρ σοφίας φόβος κυρίου, νοήσουσιν ὅτι οὐκ ἂν εὔχειρος θεοῦ ἡ τοσαύτη παράδοξος εἰς ἀνθρώπους προεχώρησε χάρις. οὗτοι μὲν οὖν τούτων ἕξουσι τὴν γνῶσιν, τοῖς δὲ μὴ τοιούτοις ἑξῆς ὁ λόγος ἀπειλεῖ τὰ ἐπαγόμενα.