Ancient Greek · ~35 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.9.1
Not analysed yet
Ταύτην τοίνυν τὴν ἔρημον καὶ διὰ τῶν μετὰ χεῖρας εὐαγγελίζεται ἡ προφητεία μετὰ τὰ προλεχθέντα περὶ τῶν ἐλάφων φάσκουσα· Εὐφράνθητι, ἔρημος διψῶσα· πολλὰ δὲ καὶ ἄλλα περὶ τῆς ἐρήμου ταύτης εἴρηται καὶ διὰ τῶν ἑξῆς ἐν τῇ αὐτῇ προφητείᾳ φερομένων, δι’ ὧν εἴρηται· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. εἴη ἂν τοίνυν αὕτη ἑτέρα ἔρημος παρὰ τὴν προλεχθεῖσαν Σιών, ἐν ᾗ ἐχίνους καὶ ἴβεις καὶ κόρακας, δαιμόνιά τε καὶ ὀνοκενταύρους οἰκήσειν ἐλέγετο, πίσσης τε αὐτῆς καὶ θείου πληρωθήσεσθαι τὰς φάραγγας. τούτων δὲ περὶ τῆς Σιὼν καὶ περὶ τῆς Ἰερουσαλὴμ εἰρημένων ὥρα τὰ προκείμενα περὶ ἑτέρας ἐρήμου λέγεσθαι νοεῖν. ἦν δὲ αὕτη δρυμὸς τῶν ἐλάφων καὶ ἡ χώρα τῶν ἀλλοφύλων ἐθνῶν, ἔνθα τοὺς κλήρους διένειμε ταῖς ἀποδοθείσαις ἐλάφοις ὁ κύριος εὐαγγελίζεται φάσκων ὁ λόγος· Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον· διψῶσα γὰρ αὕτη πρότερον ἔρημος ἐστερημένη νάματος οὐρανίου, ἀλλὰ χαίρειν αὐτῇ καὶ εὐφραίνεσθαι ὁ λόγος προστάττει διὰ τὰ ἐπιλεγόμενα, ἔτι δὲ καὶ ἀνθεῖν ὡς κρίνον, ὥστε λέγειν· Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν παντὶ τόπῳ. ἀλλὰ καὶ ἐξανθήσει φησὶ νεαρὰ βλαστήματα καὶ ἄνθη ὡραῖα, περὶ ὧν εἴρηται ἐν Ἄισματι τῶν Ἀισμάτων· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, οἱ μανδραγόραι ἔδωκαν ὀσμήν. ποίαν δὲ ἔρημον ἱστορεῖ, διασαφεῖ λέγων· καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, τὴν εὐαγγελικὴν γραφὴν παρίστησιν· ἐν γὰρ τῷ Ἰορδάνῃ ποταμῷ πρῶτος Ἰωάννης ἐκήρυσσε τὴν βασιλείαν τῶν οὐρανῶν καὶ μηκέτ’ ἐνεργούσης ἐν τῇ Ἰερουσαλὴμ τῆς κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένης λατρείας βάπτισμα μετανοίας καὶ τὸ τῆς παλιγγενεσίας λουτρὸν ἐν αὐτῷ τῷ Ἰορδάνῃ ποταμῷ ὁ αὐτὸς παρεδίδου προφήτης· ὅτε σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐπεσφραγίσατο τὸ Ἰωάννου κήρυγμα ἐν τῷ Ἰορδάνῃ βαπτισθεὶς ὑπ’ αὐτοῦ καὶ βεβαιώσας δι’ ἑαυτοῦ τὸ τῆς παλιγγενεσίας μυστήριον. καὶ ἡ πάλαι δὲ ἔρημος καὶ ἄνυδρος καὶ ἄκαρπος, λέγω δὲ ἡ ἐκκλησία τοῦ θεοῦ διὰ τῆς καθάρσεως τοῦ τῆς παλιγγενεσίας λουτροῦ τὴν τοῦ Ἰορδάνου διεπράττετο βαπτίζων ἅμα καὶ εὐαγγελιζόμενος τὴν τοῦ θεοῦ βασιλείαν. τοῦτο καθ’ ὅλης τῆς οἰκουμένης ἥ ποτε τοῦ θεοῦ ἔρημος ἐκκλησία φυλάττει. διὸ εὐφραίνεσθαι αὐτὴν καὶ ἀγαλλιᾶν ὁ λόγος παρακελεύεται, δίκην