Ancient Greek · ~4 min
Chapter 11
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 11.7
Not analysed yet
αὐτιπῶνται γὰρ τὸν τῶν ἀυαθῶν παραίτιον πάντων, Χριστόν, θεόν τε καὶ θεοῦ παῖδα. ἆρ’ οὖτος ὁ θεὸς κατ’ ἀξίαν σέβεται, παντοίας μὲν δυνάμεως ἐπείλημένος ππασαν δ’ ἀγαθότητα ὑπερκύπτων, ἐξ οὖ καὶ ὀ ἔπαινος μείζων καὶ τὸ θαῦμα ἐξαίσιον, ὅτι τῷ τῆς δυνάμεως μεγέθει πρὸς τὴν ἐκδικίαν τῆς ὕβρες οὐκ ἀπεχρήσατο, ἀλλὰ τοῖς ἀνθρώποις ἠλίθια φρανοῦσι συνέγνω, ἴδιον ἀνθρώπων τὴν μωρίαν ἡγησάμενος καὶ τὸ ἐξαμαρτεῖν, αὐτὸς δ’ ἐν τῇ οἰκείᾳ προαιρέσει μένων, οὐδοτιου τῆς ἐμφύτου φιλανθρωπίας ἐμείωσεν. ἄπιτε δή, δυσσεβεπις, (ἐρἒῖται γὰρ ὑμῖν διὰ τὴν ἀτιμώρητον ἁμαρτίαν) ἐπὶ τὰς τῶν ἱερείων σφαγὰς θοίνας τε καὶ ἐορτὰς καὶ μέθας, προσποιούμενοι μὲν θρησκείαν ἐπιτηδεύοντες δὲ ἠδονὰς καὶ ἀκολασίας, καὶ θυσίας μὲν ἐπιτελεῖν σκητόμενοι ταῖς δ’ ἐαυτῶν ἡδοναῖς δουλεύοντες. οὐ γὰρ ἴστε ἀγαθὸν οὐδὲν οὐδὲ τὸ πρῶτον τοῦ μεγάλου θεοῦ πρόσταγμα, διατάσσοντός τε τῷ τῶν ἀνθρώπων γένει καὶ ἐεπισκήπτοντος τῷ παιδὶ τὸν τούτων διακυβερνᾶν βίον, ὅπως οἱ δεξιῶς καὶ σωφρόνως βιώσαντες κατὰ τὴν τοῦ παιδὸς κρίσιν εεύτερον βίον μακάριόν τε καὶ εὐδαίμονα λαγχάνωσιν.