Ancient Greek · ~3 min
Chapter 11
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 11.15
Not analysed yet
ἡ γοῦν πρόνοια μέχρι τῶν τῇδε διήκουσα πάνθ’ ὅσα ὑφ’ ὕβρεως καὶ ἀκο- λαςίας ἀκόσμητα ἦν κατεκόσμησε ῥᾷστα. καὶ οὐδὲ τοῦτο ἀποκρύφως. ᾔδει γὰρ τοῦς μὲν τῶν ἀνθρώπων φρονήσει καὶ ωῷ τὴν ἐαυτοῦ δύναμιν θεωροῦντας, τοὺς δὲ ἅτε τοῖς ἀλόγοις τῶν ζώων ἀπεικασ- μένους τὴν φύσιν μάλλον ταῖς αἰσθήσεσιν ἐπιβάλλοντας· διὸ φανερῶς, ἵνα μηδεὶς ἀμφιβάλλοι μὴ σπουδαῖος μὴ ξαῦλος, τὴν εὐδαίμονα καὶ θαυμαστὴν θεραπείαν ὑπ’ ὄψιν ἦηεν, τοῖς μὲν παυσαμένοις τοῦ βίου ἀποκαθιστὰς τὸ ζῆν ἐκ δευτέρου, τοὺς δὲ ἐστερημένους τῶν αἰσθή- σεων ὑγιῶς κελεύων πάλιν αἰσθάνεσθαι. στηρίξαι δὲ θάλασσαν καὶ νηνεμίαν ἐκ χειμῶνος ἐπιτάζαι, καὶ τέλος θαυμαστοῖς ἔργοις ἐπιχει- ρήσαντα καὶ ἐξ ἀπιστίας τοῦς ἀνθρώπους εἰς πίστιν ἰσχυρὰν προσκα- λεςάμενον εἰς οὐρανὸν ἀναπτῆναι, τίνος ἄλλου πλὴν τοῦ θεοῦ τῆς τε ἐξοχωτάτης δυνάμεως ἔργον τοῦτο;