τε κρίνου εὐώδους ἐξανθεῖν. ταύτῃ δὲ καὶ ἡ δόξα τοῦ Λιβάνου καὶ ἡ τιμὴ τοῦ Καρμήλου δέδοται. ὁ μὲν οὖν Λίβανος καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου τὸ θυσιαστήριον καὶ τὸν νεών, ἐν ᾧ αἵ τε θυσίαι σὺν αὐτῷ λιβάνῳ καὶ ἡ κατὰ τὸν νόμον λατρεία ἐν ταῖς ἀναφοραῖς προσεφέρετο· ὁ δὲ Κάρμηλος τὸν ἐκ περιτομῆς λαὸν αἰνιττόμενος ἀποδέδεικται πολλάκις. τοῦ λαοῦ τοίνυν τοῦ παλαιοῦ ἡ τιμὴ καὶ τοῦ ναοῦ τοῦ ἐν τῇ Ἰερουσαλὴμ ἡ δόξα τῇ πάλαι ἐρήμῳ, λέγω δὲ τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ δοθήσεσθαι προφητεύεται. εἶτ’ ἐπιλέγει· καὶ ὁ λαός μου, οὐκέτι ὁ Ἰσραήλ, ἀλλ’ ὁ ἐμός φησι λαὸς ὄψεται τὴν δόξαν κυρίου, ταύτην τὴν ἐπαγγελίαν τοῦ λόγου παρέχοντος τῷ νέῳ λαῷ, ἅτε παραδεξομένῳ τὴν πρώτην τοῦ σωτῆρος παρουσίαν. διὸ καὶ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θέαν ὄψεται, τό τε ὕψος αὐτοῦ θεωρήσει. Τούτοις ἑξῆς εὐαγγελίζεται τοὺς διὰ τῆς ἐπιλάμψεως τοῦ σωτῆρος τῶν τῆς ψυχῆς παθῶν ἀπαλλαγησομένων λέγων· ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· κατὰ δὲ τὸν Σύμμαχον· ἐνισχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα ἀσθενοῦντα· κρατύνατε, εἴπατε τοῖς ἀνοήτοις Ἰσχύετε, μὴ φοβεῖσθε. παραπλησίως δὲ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ὁμοίως ἡρμήνευσαν τοῦ λόγου παρακελευομένου τοῖς τοῦ σωτῆρος ἡμῶν μαθηταῖς τε καὶ ἀποστόλοις ἐνισχύειν τὰς παρειμένας ἐν τοῖς ἔθνεσι ψυχὰς καὶ τὰ τῶν ἠσθενηκότων γόνατα παρακρατύνειν, ἀλλὰ καὶ τοῖς πάλαι ὀλιγοψύχοις προσφωνεῖν παρακελεύεται τό· ἰσχύσατε, μὴ φοβεῖσθε· κἂν γὰρ διώκωσί τινες ἀπειλοῦντες καὶ φόβους ἐμποιοῦντες, αἰκίας τε καὶ βασάνους ἐπάγοντες, ἀλλ’ ὑμεῖς φησιν οἵ ποτε ὀλιγόψυχοι ἰσχύος καὶ δυνάμεως μεταλαβόντες μὴ φοβεῖσθε ἔχοντες τὸν ὑμέτερον διὰ παντὸς ὑμῖν συνόντα θεόν. διὸ κατὰ τὸν Σύμμαχον· μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ὑμῶν ἐκδίκησις ἐλεύσεται ἀνταποδόσεως, κύριος αὐτὸς ἐλεύσεται καὶ σώσει ὑμᾶς. ταῦτα τοίνυν παιδευθέντες ὑμεῖς οἵ ποτε ὀλιγόψυχοι ἰσχύσατε, μὴ φοβεῖσθε. Ταῦτα θεσπίσας ὁ λόγος καὶ σαφῶς θεοῦ παρουσίαν εὐαγγελισάμενος σημεῖα καὶ γνωρίσματα ἐπάγει τῶν αὐτοῦ κατορθωμάτων λέγων ἑξῆς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. ἐπληροῦτο δὲ ταῦτα ἐναργῶς κατὰ τὴν γενομένην τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίαν, καθ’ ἣν ἕκαστον τῶν εἰρημένων τέλους ἐτύγχανε πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν σωμάτων δυνάμει θεϊκῆς ἐξουσίας ἰωμένου αὐτοῦ καὶ οὐ σωμάτων μόνον, ἀλλὰ καὶ ψυχῶν τὰ πάθη τῷ τῆς διδασκαλίας αὐτοῦ λόγῳ θεραπεύοντος. εἰσέτι γοῦν καὶ νῦν καθ’ ὅλης τῆς οἰκουμένης ἐν ἅπασι τοῖς ἔθνεσιν οἱ πάλαι διὰ πήρωσιν ψυχῆς καὶ ἀβλεψίαν ἄψυχα καὶ ἀκίνητα ξόανα οἷα θεοὺς τεθηπότες τὸ τῆς ψυχῆς ὄμμα τῷ αὐτοῦ φωτὶ καταυγασθέντες ἀναβλέπουσιν ὡς καταπτύειν μὲν τῆς πατροπαραδότου δεισιδαιμονίας, γνωρίζειν δὲ καὶ μόνον ἕνα ἀληθῆ θεόν. καὶ οἱ κωφοὶ δὲ καὶ ἀνήκοοι θείων λόγων πρότερον, νῦν διὰ τῆς αὐτοῦ χάριτος ἐπιστήμονες γεγόνασι τῆς τῶν θεοπνεύστων λογίων ἀκοῆς, ἀλλὰ καὶ οἱ παρειμένοι τὰς βάσεις τῆς ψυχῆς ἀνεπήδησαν ἐλάφων δίκην τοῖς αὐτῶν ἐξομοιωθέντες διδασκάλοις, οὓς μικρῷ πρόσθεν ἐλάφους ὠνόμαζεν ἡ προφητεία. καὶ ἡ τῶν μογιλάλων δὲ γλῶσσα, ἣν συνέδησεν ὁ σατανᾶς τοῦ μὴ θεολογεῖν τὸν ἀληθῆ θεόν, τρανὰ φθέγγεσθαι καὶ διηρθρωμένα μεμάθηκε. μογιλάλους δὲ οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς παρὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου μόγις ποτὲ τολμήσαντας ὀρθόν τι φρονῆσαι καὶ εἰπεῖν περὶ θεοῦ. πρὸς τούτοις ἅπασιν ἐπὶ τῇ θεσπιζομένῃ θεοφανείᾳ καὶ ὕδωρ φησὶν ἐν τῇ πάλαι ἐρήμῳ ἐρράγη πηγῆς ἐν αὐτῇ ζωοποιοῦ φανείσης φάραγξ εὕρηται, καὶ χείμαρροι κατὰ τὸν Σύμμαχον καὶ ῥεῖθρα ἐν γῇ διψώσῃ. τὸ μὲν οὖν ὕδωρ αὐτὸ ἦν ἐκεῖνο τὸ τοῦ Ἰορδάνου, περὶ οὗ ἐλέγετο μικρῷ πρόσθεν τό· ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, δι’ οὗ ᾐνίττετο τὸ λουτρὸν τῆς παλιγγενεσίας καὶ τὸ τῆς καινῆς διαθήκης μυστήριον, τὰ δὲ ῥεῖθρα τοὺς εὐαγγελικοὺς τοῦ σωτῆρος ἐδήλου λόγους. Ἔτι δὲ πρὸς τούτοις γέγονεν ἐν τῇ δηλωθείσῃ ἐρήμῳ εὐφροσύνη ὀρνέων καὶ ἔπαυλις ποιμνίων, ψυχῶν ἐπτερωμένων δηλαδὴ καὶ μετεωροπόρων καὶ ἄλλων ἡμέρων καὶ πράων ὑπὸ καλῷ ποιμένι διοικουμένων ὡς δύνασθαι λέγειν· κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. ἀνωτέρω μὲν οὖν ἐν τῇ ἐρήμῳ Σιὼν οἰκήσειν ἐλέγοντο ἴβεις καὶ ἐχῖνοι καὶ κόρακες καὶ ὀνοκένταυροι καὶ δαιμόνια, τῇ δὲ μετὰ χεῖρας ἐρήμῳ τοσαῦτα εὐαγγελίζεται ὁ λόγος. κἀκείνη μὲν πληρωθήσεσθαι πίσσης καὶ θείου καὶ πυρὸς ἐλέγετο, αὕτη δὲ πηγῆς ὕδατος καὶ ῥείθρων καὶ χειμάρρων. ἀλλὰ καὶ ἔσται φησὶν ἐνταῦθα ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται. αὕτη δὲ εἴη ἂν ἡ ἀπάγουσα ἐπὶ τὸ τρισμακάριον τέλος τῆς ἐπουρανίου τοῦ θεοῦ πόλεως, ἣν παριστὰς ὁ σωτὴρ ἔλεγεν· ἐγώ εἰμι ἡ ὁδός . ὁ λόγος τοίνυν ὁ σωτήριος ὁ τοὺς δι’ αὐτοῦ ὁδεύοντας χειραγωγῶν πρὸς τὸν πατέρα καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἀποκαθιστὰς τῇ ἐρήμῳ δοθήσεσθαι πρὸς τοῖς ἄλλοις ἀγαθοῖς προφητεύεται, πρόδηλον δὲ ὡς οὐδεὶς διὰ ταύτης τῆς ὁδοῦ παρέρχεται ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι φησὶ πορεύσονται ἐπ’ αὐτῆς. τίνες δὲ οὗτοι, ἀλλ’ ἢ οἱ πάλαι διεσκεδασμένοι τοῦ θεοῦ καὶ μακρὰν τῆς ἀληθείας ἀποπλανηθέντες; οὗτοι γὰρ παλινδρομήσαντες καὶ τὴν εὐθεῖαν καὶ ἀπλανῆ ὁδὸν εὑρόντες πορεύσονται ἐν αὐτῇ. Ἀλλὰ καὶ οὐκ ἔσται φησὶν ἐκεῖ λέων, λέγω δὲ ἐν τῇ ἀποδοθείσῃ ὁδῷ, οὐδὲ τῶν πονηρῶν θηρίων οὐκ ἀναβῇ εἰς αὐτὴν οὐδὲ μὴ πορευθῇ ἐκεῖ· πῶς γὰρ καὶ οἷόν τε ἦν ἐν τῷ εἰρηκότι· ὅτι ἐγώ εἰμι ἡ ὁδός, εὑρεθῆναί τι τῶν πονηρῶν; οὐδὲ γὰρ ὁδοὺς ὄφεως ἐπὶ πέτρας δυνατὸν ἦν εὑρεῖν κατὰ τὸν Σολομῶνα. ἀλλὰ πορεύσονται ἐν αὐτῇ φησι λελυτρωμένοι, οὓς αὐτὸς ἐλυτρώσατο δηλονότι τῷ τιμίῳ ἑαυτοῦ αἵματι, καὶ οἱ συνηγμένοι διὰ κυρίου, ἀλλ’ οὐδὲ διὰ προφήτου οὐδὲ διά τινος σπουδῆς ἀνθρωπίνης· δι’ αὐτοῦ δὲ τοῦ κυρίου λελυτρωμένοι καὶ συνηγμένοι, οὗτοι πορεύσονται τὴν δηλωθεῖσαν ὁδόν, δι’ ἧς ἐπὶ τέλος τὸ τρισμακάριον τῆς ἐπουρανίου Σιὼν ἐλεύσονται, περὶ ἧς φησιν ὁ Ἀπόστολος· προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ. διὸ λέλεκται· καὶ ἥξουσιν εἰς Σιὼν μετ’ εὐφροσύνης· οὐ γὰρ δὴ δυνατὸν ἐνταῦθα Σιὼν ἐκείνην παραδέχεσθαι, περὶ ἧς εἴρητο· καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών, καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν καὶ τὰ τούτοις ἑξῆς. διόπερ ἀνάγκη διαφόρους νοεῖν τὰς ὁμωνύμως προσαγορευομένας Σιών, τὴν μὲν ἐπίγειον τὴν ταῖς ἀπειλαῖς ὑποβαλλομένην, τὴν δ’ ἐπουράνιον, ἐφ’ ἣν ἥξειν οἱ λελυτρωμένοι καὶ συνηγμένοι ὑπὸ κυρίου λέγονται, περὶ ὧν εἴρητο· καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· οἱ γὰρ νικηταὶ τοῦ μεγάλου ἀγῶνος ἀποφανθέντες στεφάνῳ εὐφροσύνης ἀναδήσονται, ὃν καὶ ὁ θεῖος Ἀπόστολος εἰδὼς ἔλεγεν· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. διὸ λέλεκται· καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν, καὶ πάλιν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς, δηλονότι τοὺς τὴν σωτήριον ὁδὸν ἀκλινῶς βαδίσαντας καὶ δι’ αὐτῆς ἐπὶ τὸ τρισμακάριον τέλος καταντήσαντας, ἐν ᾧ στεφάνῳ οἱ τιμηθέντες τῆς αἰωνίου ζωῆς ἀπολαύσουσιν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.