Ancient Greek
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.7.1
Not analysed yet
Καὶ διὰ τῶν ἔμπροσθεν εἴ που τῆς Ἰερουσαλὴμ πολιορκίαν ὁ λόγος ἐθέσπιζεν, ἑξῆς ἐπῆγε τὴν κατὰ πάντων τῶν ἐθνῶν κρίσιν, ὡς γὰρ εἴρηται ἐν ἑτέροις· ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. οὕτω καὶ ἐπὶ τοῦ παρόντος τὴν προνομὴν τῆς Ἰερουσαλὴμ καὶ τὴν πτῶσιν αὐτῆς προειπὼν τὴν κατὰ πάντων τῶν ἐθνῶν συνάπτει κρίσιν· οὐ γὰρ δήπου ταῦτα μὲν τῇ Ἰερουσαλὴμ ὁ λόγος ἠπείλει, οὐχὶ δὲ καὶ τοῖς λοιποῖς ἔθνεσι τοῖς ἐναπομείνασι ταῖς ἑαυτῶν ἀθεμίτοις καὶ ἀσεβέσι πράξεσι. διὸ δὴ ἀνακαλεῖται ὁ λόγος τὰ ἔθνη αὐτοῖς ἄρχουσι καὶ τοῖς λαοῖς, σύμπασάν τε τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ πάντας καὶ αὖ πάλιν ἰδίως τὴν οἰκουμένην γῆς νοουμένης, ὡς ἂν εἴποι τις τοῦ παντὸς τῆς ξηρᾶς στοιχείου καὶ τῶν ἐν αὐτῷ κατὰ τὰς ἐρήμους καὶ τοὺς ἀγνώστους τοῖς πολλοῖς τόπους οἰκούντων ἀνημέρων τινῶν καὶ ἀπηγριωμένων ἀνθρώπων, τῆς δὲ οἰκουμένης τῆς τῶν ἡμετέρων ἐθνῶν ἐν πόλεσι καὶ οἰκοδομήμασι τὰς οἰκήσεις ποιουμένων· διὸ καὶ λαὸν ἐπὶ τῆς οἰκουμένης ὀνομάζει. Εἶτα τοῖς πᾶσιν ὁμοῦ κήρυγμα ἐμφέρεται μαρτυρόμενον τὴν περιμένουσαν ἅπαντας καθολικὴν τοῦ θεοῦ κρίσιν, ἣν παριστάς φησι· διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, ἢ κατὰ τὸν Σύμμαχον· ἐπὶ πᾶσαν τὴν δύναμιν αὐτῶν, κατὰ δὲ τὸν Ἀκύλαν· ἐπὶ πᾶσαν τὴν στρατιὰν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. τίσι δὲ παραδοῦναι αὐτοὺς ἢ ταῖς κολαστικαῖς ἢ τιμωρητικαῖς δυνάμεσι; Τούτων δὲ τῶν κολαζομένων οἱ μὲν τραυματίαι ἔσονται, οἱ δὲ νεκροί, δηλαδὴ οἱ τὰ πρὸς θάνατον ἡμαρτηκότες, ὧν αἱ πράξεις αἱ κατὰ τὸν θνητὸν βίον συντελεσθεῖσαι κατὰ τὸν τῆς κρίσεως καιρὸν δυσωδίας ἀποπνέουσι. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ ἀναβήσεται αὐτῶν ἡ δυσωδία, ἀντὶ δὲ τοῦ· βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν ,κατὰ τὸν Θεοδοτίωνα ἐκτακήσονται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν εἴρηται. τίνα δὲ ταῦτα, ἐπιλέγει ἑξῆς ὁ μὲν Ἀκύλας· καὶ τακήσονται πᾶσα στρατιὰ τῶν οὐρανῶν, κατὰ δὲ τὸν Σύμμαχον· καὶ τακήσεται πᾶσα δύναμις τῶν οὐρανῶν, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν. ταῦτα τοίνυν ἐτύγχανε τὰ ὄρη, περὶ ὧν εἴρηται τό· καὶ τακήσονται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν ὄρη νοούμεναι τακήσεσθαι λέγονται ὡς αἴτιαι γενόμεναι τῆς ἀπωλείας τῶν εἰρημένων. εἶεν δ’ ἂν αὗται, περὶ ὧν φησιν ὁ Ἀπόστολος· οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· αὗται γὰρ αἱ δυνάμεις αἱ τὸν ἀέριον χῶρον διατρέχουσαι δυνάμεις οὐρανῶν εἴρηνται· ἐπεὶ καὶ τὰ δι’ ἀέρος φερόμενα πετηνὰ οὐρανοῦ καλεῖν εἴωθεν ἡ γραφὴ λέγουσα· τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης. μὴ κείμενον δὲ ἐν τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ τό· καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, μετὰ ἀστερίσκων ἐκ τῆς τῶν λοιπῶν ἑρμηνείας προσετέθη. ἐπεὶ δὲ ἐχρῆν ἡμᾶς γνῶναι, πότε ταῦτα ἔσται, καὶ τοῦτο διδάσκει ὁ προφητικὸς λόγος παριστὰς ὡς μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος τούτου γενήσεται τὰ προλεχθέντα. διὸ καὶ ἐπιφέρει· καὶ εἱλιγήσεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς Εὐαγγελίοις τὰ περὶ τῆς συντελείας παραδιδοὺς ἔλεγεν· καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ. ἀντὶ δὲ τοῦ· καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα, ὁ μὲν Ἀκύλας· καὶ πᾶσα στρατιὰ αὐτῶν ἀπορρεύσει ὡς ἀπορρεῖ φύλλον ἀπὸ ἀμπέλου καὶ ὡς ἀπόπτωμα ἀπὸ συκῆς, κατὰ δὲ τὸν Σύμμαχον· καὶ πᾶσα ἡ δύναμις αὐτῶν πεσεῖται ὡς πίπτει φύλλον ἀπὸ ἀμπέλου καὶ ὡς ἀπόπτωμα ἀπὸ συκῆς, ὁμοίως δὲ καὶ ὁ Θεοδοτίων· καὶ πᾶσα δύναμις αὐτῶν πεσεῖται ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου καὶ ὡς πτῶμα ἀπὸ συκῆς. τετήρηται δὲ ταῦτα ἡμῖν εἰς τὸ δεῖξαι, ὅτι τὰ παρὰ τοῖς Ἑβδομήκοντα εἰρημένα ἄστρα παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς δυνάμεις τοῦ οὐρανοῦ ὠνομάσθησαν. ποῖαι δὲ δυνάμεις ἢ περὶ ὧν ἀρτίως ἐλέγετο; κατὰ μὲν τὸν Ἀκύλαν· καὶ τακήσονται πᾶσα στρατιὰ τῶν οὐρανῶν, κατὰ δὲ τὸν Σύμμαχον· καὶ τακήσεται πᾶσα ἡ δύναμις τοῦ οὐρανοῦ, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν· αὗται τοίνυν ἐκεῖναι αἱ δυνάμεις, ἃς ἀποδεδώκαμεν εἶναι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας τὰ ἐν τοῖς ἐπουρανίοις. ταῦτα αὐτὰ ὡς φύλλα ἐξ ἀμπέλου πεσεῖσθαι εἴρηται κατὰ τὸν τῆς κρίσεως καιρόν, καθ’ ὃν εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον. ἐπιτηρῆσαι δὲ ἄξιον ἐνταῦθα γενομένους τοῦ λόγου ὡς οὐ φθορὰν οὐδὲ ἀπώλειαν καὶ ἀφανισμὸν ἔσεσθαι τοῦ οὐρανοῦ σημαίνει ὁ λόγος, ἀλλ’ ὡς ἂν εἱλισσομένης βίβλου φανεροῦται τὰ ἐγγεγραμμένα, οὐ μὴν φθείρεται ἡ βίβλος τὸν αὐτὸν τρόπον ἀνελιττομένης τῆς ἐν τῷ οὐρανῷ γραφῆς περιεχούσης τὰς τοῦ σύμπαντος αἰῶνος πράξεις, αἱ ἀντικείμεναι δυνάμεις ἀπορρέουσι τῆς κατὰ τὸν ἀέρα διατριβῆς ἀποπεσοῦσαι. καὶ ὁ Δανιὴλ δὲ τὰ περὶ τῆς κρίσεως διδάσκων ἔφασκεν· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. ποῖαι δὲ βίβλοι; ἢ πάντως που αἱ πάσας τὰς πράξεις τῶν ἐν παντὶ τῷ αἰῶνι πολιτευσαμένων ἐγγεγραμμένας περιέχουσαι, ἃς οὐκ ἂν ἁμάρτοις εἶναι λέγων τὸν λεγόμενον ἐνταῦθα βιβλίου δίκην εἱλιγήσεσθαι οὐρανόν, ἐν ᾧ ὥσπερ ἐν γραφῇ αἱ πάντων περιέχονται πράξεις. τότε δὲ αἱ ἀντικείμεναι δυνάμεις αἱ πάλαι δίκην ἄστρων πολλοὺς ἀπατήσασαι πεσοῦνται, ἐπεὶ καὶ αὐτὸς ὁ σατανᾶς μετασχηματιζόμενος εἰς ἄγγελον φωτὸς πέπτωκεν ὡς ἀστραπὴ ἐκ τοῦ οὐρανοῦ. Πεσοῦνται δὲ αὗται αἱ δυνάμεις, ἐπειδήπερ ἐμεθύσθη φησὶν ἐν τῷ οὐρανῷ ἡ μάχαιρά μου, μάχαιραν νοούντων ἡμῶν τὴν κολαστικὴν