Ancient Greek · ~31 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.8.1
Not analysed yet
Τὴν πολιορκίαν τῆς Ἰερουσαλὴμ αἰνιξάμενος ὁ λόγος διὰ τοῦ εἰπεῖν· ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν. εἶθ’ ἑξῆς περὶ τῶν πολιορκησάντων αὐτὴν ἐθνῶν διαλαλήσας καὶ περὶ τῆς καθ’ ὅλου κρίσεως τοῦ θεοῦ τῆς μετελευσομένης τοὺς ἀσεβεῖς πάντας ἐπαναλαμβάνει τὸν περὶ τῆς Σιὼν καὶ τῆς Ἰερουσαλὴμ λόγον διδάσκων, ὅτι ἥξει αὐτῇ ἀνταποδόσεως ἐνιαυτὸς καὶ ἡμέρα κρίσεως. καὶ ἐν τοῖς ἀνωτέρω δὲ ἐλέγετο τό· Γυναῖκες πλούσιαι, ἀνάστητε, ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ’ ἐλπίδος. τίς οὖν ἦν οὗτος ὁ ἐνιαυτός, ἐφ’ ᾧ κόπτεσθαι μετ’ ὀδύνης προστάττει, ἡ παροῦσα προφητεία παρίστησι λέγουσα τὰ προκείμενα. τούτοις δὲ παραθεῖναι ἀναγκαῖον τοῦ αὐτοῦ προφήτου τὸν ἐκ προσώπου τοῦ Χριστοῦ ἐν τοῖς ἑξῆς φάσκοντα λόγον· Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν. ὁρᾷς ὅπως καὶ ἐν τούτοις ἐνιαυτὸς κυρίου εἴρηται καὶ ἡμέρα ἀνταποδόσεως, οἷς ὅμοιον τυγχάνει τό· ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών· οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ἐνιαυτὸς τυγχάνει καὶ μία καὶ ἡ αὐτὴ ἡμέρα, καθ’ ἣν οἱ πτωχοὶ εὐαγγελίζονται, οἵ τε πενθοῦντες τὴν Σιὼν παρακαλοῦνται ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ αἱ γενόμεναι πλούσιαι γυναῖκες ἐπὶ τὸν κοπετὸν καλοῦνται καὶ τὰ λεγόμενα διὰ τῶν προσκειμένων τῇ Σιὼν ἀποβαίνειν ἤμελλε. ταῦτα δὲ πάντα ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ἐπληροῦτο, καθ’ ἣν οἱ μὲν εἰς αὐτὸν πεπιστευκότες καὶ τὴν χάριν τὴν δι’ αὐτοῦ παραδεδεγμένοι τῶν χρηστοτέρων εὐαγγελιῶν ἀπέλαυον· οἱ δὲ ἀλλοτρίους ἑαυτοὺς καταστήσαντες τῆς αὐτοῦ χάριτος πάσης ἀγαθῆς ἐλπίδος ἀποπεσόντες ταῖς τῶν σκυθρωποτέρων ἀπειλαῖς ὑποπεπτώκασι. Καὶ αὐτὴ δὲ αὐτῶν ἡ σεμνὴ καὶ βασιλικὴ πόλις τοιαῦτα πέπονθεν, ὁποῖα θεσπίζει ἡ παροῦσα προφητεία λέγουσα· καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν καιομένην ἡμέρας καὶ νυκτός, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω· εἰς γενεὰς αὐτῆς ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν, κατὰ τὸν Σύμμαχον· γῆ αὐτῆς φησιν εἰς πίσσαν φλεγομένην νυκτὸς καὶ ἡμέρας οὐ σβεσθήσεται εἰς αἰῶνα, ἀναβήσεται ὁ κάπνος αὐτῆς ἀπὸ γενεᾶς αὐτῆς εἰς γενεὰς ἐρημωθήσεται εἰς νεῖκος νεικέων, δι’ ὧν σαφῶς ὁ λόγος παρίστησιν ἐσχάτην ἐρημίαν καταλήψεσθαι τόν τε τόπον καὶ τὸ ἔθνος, ἀλλὰ καί· οὐκ ἔσται φησὶν ὁ διοδεύων αὐτήν, καί· οὐκ ἔσται ὁ παραπορευόμενος ἐν αὐτῇ. προφητεύει δὲ ἐν τούτοις ὅτι οὐκέτι Ἰουδαῖος τὸν τόπον διελεύσεται ἐκεῖνον, ὃ δὴ καὶ ἐπληροῦτο νόμοις καὶ διατάγμασι Ῥωμαϊκοῖς κεκωλυμένων Ἰουδαίων ἐπιβαίνειν τῷ τόπῳ. Ἀλλ’ ἐκείνων μὲν οὐκ ἔστιν ὁ διοδεύων, ἑτέρους δὲ οἰκήσειν φησί τινας δὲ τούτους ὄρνεα καὶ ἐχίνους καὶ ἴβεις καὶ κόρακας, δι’ ὧν