Ancient Greek
Chapter 11
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 11.6
Not analysed yet
αὕτη ἐστὶν ἡ σεμνὴ νίκη, τόδ’ ἀληθὲς κράτος, τόδε μέγιστον ἔργον καὶ ἀρμόζων τῶν συμπάντων δήμων σωφρονισμός. καὶ τούτων μέν πάντων σοι τὰ νικητήρια δίδομεν εὐφημοῦτες, ὦ σῶτερ τῶν ὄλων, σὺ δ’, ὦ πονηρὰ καὶ ἐπονείδιστε βλασφημία, ψεύδεσιν ἐπαιρομένη φήμαις τε καὶ διαβοήσεσιν ἐξαπατᾷσς μὲν νέους, πείθεις δὲ μειράκια καὶ τῶν ἀνδρῶν τοὺς μειρακιώδη τινὰ τρόπον ἔχοντας, ἀπ΄΄αγουσα μὲν αὐτοὺς ἀπὸ τῆς θρησκείας τοῦ ὄντως θεοῦ, συνιστάνουσα δ’ ἀγαλμάτων πλάσματα, οἶς εὔχοιντο καὶ προσκυνοπιεν, ὤστε ἐ\ξαπατηθέντας μένειν τὰ ἐπίχειρα τῆς αὐτῶν ἀναιθησίας.