Ancient Greek · ~3 min
Chapter 12
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 12.2
Not analysed yet
τί οὖν ἐγένετο ἐμπόδιον τῆς μακαριωτάτης διδασκαλίας; ἡ τῶν ἀνθρώπων σκαιότης· ὅταν γὰρ τὰ καλῶς τε καὶ προσηκόντως παραγγελλόμενα πρὸς ὀργὴν λαμβάνω- μεν, τηνικάδε τὸ νῆφον τῆς διανοίας ἀμαυροῦται. τί δὲ ὅτι προσφιλὲς ἦν ἐκείνοις ἀμελεῖν τῶν προστάζεων καὶ ἀνορέκτους παρέχειν τὰς ἀκοὰς τῷ τεθέντι νόμῳ; εἰ γὰρ μὴ κατημέλουν, ἔσχον ἂν ἄξια τὰ ἐπίχειρα τῆς ἀκροάσεως οὐ μόνον εἰς τὸ παραχρῆμα ἀλλ’ εἰς τὸν μετέπειτα βίον, ὅς ἐστιν ὠς ἀληθῶς βίος· ὁ γάρ τοι μεσθὸς τοῦ τῷ θεῷ πείθεσθαι ὁ ἄξθαρτος καὶ ἀίδιος βίος, οὖ δυνατὸν ἀντιποιεῖσθαι τοῖς εἰδόσι τὸν θεὸν καὶ τοῖς τὸν ἑαυτῶν βίον ζηλωτὸν παρεχομέ- νοις καὶ οἶον παράδειγμα αἰώνιον τοῖς πρὸς ἅμιλλαν ζῆν προῃρη- μένοις.