Ancient Greek · ~2 min
Βασιλέως Κωνσταντίνου
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 1
Not analysed yet
Κωνσταντῖνος Σεβαστὸς τῷ τῶν ἁγίων συλλόγῳ. Τὸ τηλαυγέστερον ἠμέρας τε καὶ Ἡλίου φέγγος, προοίμιον μὲν ἀναστάσεως, ἀρμογὴ δὲ νέα τῶν πονηςάντων ποτὲ σωμάτων, ἕρμα θ’ὑποσχέσεως, καὶ ἀτραπὸς ἐπὶ τὴν αἰωνίαν ζωὴν ἄγουσα, ἡ τοῦ παθήματος ἡμέρα πάρεστιν, ὧ προσφιλέστατοι καθηγηταί, ψίλοι Θ’οἱ λοιποὶ ξύμπαντες ἄνδρες, μακαριώτερα πολλῷ πλήθει τε τυγχάνει Τῶν θρησκευόντων καὶ αὐτῷ τῷ τῆς θρησκείας θεῷ διὰ τῶν ἐντὸς αἰσθήσεων τῆς ἐκάστου δι’ ἐκφωνητηρίων ἀδιαλείπτως ὑμνούντων θεσπίσμασι προσαγορευόμενος.