Ancient Greek
Chapter 15
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 15.3
Not analysed yet
τοιαύτῃ δὴ καὶ τοσαύτῃ πείρᾳ δοκιμάσας τὴν πίστιν τῶν ὑπηκόων δήμων παρ- εσκεύαζεν αὐτοὺς οὐ μόνον τῶν δεινῶν τε καὶ φοβερῶν καταφρο- νητάς, ἀλλὰ καὶ τῆς εἰς αὐτὸν ἐλπίλος γνησιωτάτους μαθητάς. καὶ δή ποτε λίαν εἴξαντα θυμῷ τινα τῶν ἑταίρων καθαπτόμενος λόγοις κατέστειλεν· ἐτύγχανε δ’ ἐκεῖνος ξεφήρη τινὰ ἐπιφοιτῶντα ἑαυτῷ ξίφει πειρύμενος ἀμύνεσθαι, ὡς μὴ παρούσης αὐτῷ τῆς τοῦ σω- τῆρος ἐπικουρίας· τοῦτον δὴ μένειν κατὰ σχολὴν ἐκέλευσε καὶ μεθ- ιέναι τὸ ξίφος, ἐγκαλῶν ὡς ἀπελπίσαντι τῆς πρὸς αὐτὸν κατα- φυγῆς, νομοεθετῶν δὲ διαρρήδην πάντα τὸν ἀδίκων χειρῶν κατ- άρξαντα ἢ πρὸς τὸν καταρξάμενον ἀδικεῖν ἐπιχειρήσαντα ξίφει τε χρηςάμενον ἐπολεῖσθαι βιαίως.