Ancient Greek · ~3 min
Chapter 18
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 18.3
Not analysed yet
αὕτη τοίνυν εἴσω τῶν ἀδύτων ποτὲ τῆς ἀκαίρου δεισιδαιμονίας προαχθεῖσα καὶ θείας ἐπιπνοίας ὄντως γενομένη μεστή, δι’ ἐπῶν περὶ τοῦ θεοῦ τὰ μέλλοντα προεθέσπισεν, σαφῶς ταῖς προτάξεσι τῶν πρώτων γραμμάτων, ἤτις ἀκροστχὶς λέγεται, δηλοῦσα τὴν ἱστορίαν τῆς τοῦ Ἰησοῦ κατελεύσεως. δρώσει γὰρ χθών, κρίσεως σημεῖον ὅτ’ ἔσται· Ηξει δ’ οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἄπαντα. Οψονται δὲ θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι Υψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοιο, Σαρκοφόρων ψυχὰς δ’ ἀνδρῶν ἐπὶ βήματι κρίνει. Χέρσος ὅταν ποτε κόσμος ὅλος καὶ ἂκανθαγένηται, Ρίψωσίν τ’ εἴδωλα βροτοὶ καὶ πλοῦτον ἅπαντα, Εκκαύσῃ δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν, Ιχνεῦον ῥήξῃ τε πύλας εἱρκτῆς ἀίδαο.