Ancient Greek · ~2 min
Chapter 15
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 15.1
Not analysed yet
Kαὶ μὴν ὁ τοῦ θεοῦ παρακαλεῖ παῖς πρὸς τὴν ἀρετὴν ἄπαντας, διδάσκαλον ἑαυτὸν τοῖς εὖ φρονοῦσιν τῶν τοῦ πατρὸς παραγγελμάτων καθιστάς· εἰ μὴ ἄρα λανθάνομεν ἑαυτοὺς κακῶς ἀγνοοῦντες, ὅτι διὰ τὸ ἡμῖν συμφέφον τουτέστιν διὰ τὴν τῶν ἀνθρώ- πων μακαριότητα τὴν ηῆν περιενόστησε, καὶ καλέσας ὡς ἑαυτὸν τοὺς ἀρίστους τῶν τηνικαὐτα βιωφελῆ παιδείαν ἐπαίδευσε, σώφρονος τοῦ ἐκ τῆς ἀντικειμένης φύσεως φθόνου, ᾦ δελεάζειν καὶ ἐξαπατᾶν τοὺς ἀπείρους προσφιλές.