Ancient Greek · ~2 min
Chapter 12
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 12.3
Not analysed yet
διὰ τοῦτο οὖν ἡ διδασκαλία παρεδόθη τοῖς σοξοῖς, ἵν’ ὅπερ ἂν ἐκεῖνοι παραγγέλλωσι, τοῦτο μετ’ ἐπιμελείας ὑπὸ τῶν ὑπηκόων παραφυλάσσηται καθαρᾷ ψυχῇ ἀληθήσ τε ᾖ καὶ βεβαία ἡ φυλακὴ τῆς κελεύσεως τοῦ θεοῦ. ἐκ γάρ τοι αὐτῆς καὶ τὸ πρὸς τὸν θάνατον ἀδεὲς ὐπὸ καθαρᾶς πίστεως καὶ εἰλικρινοῦς περὶ τὸν θεὸν καθοσιώσεως φύεται, ἀνθίσταται δὲ ζάλαις κοσμικαῖς, ἀνανταγωνίστῳ θείας ἀρετῆς… πεφραγμένη πρὸς τὸ μαρτύριον· νικήσασα γοῦν ὑπὸ μεγαλοψυχίας τοὺς μεγίστους φόβους ἀξιοῦται στεφάνου παρ’ ἀὐτοῦ, ᾦ γενναίως ἐμαρτύρησε.