αἰνίττεται ψυχὰς ἀκαθάρτους, ὁποῖαι ἦσαν αἱ τῶν μετὰ ταῦτα ἐξ ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν τὸν τόπον οἰκησάντων εἰδωλολατρῶν. οὐ μόνον δὲ τούτους κατοικήσειν τὸν τόπον ἀντὶ τῶν πάλαι οἰκητόρων φησίν, ἀλλὰ καὶ ὀνοκενταύρους καὶ σειρῆνας καὶ στρουθούς, δαίμονάς τινας αἰνιττόμενος τοὺς ἐν τοῖς ἀγάλμασι τῆς εἰδωλολατρίας αὐτῶν ἐμφωλεύσαντας. διὸ ἐπιλέγει ἑξῆς· καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον, ἀλλὰ καὶ ἐπιβληθήσεται τῷ τόπῳ σπαρτίον φησὶ γεωμετρίας ἐρήμου, ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσε· καὶ ἐκταθήσεται ἐπ’ αὐτὴν μέτρον ἀφανισμοῦ. πλὴν ταῦτα πάντα ἔσται ἐπὶ τῶν προτέρων οἰκητόρων ἐξελασθέντων καὶ ἀπωλείᾳ παραδοθέντων. διὸ ἐπιλέγει· οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν. ἐπειδὰν δὲ τὰς ἔξωθεν τῆς Ἰερουσαλὴμ συναγωγὰς αὐτῶν θεωρῇς, ἄκουε ὁποῖα καὶ περὶ αὐτῶν ἀναφωνεῖ λέγων· καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα, δηλῶν τὰς ἀκάρπους αὐτῶν διδασκαλίας. διὸ καὶ τὸν ἀμπελῶνα αὐτῶν διὰ τῶν ἔμπροσθεν ἐδήλου ἀκάνθας ἠγηοχέναι λέγων· ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. ἐρημίας δὴ τῆς ἐσχάτης ἐν ταῖς ψυχαῖς αὐτῶν γενομένης καὶ ἀκανθῶν πληρωθείσης αὐτῶν τῆς χώρας εἰκότως ἀναπαύσεσθαι ἐν αὐτοῖς τὰ πνεύματα τὰ ἀκάθαρτα προλέγει φάσκων· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὗρον γὰρ αὑτοῖς ἀνάπαυσιν. ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ διέσωσε τὰ γεννήματα αὐτοῦ, ἢ κατὰ τὸν Σύμμαχον· διέσωσε καὶ ἐξεκόλαψε καὶ συνήγαγε. τούτων οὖν ἕνεκα πάντων τὰς φάραγγας αὐτῶν, δηλαδὴ τὰς ψυχὰς αὐτῶν, κάτω που ἐν κοιλώμασι καὶ ἐν φάραγξι τυγχανούσας στραφήσεσθαί φησιν εἰς πίσσαν καὶ εἰς θεῖον καὶ τὴν γῆν αὐτῶν εἰς πίσσαν καιομένην ἡμέρας καὶ νυκτός, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον· ἄσβεστον γὰρ ἔσεσθαι αὐτῶν τὴν αἰωνίαν κόλασιν καὶ τοῦ πυρὸς αὐτῶν τὸν κάπνον ἀναβήσεσθαι ἄνω, τὸ δὲ θεῖον τῆς ἐν βάθει τιμωρίας αὐτῶν τοῖς ἄνω παρέχον ὁρᾶν διὰ τὴν ὑποκειμένην αὐτοῖς κακίαν, πίσσῃ διὰ τὸ σκοτῶδες καὶ μέλαν παραβαλλομένην. τοσούτων δὲ κακῶν ἐν τῇ ἐρήμῳ τῆς Σιὼν κατὰ τὸν ἐνιαυτὸν τῆς ἀνταποδόσεως αὐτῆς γενησομένων, ἴδωμεν ὁποῖα ἑξῆς προσελεύσεσθαί φησι λέγων· ἐκεῖ συνήντησαν ἔλαφοι καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων. ἐλάφους δὲ καθαρὸν ζῷον οἶδεν ἡ θεία γραφὴ καὶ πολλὰ χρηστὰ περὶ ἐλάφων διδάσκει, ὡς ὅταν λέγῃ· ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός, καὶ πάλιν· φωνὴ κυρίου καταρτιζομένη ἐλάφους ,καὶ αὖθις· ἔλαφος φιλίας καὶ πῶλος χαρίτων ὁμιλείτω σοι, καὶ ἐν τῷ Ἰώβ· ἐφύλαξας καὶ μῆνας ἐλάφων, ὠδῖνας αὐτῶν ἐξαποστελεῖς. καὶ αὐτὸς δὲ ὁ τῆς νύμφης τῆς ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων ἀδελφιδὸς ἐλάφῳ παραβέβληται, καθὼς καὶ αὕτη διδάσκει λέγουσα· ὅμοιός ἐστιν ἀδελφιδός μου τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων. ὅτε τοίνυν καὶ αὐτὸς ὁ νυμφίος ἐλάφῳ παραβάλλεται, τίνας ἂν εἴποις τὰς ἐνταῦθα πολλὰς ἐλάφους ἢ τοὺς μαθητὰς αὐτοῦ καὶ ἀποστόλους; ἔστι δὲ καὶ ὀφιοκτόνον τὸ ζῷον καὶ ἐν τοῖς καθαροῖς παρείληπται. διδάσκει τοίνυν ὁ παρὼν λόγος ἀπὸ τῆς ἐρημίας τοῦ Ἰουδαίων ἔθνους ἔλαφοί τινες παρῆλθον οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν· ἐκεῖ γὰρ συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων· ἐγνώρισαν γὰρ ἑαυτοὺς καὶ τῆς ψυχῆς αὐτῶν τοὺς κατ’ εἰκόνα θεοῦ γενομένους χαρακτῆρας ἐπέγνωσαν. Πλὴν ἀλλὰ παρῆλθον τὸν τόπον ἐκεῖνον ἀποχωρίσαντες αὐτούς, διὸ εἴρηται· ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο. εἶτ’ ἐπειδήπερ οὐ παρέμειναν μιᾷ πόλει, διέδραμον δ’ ἄλλος ἀλλαχοῦ πληροῦντες τὸ εὐαγγέλιον. τούτου χάριν εἴρηται· ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν· ὅτι κύριος αὐτοῖς ἐνετείλατο, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτούς· ὁ γὰρ εἰπὼν αὐτοῖς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου, αὐτὸς ἐνετείλατο μὴ κατὰ τὸ αὐτὸ ποιεῖσθαι τὰς διατριβάς, διατρέχειν δὲ ἁπανταχοῦ καὶ πρόνοιαν ποιεῖσθαι τῆς συστάσεως τῶν ἐκκλησιῶν αὐτοῦ. καὶ αὐτὸς ἐπιβάλλει αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον· οὐκοῦν καὶ ῥώμην αὐτοῖς καὶ βοήθειαν παρεῖχεν ὥσπερ καὶ κλήρους εἰς γενεὰς γενεῶν εἰς τὸ ἀναπαύσασθαι αὐτοὺς ἐν τοῖς ἑαυτῶν κλήροις, δηλαδὴ τοῖς ἔθνεσι τοῖς ἀποκληρωθεῖσιν αὐτοῖς, ἐν οἷς εἰς γενεὰς γενεῶν ἡ μνήμη αὐτῶν ἐν ταῖς ὑπ’ αὐτῶν ἱδρυθείσαις ἐκκλησίαις ἀναζωπυρεῖται. ὁρᾷς οἷα προφητεύει ταῖς ἐλάφοις, ὅτι δὲ οὐκ ἦν δυνατὸν ταύτας τὰς ἐπαγγελίας ἐπὶ τῆς προλεχθείσης ἐρημίας τῆς Σιὼν πληροῦσθαι παντί τῳ δῆλον· ἐχίνους γὰρ καὶ ὀνοκενταύρους καὶ δαιμόνια οἰκήσειν ἐλέγετο ἐν αὐτῇ. οὐκοῦν ἑτέρα εἴη ἂν ἡ τῶν ἐλάφων χώρα, ἐν ᾗ αὐτὸς ὁ κύριος ταῖς ἐλάφοις ἔβαλε κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ βόσκεσθαι αὐτοῖς ἔδωκεν εἰς τὸν αἰῶνα χρόνον. ἀλλ’ ἢ τοίνυν ἐστὶν αὕτη ἡ ταῖς ἐλάφοις ἀπονεμηθεῖσα χώρα, ἣν παρίστησιν ὁ φάσκων ἐν Ψαλμοῖς λόγος· φωνὴ κυρίου καταρτιζομένη ἐλάφους καὶ ἀποκαλύψει δρυμούς. οὐκοῦν ἐν τοῖς δρυμοῖς τοὺς κλήρους αὐταῖς διένειμε, δηλαδὴ ἐν τοῖς ἔθνεσι· πολλάκις γοῦν ἀπεδείχθησαν οἱ δρυμοὶ εἰς τὰ ἀλλόφυλα ἔθνη παραληφθέντες τῶν ἐλάφων τῶν ἀποδοθεισῶν κατὰ πρόσταγμα θεοῦ κλήρους καὶ μερίδας εἰληφυιῶν εἰς ἑτέραν χώραν, ἀκόλουθον ἦν γνῶναι ἡμᾶς, τίς ποτε ἦν αὕτη. ἐν μὲν οὖν τῷ Ψαλμῷ φωνὴ κυρίου καταρτιζομένη ἐλάφους εἴρηται καὶ ἀποκαλύπτουσα δρυμούς, τοῦ λόγου διδάσκοντος ὡς διὰ τῶν ἐλάφων τῶν ὑπὸ τοῦ κυρίου καταρτισθέντων δρυμοί τινες ἄγριοι καὶ ἀλσώδεις ἀνεκαλύφθησαν τῶν ἐν αὐτοῖς θηρίων καὶ ἑρπετῶν ὑπὸ τῶν ἐλάφων ἀπελαθέντων τὰ ἀλλόφυλα δὲ καὶ ἀλλότρια τοῦ θεοῦ ἔθνη διὰ τῶν δρυμῶν ἐδηλοῦτο.