Ancient Greek
Τοῦ πέμπτου λόγου τα κεφάλαια.
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum Τοῦ πέμπτου λόγου τα κεφάλαια..1
Not analysed yet
α΄. Τὸ προοίμιον τοῦ πάσχα μέμνηται, καὶ οἷα ὁ τοῦ θεοῦ λόγος ὠφελήσας σύμπαντας διαφόρως παρὰ τῶν ὠφελουμένων ἐπεβουλεύετο. β΄. Προσφώνησις τῇ ἐκκληςίᾳ καὶ τοῖς ἀκροαταῖς συγγινώσκειν καὶ διορθοῦσθαι τὰ πταίσματα. γ΄. Ὅτι καὶ τοὺ λόγου πατὴρ ὁ θεὸς καὶ τῆς κτίσεως ὁ αὐτὸς δημιουργός, καὶ οὐκ ἂν ἠδύνατο συνεστάναι τὰ ὄντα, εἰ διάφορα ἦν αὐτῶν τὰ αἴτια. δ΄. Περὶ τῆς κατὰ τὰ εἴδωλα πλάνης. ε΄. Ὅτι Χριστὸς ὁ τοῦ θεοῦ υἱὸς πάντα τὰ ὄντα ἐδημιούργησεν καὶ τοῦ εἶναι τὸ ποςὸν ἐν ἑκάστῳ διωρίσατο. ς΄. Περὶ τῆς εἱμαρμένης, ὅτι ψευδὴς ὁ περὶ αὐτῆς λόγος δείκνυται ἔκ τε τῶν παρὰ ἀνθρώποις νόμων καὶ τῶν κατὰ τὴν κτίσιν, ἅτινα οὐκ ἀτάκτως ἀλλὰ κατὰ τάξιν κινεῖται τοῦ δημιουργοῦ τὸν ὅρον διὰ τῆς τάξεως ἐπιδεικνύμενα. ς΄. Ὅτι περὶ τῶν ἀκαταλήπτων τοῦ δημιουργοῦ χρὴ τὴν σοφίαν δοξάξειν, καὶ οὐκ ἄλλον οὐδ’ αὐτόματον αἰτιπασθαι φοράν. η΄. Ὅτι τὰ μὲν χρειώδη ἀφθόνως τοῖς ἀνθρώποις ὁ θεὸς χορηγεῖ, τὰ δὲ πρὸς τέρψιν μετρίως, συμφερόντως ἑκατέρον τοῖς ἀπολαύουσιν. θ΄. Περὶ τῶν φιλοςόφων, οἵ διὰ τὸ πάντα βούλεσθαι εἰδέναι καὶ περὶ τὰς δόξας ἐσφάλησαν, καὶ κινδύνοις ἔνιοι προσωμίλησαν, καὶ περὶ τῶν Πλάτωνος δογμάτων. ι΄. Περὶ τῶν μὴ μόνον τὰ γραφικὰ δόγματα ἀλλὰ καὶ τὰ φιλόσοφα Διαπτυόντων, καὶ περὶ τοῦ δεῖν ἤ πάντα πιστεύειν τοῖς ποιηταῖς ἤ πάντα ἀπιστγεῖν. Ια΄. Περὶ τῆς κατὰ σάρκα τοῦ κυρίου παρουςίας, τίς καὶ ἐπὶ τίσιε γεγένηται. ιβ΄. Περὶ τῶν μὴ γνόντων γὸ μυστήριον, καὶ ὄτι ἐκόντες ἠγνόησαν, Καὶ ὅσα τοὺς γνόντας ἀγαθὰ μένει, καὶ μάλιστα τοὺς δι’ ὁμολογίας Τελειωθέντας. Ιγ’. Ὅτι ἀναγκαία τῶν τῆς κτίσεως μερῶν ἡ διαφορά, καὶ ὅτι πρὸς Τὸ καλὸν καὶ κακὸν ὀρπὴ τῶν ἀνθρώπων γνώμης ἐστίν, ὅθεν καὶ ἡ κρίσις ἀναγκαία καὶ εὔλογος. Ιδ’. Ὅτι ἀπείρως ἡ κτιστὴ φύσις ἀπὸ τῆς ἀκτίστου οὐσίας