Ancient Greek · ~3 min
Chapter 11
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 11.14
Not analysed yet
τίς γὰρ ἄν δε κατ’ἀξίαν ὑμνήσειεν ἄνθρωπος; δὲ μὲν γὰρ λόγος ἐζοὐκ ὄντων τὰ ὄντα γεννῆσαι, σὲ δὲ γῶς αὐτοῖς ἀνάψαι καὶ τὴν ἄταχτον τῶν στοιχείων σύγχυσιν κατακοσμῆσαι τάξει καὶ μέετρῳ. τὸ δὲ τὴς φιλανθρωπίας ἐξαίρετον ἐν τῷ τοὺς εὖ πεφυκότας τῶν ἀνθρώπων θείου καὶ μακαρίου ζηλωτὰς ποιῆσαι βίου, κατανοεῖν θ’ ὅπως τῶν ὄντως ἀγαθῶν ἔμποροι γεγενημένοι πλείοσι τῆς ἐαυτῶν σοφίας τε καὶ συντυχίας μεταδιδοῖεν αὐτοί τ’ ἀρετῆς καρπὸν αἰώνιον κομίζοιντο, ἀπηλλαγμένοι μὲν ἄκολασίας μετέχοντες δὲ φιλανθρωπίας, οἶκτον μὲν πρὸ ὀφθαλμῶν ἔχοντες πίστεως δὲ προασπίζοντες, αἰδὼ δὲ καὶ παντοίαν ἀρετὴν ἀσπαζόμενοι, ἥν ὁ πρὸ τοῦ βίος ἀνθρωπίνων ἠθῶν ἐκβεβλήκει, ἥτις ποτε γέγονεν αἰτία μάλλον δὲ ἀνάγκη σωτῆρι καθόδου τὴν ὑπὲρ πάντων ποιουμένῳ πρόνοιαν· οὐδεὶς γὰρ ἄν τῶν τοσούτων κακῶν καὶ τῆς ἐπικρατησάσης κατ’ ἐκεῖνον τὸν βίον ἀδικίας ἰδικίας ἰατρὸς ἀξιόχρεως εὑρέθη.