Ancient Greek · ~19 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.6.1
Not analysed yet
Ἀντὶ τοῦ· ἰδοὺ Σιὼν ἡ πόλις ὁ μὲν Ἀκύλας ὡραματίσθη Σιὼν πολίχνη, ὁ δὲ Σύμμαχος καὶ ὁ Θεοδοτίων ἴδε Σιὼν τὴν πόλιν τῶν ἁγίων ἡμῶν εἰρήκασι, τοῦ λόγου προσφωνοῦντος τῇ Σιὼν καὶ παρακελευομένου αὐτῇ θεάσασθαι τὴν πόλιν τὴν καλουμένην τὸ σωτήριον ἡμῶν ἢ θεάσασθαι τὴν πόλιν τῶν ἁγίων ἡμῶν. καὶ πάλιν ἑξῆς· οἱ ὀφθαλμοί σου ὄψονται Ἰερουσαλήμ, ὡς μελλούσης τῆς Ἰερουσαλὴμ γινώσκεσθαι καὶ ὡς οἱ ὀφθαλμοί σου ὄψονται ἑτέραν πόλιν τὴν τῶν ἑορτῶν. σημαίνει δὲ διὰ τούτων ὁ λόγος σωτήριον μὲν τὸν Χριστὸν τοῦ θεοῦ, πόλιν δὲ ἑορτῶν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἥτις ἐστὶ πόλις πλουσία, καὶ σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν· τῆς μὲν γὰρ Ἰουδαϊκῆς Ἰερουσαλὴμ πολλάκις ἐσείσθησαν αἱ σκηναὶ πολιορκηθείσης διαφόρως καὶ εἰς ἔδαφος κατενεχθείσης ὑπὸ τῶν κατὰ χρόνους πολεμησάντων αὐτήν, τῆς δὲ καινῆς ταύτης πόλεως ἀκινήτους φησὶν ἔσεσθαι τοὺς πασσάλους. κἂν γὰρ νομίζηταί ποτε ἐν διωγμοῖς ἐλαύνεσθαι καὶ πολιορκεῖσθαι, ἀλλ’ ἐπὶ τὴν πέτραν ἑστῶσα μένει δι’ αἰῶνος ἄπτωτος· ἀψευδὴς γὰρ ἦν ὁ εἰπών· ἐπὶ τὴν πέτραν ταύτην οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, καὶ πάλιν· κατέβησαν οἱ ὑετοί, ἦλθον οἱ ποταμοί, ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. διὰ τοῦτο τὰ σχοινία αὐτῆς φησιν οὐ μὴ διαρραγῶσι. Καὶ τὸ αἴτιον ἐπιλέγει φάσκων· ὅτι τὸ ὄνομα κυρίου μέγα ἐστὶν ἡμῖν· τόπος ἡμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι. αὐτὸ τὸ ὄνομά φησι κυρίου τόπος ἔσται ταύτῃ τῇ καινῇ πόλει τῇ ἀσείστῳ καὶ ἀπτώτῳ· διόπερ ὡς ἂν ἐπὶ τὸν κύριον τόπον ὄντα αὐτῆς ᾠκοδομημένη ἄσειστος μένει. κατὰ δὲ τὸν Σύμμαχον· ἐκεῖ φησι κραταιὸς ἡμῖν κύριος τόπος ποταμῶν, διώρυγες εὐρύχωροι, ὅπου μὴ πορευθῇ πλοῖον κωπηλάτου οὐδὲ ἐντολὴ κραταιοῦ διαπεράσει αὐτό, καὶ κατὰ τὸν Ἀκύλαν· ἐκεῖ φησιν ὑπερμεγέθης κύριος ἡμῖν τόπος ποταμῶν, ῥεῖθρα πλατέα χερσίν, οὐ μὴ πορευθῇ ἐν αὐτῷ ναῦς κώπης καὶ τριήρης ὑπερμεγέθης οὐ διαβήσεται αὐτό. τὰ παραπλήσια δὲ καὶ ὁ Θεοδοτίων ἐξέδωκεν. δι’ ὧν ὁ λόγος τῆς προλεχθείσης πόλεως τὸν κύριόν φησιν ἔσεσθαι τόπον ποταμῶν ῥεῖθρα ἐχόντων καὶ διώρυγας πλατεῖς ὥστε λέγειν· τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, καὶ πάλιν· ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων. οὕτω δὲ ἐν ἀσφαλεῖ τυγχάνουσιν οἱ ποταμοὶ οὗτοι οἱ τὴν πόλιν τοῦ θεοῦ εὐφραίνοντες ὡς μὴ δύνασθαι δι’ αὐτῶν πορεύεσθαι πλοῖον κωπηλάτου μηδὲ τριήρη ὑπερμεγέθη διὰ τὸ αὐτὸν τὸν κύριον εἶναι τὸν τόπον αὐτῶν. ὅθεν ἐχθροῖς καὶ πολεμίοις ἀνεπίβατοι τυγχάνουσιν οἱ ποταμοὶ οἱ τὴν προλεχθεῖσαν τοῦ θεοῦ πόλιν ἀντὶ περιβόλου κυκλοῦντες καὶ περιτειχίζοντες ὡς πᾶσιν ἀλλοτρίοις ἀδιαβάτους εἶναι· ἐπειδὴ ὁ κύριος τόπος ὢν αὐτῆς μέγας ἐστίν· αὐτὸς γὰρ ἦν ἡ πέτρα, ἐφ’ ἣν ᾠκοδομήθη. ὁ αὐτὸς δέ φησι καὶ κριτὴς ἡμῶν ἐστιν, αὐτὸς καὶ ἄρχων ἡμῶν ἐστιν, αὐτὸς καὶ βασιλεὺς καὶ σωτὴρ ἡμῶν. πάντα ταῦτα τοῦ κυρίου ὄντος ἡμῖν εἰκότως ἀπολιόρκητος τυγχάνει ἡ πόλις, καὶ οἱ ποταμοὶ οἱ κυκλοῦντες αὐτὴν ἐχθροῖς ἅπασιν ἀδιάβατοι τυγχάνουσι· νοήσομεν δὲ τοὺς ποταμοὺς τοὺς περιφράττοντας τὴν εἰρημένην πόλιν ἀπὸ τοῦ πρώτου καὶ μεγάλου τελείου ποταμοῦ, οὗ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, λόγος τυγχάνει ἀναλόγως. καὶ οἱ ἄγγελοι αὐτοῦ οἱ διὰ παντὸς βλέποντες τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς εἶεν ἂν οἱ ποταμοὶ οἱ τὴν ἐκκλησίαν αὐτοῦ φρουροῦντες, ἀλλὰ γὰρ τοσαῦτα εἰπὼν ὁ λόγος περὶ τῆς τοῦ θεοῦ πόλεως μεταβαλὼν ὡς πρὸς τὴν παλαιὰν ἀποτείνεται. Καί φησιν· ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὁ ἱστός σου ἔκλινε τοῦ χαλάσαι τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδῶ εἰς προνομήν. σημαίνει δὲ διὰ τούτων τὴν πτῶσιν τῆς σωματικῆς Ἰερουσαλήμ, ἧς ἐρράγη τὰ σχοινία καὶ ὁ ἱστὸς δὲ αὐτῆς ὡσπερεί τινος νηὸς ἐν χειμῶσι καὶ κλύδωσι διαπεσούσης ἐκλίθη πίπτων διασπασθέντων τῶν διακρατούντων αὐτὸν σχοινίων, κατὰ δὲ τὸν Σύμμαχον· ἐξερρίφη τὰ σχοινία σοῦ φησιν ὥστε μὴ κρατεῖν· οὕτως ὁ ἱστὸς αὐτῶν ὥστε μὴ ἁπλῶσαι ἱστίον. τότε διένειμεν ἕως σκύλων πολλῶν· ὡς γὰρ διαπεσόντος πλοίου καὶ ναυάγιον πεπονθότος ἐν ναυμαχίᾳ πολεμίων οἱ κεκρατηκότες διαρπάζουσιν ἑαυτοῖς τὰ τῶν ἀπολωλότων σκῦλα καὶ προνομὴν ποιοῦνται πάντων. οὕτω φησὶ διαπεσούσης τῆς Ἰερουσαλὴμ καὶ παραδοθείσης τοῖς πολεμίοις τὰ ἐν αὐτῇ πάντα τίμια καὶ σεμνὰ καὶ ἱερατικὰ σκεύη εἰς προνομὴν διεδόθη τοῦ θεοῦ παραδεδωκότος αὐτήν· οὐ γὰρ ἰδίᾳ δυνάμει τοσοῦτον ἴσχυον οἱ πολέμιοι ὡς κρατῆσαι αὐτῆς. αὐτίκα γοῦν χωλοί τινες ἦσαν οἱ τὴν προνομὴν πεποιημένοι, σκάζοντες καὶ χωλεύοντες τὰς τῆς ψυχῆς βάσεις ὡς μὴ βαδίζειν τὴν ὁδὸν τῆς θεοσεβείας· εἰδωλολάτραι γοῦν ἦσαν οὗτοι οἱ ἀκοπιάστως καὶ ἀπονητὶ ἑλόντες τὴν ναυάγιον πεπονθυῖαν πόλιν. διὸ εἴρηται· νῦν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι καὶ οὐ μὴ εἴπωσι Κοπιῶ ὁ λαὸς ὁ οἰκῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία· οὐ γὰρ λελόγισται αὐτοῖς ἁμαρτία πολιορκήσασι πόλιν διὰ τὸ θεοῦ κρίσει τοῦτο πεποιηκέναι.