Ancient Greek · ~2 min
11.12 to 11.13
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 11.12-13
Not analysed yet
τὰ γέ τοι τῶν εὐεργετημάτων οὐ μέτρια· ἀντὶ μὲν τῆς πηρώσεως ὅρασις, ἀντὶ δὲ παρέσεως εὐεζία, ἀντὶ δὲ θανάτου πάλιν εἰς τὸ ζῆν ἀποχατάστασις. παρίημι γὰρ ἄφθονον τῶν ἀναγκαίων παρασκευὴν ἐν ἐρημίᾳ καὶ ἐν ὀλίγοις ἐδέσμασι παντοδαπὴν μεγάλοις πλήθεσι πολλοῦ χρόνου περιουσίαν. ταύτην σοι τὴν εὐχαριστίαν κατὰ τὸ δυνατὸν ἀποδίδομεν, Χριστὲ ὁ θεὸς καὶ σωτήρ, μεγάλου πατρὸς μεγίστη πρόνοια, σώζοντί τ’ ἐκ τῶν κακῶν καὶ τὴν μαχαριωτάτην διδασκαλίαν διδάσχοντι. οὐ γὰρ ἐγκωμιάζων ταῦτ’ ἀλλ’ εὐχαμὲν ριστῶν λέγω.