Ancient Greek · ~3 min
Chapter 11
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 11.16
Not analysed yet
οὐ μὴν οὐδὲ ὁ προσεχὴς τοῦ παθήματος καιρὸς τῶν θαυμαστῶν ἐκείνων θεαμάτων ἀλλότ ριος ἦν, ἡνίκα νύκτες ἡμερινὸν φῶς ἐπικαλύπτουσαι τὸν ἥλιον ἠξάνιζον· κατειλήξει γὰρ δέος τοὺς πανταχοῦ δήμους τὴν τῶν ἁπάντων πραγ- μάτων συντέλειαν ἥκειν, καὶ χάος αὖθις οἶον τὸ πρὸ τῆς τοῦ κόσ- μου διατάξεως ἐπικρατήσειν. ἐζητεῖτο δὲ καὶ τὸ αἴτιον τοῦ τηλικού- του κακοῦ, καὶ εἴ τι πλημμελὲς ὑπὸ τῶν ἀνθρώπων εἰς τὸ θεῖον γένοιτο, ἕως ὅτε ἡπίῳ μεγαλοψυχίᾳ τῆς τῶν ἀσεβῶν ὕβρεως ὑπερφρο- νήσας ἀποκαθίστησι τὸν οὐρανὸν σύμπαντα τῇ τῶν ἄστρων κα- τακοσμῶν χορείᾳ. τοιγάρτοι ποςῶς καὶ ἡ τοῦ κόσμου πρόσοψις σκυ- θρωπῶσα εἰς, τὴν οἰκείαν αὖθις ἀποκαθίστατο ξαισρότητα.