Ancient Greek · ~3 min
Chapter 14
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 14.3
Not analysed yet
μόνη γὰρ ἀντίρροπος θεοῦ δυνάμεως ἀνθρω- πίνη δύναμις ἡ εἰλικρινὴς καὶ ἄδολος πρὸς τὸν θεὸν λατρεία καὶ ἡ εἰς αὐτὸν ἐπιστροφή, θεωρία τε καὶ μάθησις τῶν ἀρεσκόντων τῷ κρείττονι, καὶ τὸ μὴ εἰς γῆν νενευκέναι ἀλλ’, ὅση. δύναμις, τὴν διά- νοιαν ἐπὶ τὰ ἄρθιά τε καὶ ὑψηλὰ ἀναβιβάζειν· ἐκ γάρ τοι τῆς ἐπιτη- δεύσεως ταύτης τὸ νικᾶν ἀντὶ πολλῶν ἀγαθῶν, φηςί, περιγίγνεται. ἡ τοίνυν αἰτία τῆς τῶν ὄντων διαφορᾶς κατά τε τὴν ἀξίαν καὶ ἐν τῇ τοῦ δύνασθαι παραλλαγῇ τοῦτον ἔχει τὸν λόγον, ᾦ πείθονται μὲν οἱ εὖ φρονοῦντες καὶ εὐχαριστοῦσιν ἐξαιςίως, οἱ δ’ ἀχαριστοῦντες ἠλίθιοι τὴν ἀξίαν τῆς ὑπερηφανίας κομίζονται τιμωρίαν.