ἀφέστηκεν, Πληςίον δὲ αὐτῆς τῷ κατ’ ἀρετὴν βίῳ ὁ ἄνθρωπος γίνεται. Ιε’. ὅσα ὁ σωτὴρ ἐδίδαξε καὶ ἐθαυματούργησε καὶ τοὺς ἀνασχομένους ὠφέλησεν. ις΄. Τὴν χριστοῦ παρουςίαν προειρῆσθαι μὲν τοῖς προφήταις, ἐπὶ Καταστροψῇ δὲ τῶν εἰδώλων καὶ τῶν εἰδωλικῶν γενέσθαι πόλεων. Ις΄. Περὶ τῆς Μωϋςέως σοφίας ζηλωθείσης παρὰ τῶν ἔξωθεν σοφῶν, Καὶ περὶ Δανιὴλ κὰι τῶν τριῶν παίδων. Ιη΄. Περὶ Σιβύλλης τῆς Ἐρυθραίας ἐν ἀκροστιχίδι τῶν τῆς μαντείας ἐπῶν τὸν κύριον καὶ τὸ πάθος δηλούσης· ἔστι δὲ ἠ ἀκροστιχίς· Ἰησοῦς Χριστὸς θεοῦ υἱὸς σωτὴρ σταυρός. Ιθ΄. Ὅτι ἡ περὶ τοῦ σωτγῆρος μαντεία παρ’ οὐδενὸς τῶν τῆς ἐκκλησαιας Πέπλασται, ἀλλὰ τῆς Ἐρυθραίας Σιβύλλης ἐστίν, ἧς τὰς Βίβλους Κικέρων ὀ πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ ῥωμαϊστὶ μετέρφασε, καὶ ὅτι Βεργίλιος μέμνηται αὐτῆς καὶ τοῦ παρθενικοῦ Τόκου, δι’ αἰνιμάτων ψόβῳ τῶν κρατούντων ὑμνήσας τὸ μυστήριον. Κ΄. Βεργιλίου Μάρωνος ἕτερα περὶ Χριστοῦ ἔπη καὶ ἡ τούτων ἑρμηνεία, ἐφ’ οἷς δείκνυται δι’ αἰνιγμάτων ὡς παρὰ ποιητοῦ μηνυθὲν τὸ μυστήριον. Κα΄. ὅτι οὐ δυνατον περὶ ψιλοῦ ἀνθρώπου ταῦτα λέγεσθαι, καὶ ὅτι Οἱ ἀπιστοῦντες ἀγνοίᾳ θεοσεβείας καὶ τὸ εἶναι ὄθεν αὐτοῖς ἀγνοοῦσιν. Χβ΄. Εὐχαριστία Χριστῷ τὰς νίκας καὶ τὰ λαοιπὰ ἀγαθὰ τοῦ βασιλέως ἐπιγράφουσα, καὶ ἔλεγχος τοῦ κατ’ αὐτῶν τυράννου Μαξιμίνου τῷ μεγέθει τοῦ διωγμοῦ μείζονα δόξαν τῇ εὐσεβείᾳ περιποιήσαντος. κγ΄. Περὶ τῆς τῶν χριστιανῶν πολιτείας, καὶ ὅτι χαίρει τοῖς ἐν ἀρετῇ Βιοῦσι τὸ θεῖον, καὶ χρὴ κρίσιν προσδοκᾶν καὶ ἀναταπόδοσιν. Κδ΄. Περὶ Δεκίου καὶ Οὐαλεριανοῦ κὰι Αὐρηλιανοῦ ἀθλίως τὸν βίον Καταστρεψύντων διὰ τὸν τῆς ἐκκληςίας διωγμόν. Κέ. Περὶ Διοκλητιανοῦ μετ’ αἰσχύνης τὴν βασιλείαν παραιτησαμένου καὶ διὰ τὸν διωγμὸν τὴς ἐκκληστίας κεραυνωθέντος. Σς΄. Ὅτι τῆς τοῦ βασιλέως εὐσεβείας ὁ θεὸς αἴτιος, καὶ ὅτι τὰ μὲν Καταορθώματα παρὰ θεοῦ χρὴ ζητεῖν καῖ αὐτῷ λογίζεσθαι, ῥᾳθυμίᾳ δὲ ἡμετέρᾳ ἐπιγράφειν τὰ πτρίασματ.