Ancient Greek · ~6 min
Chapter 15
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 15.2
Not analysed yet
τοιγαροῦν νοσοῦντας μὲν ἐπεσκέπτετο, ἀρρύστους δὲ τῶν περιεχόντων κακῶν ἐκούφιζε, παρεμυθεῖτο δὲ καὶ τοὺς εἰς τοὔσχατον πενίας τε καὶ ἀπορίας προβεβηκότας, ἐπῄνει δὲ τὸ μετὰ λόηου τῆς φρονήσεως μέτριον, φέρειν τε γενναίως καὶ ἀνεξεκάκως παντοίαν μὲν ὕβριν παντοίαν δὲ καταφρόνησιν προςέ- ταξε, διδάσκων ἐπίσκεψίν τινα τοῦ πατρὸς εἶναι τοιαύτην, ὥστε ἀεὶ νικᾶν τοὺς μεγαλοψύχως φέροντας τὰ προσπίπτοντα. ταύτην γὰρ ὑπερφυῶς ἐξοχωτάτην ἰσχὺν εἶναι διεβεβαιοῦτο, στερρότητα διανοίας μετὰ φιλοσοφίας, ἥτις ἐστὶ τοῦ ἀληθοῦς καὶ τοῦ ἀγαθοῦ γνῶσις, ἐθίζουσα καὶ τοὺς μετὰ δικαιοςύνης πλουτοῦντας κοινωνεῖω τῶν παρόντων τοῖς πενιχροτέροις φιλανθρώπῳ διανεμήσει, δυναστείαν παντὶ τρόπῳ κωλύων, δεικνύς τε ὅτι, ὥσπερ μετρίοις προςῆλθεν, οὕτω μετρίους καταλείψει τοὺς ἀφέντας χαριζόμενος, καὶ ὅτι τῷ τῶν ἀνθρώπων γένει τὸ προοίμιον τοῦ ζῆν ἀπό τε ἐνδείας καὶ γυμ- νότητος, καὶ ἡ τελευτὴ ὡσαύτως εἰς ἔνδειαν ἀποτελευτᾷ καὶ γυμνό- τητα, μόνην φάσκων εἶναι πάσης ἀξίαν ἐπιμελείας τὴν ἀρετήν. ταύ- την οὖν χρῆναι παρήγγειλε τιμᾶν, ὡς τὴν σωτηρίαν τῆς ψυχῆς ἐν τῷ τῆς ἀρίστης ἀρετῆς οἴακι καθιδρυμένην, ἀσκεῖν δ’ ἐξαιρέτως εὐσέ- βειαν καὶ σωφροςύνην καὶ ἡμερότητα. ταύτην γὰρ εἶναι τὴν μέθοδον ἀντιτεταγμένην παντὶ τῷ κατὰ τὸν βίον ἡμῶν κλύδωνι. τοιγάρτοι τού- τοις αὐτοῖς καὶ τούτων παραπλγςίοις πλείοσι παραγγέλμασι τὰς ψυχὰς τῶν μαθητῶν κατηχήσας, ἵνα μὴ μόνον παραγγελίαις ῥηταῖς ἀλλὰ καὶ ἔργῳ τὴν ὠφελιμωτάτην ἐπιτήδευσιν μεθέλθοιεν, ἦγεν αὐτοὺς ἡγεμονεύων διὰ μακρᾶς τινος καὶ ἀοικήτου πορείας ἀνύδρου τε καὶ διακεκαυμένης ψάμμου. ἡγεῖτο δὲ καὶ διὰ κυμάτων μαινομένης θαλάττης ὑπό τε ἀνέμων ἀγριωθείσης καὶ ἀντεῖχε τὰ κύματα φέροντα ἀντιτύπως θεοῦ τε καὶ δικαίων ἀνδρῶν πορευομένων ἴχνη,