δύναμιν, ᾗ παραδοθήσονται αἱ δεηθεῖσαι τοιαύτης κολάσεως. ἄλλος δ’ ἂν εἴποι συντελείας γιγνομένης τοῦ ὁρωμένου παντὸς τὴν τῶν σωμάτων ῥευστὴν οὐσίαν λυθήσεσθαι ὡς καὶ αὐτὸν οὐρανὸν καὶ τοὺς ἐν αὐτῷ ἀστέρας, λέγω δὲ τὰς ἐν αὐτῷ ἀφανεῖς δυνάμεις ἀποδύσεσθαι τὰ περικείμενα αὐτοῖς σώματα ἐπὶ μεταβολῇ ζωῆς κρείττονος, καὶ τοῦτο δηλοῦσθαι ἀπὸ τοῦ φάσκοντος Ἀποστόλου· ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ. πρώτας δὲ μετελθοῦσα τὰς ἐν τῷ ἀερίῳ τόπῳ πονηρὰς καὶ ἀντικειμένας δυνάμεις ἡ λεχθεῖσα μάχαιρα τοῦ θεοῦ δευτέρας μετέρχεται τὰς ἐπὶ τῆς γῆς τῶν ἀσεβῶν ψυχάς. διὸ ἐπιλέγει· ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας· τίς δὲ καταβήσεται, ἀλλ’ ἢ ἡ μάχαιρα; Ἰδουμαία δὲ ἑρμηνεύεται γεώδης, ἐφ’ ἣν ἡ μάχαιρα καταβᾶσα πληροῦται αἵματος καὶ ὥσπερ ἀπὸ στέατος τῶν κατασφαττομένων παχύνεται. τίνες δέ εἰσιν οὗτοι ἀμνοὶ καὶ τράγοι καὶ κριοί φησι· τῶν μὲν ἀμνῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἀρνῶν, σημαινόντων τοὺς τὸν δημώδη καὶ ἰδιωτικὸν μετελθόντας βίον, τῶν δὲ τράγων καὶ κριῶν τοὺς πολλὰ δεδυνημένους ἐν ἀρχαῖς καὶ ἐξουσίαις, οὓς μετελεύσεται ἡ μάχαιρα τοῦ θεοῦ ὥσπερ θυσίαν ἐργαζομένη διὰ τοῦ κατασφάττειν καὶ θύειν τοὺς προλεχθέντας ἀμνοὺς καὶ τράγους καὶ κριούς. καὶ ταῦτα ποιήσει ἐν τῇ Βοσόρ, ἣ μεταλαμβάνεται εἰς τὴν σάρκα τοῦ λόγου τὴν ἀνάστασιν τῆς σαρκὸς σημαίνοντος ἐν τούτοις. διὸ τὴν τῶν εἰρημένων σφαγὴν ἐν σαρκὶ ἔσεσθαι διδάσκων φησίν· ὅτι θυσία τῷ κυρίῳ ἐν Βοσὸρ καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ· πᾶσαν γὰρ τὴν γεώδη ψυχὴν μετελεύσεται· Ἐδὼμ γὰρ ὁ γήϊνος καὶ Ἰδουμαία γεώδης ἑρμηνεύεται ὡς καὶ ἀλλαχοῦ. διὸ αὐτὸς ὁ προφήτης ἑξῆς προϊὼν περὶ τοῦ σωτῆρος καὶ τῆς ὑπ’ αὐτοῦ γενησομένης κρίσεώς φησι· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ ; τὴν γὰρ ἔνσαρκον αὐτοῦ παρουσίαν ἐπὶ τῆς γῆς γενομένην τοῦτον ἐδήλου τὸν τρόπον. Πλὴν ἀλλὰ συμπεσεῖσθαί φησιν ἐν τοῖς προκειμένοις τοὺς ἁδροὺς καὶ τοὺς κριοὺς καὶ τοὺς ταύρους ὡς μεθυσθῆναι τὴν γῆν ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος τῶν σφαττομένων ὑπὸ τῆς μαχαίρας τοῦ θεοῦ. κατὰ δὲ τὸν Σύμμαχον· καὶ καταβήσονταί φησιν ὑψηλοὶ μονοκέρωτες καὶ μόσχοι μετὰ κραταιῶν, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος καὶ ὁ χοῦς αὐτῶν ἀπὸ τοῦ στέατος λιπανθήσεται. οἶμαι δὲ τὸ θεῖον πνεῦμα τοιαύταις κεχρῆσθαι λέξεσιν ἀπειλητικαῖς εἰς τὸ παραστῆσαι τὴν κατὰ τῶν ἀσεβῶν τοῦ θεοῦ ἐκδίκησιν καὶ εἰς τὸ φοβῆσαι τοὺς τούτων ἀκροωμένους τῇ συνήθει καὶ παχυτέρᾳ ἀκοῇ τῷ μὴ δύνασθαι τοὺς πάντας ἄλλως νοεῖν τὰς ἐπαχθησομένας τοῖς ἀσεβέσι τιμωρίας μηδὲ τὸν τρόπον τῆς κολάσεως ἐπινοῆσαι δύνασθαι. διὸ παχυτέροις ῥήμασι καὶ συνηθεστέραις λέξεσι φόβου ποιητικαῖς κέχρηται, ἵνα κἂν οὕτως φοβηθέντες ἐπιστρέψωσιν οἱ τούτων ἀκούοντες.