Ancient Greek · ~4 min
Chapter 18
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 18.4
Not analysed yet
Σὰρξ τότε πᾶσα νεκρῶν ἐς ἐλευθέριον φάος ἥξει, Τοὺς ἁγίους ἀνόμους τε τὸ πῦρ αἰῶσιν ἐλέγξει, Οππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει. Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει, Θρῆνος τ’ ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων. Εκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι, Οὐρανὸν εἱλίξει, μήνης δέ τε φέγγος ὀλεῖται. Υψώσει δὲ φάραγγας, ὁλεῖ δ’ ὑψώματα βουνῶν. Υγος δ’ οὐκ ἔτι λυγρὸς ἐν ἀνθρώποισι φανεῖται, Ισά τ’ ὂρη πεδίοις ἔσται, καὶ πᾶσα θάλασσα Οὐκ εἰς πλοῦ εἴξει· γῆ γὰρ φρυχθεῖσα κεραυνῷ, Σὺν πηγαῖς ποταμοί τε καχλάζοντες λείψουσιν, Σάλπιγξ δ’ οὐρανόθεν φωνῆν πολύθρηνον ἀφήσει, Ωρύουσα μέσος μέλεον καὶ πήματα κόσμου. Ταρταρόεν δὲ χάος δείξει τότε γαῖα χανοῦσα, Ηξουσιν δ’ ἐπὶ βῆμα θεοῦ βασιλῆες ἅπαντες. Ρεύσει δ’ οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου, Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς ἀριδείκετον, οἷον Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται· Ανδρῶν εὐσεβέων ζωή, πρόσκομμά τε κόσμου, Υδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς· Ράβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει. Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν Σωτὴρ ἀθάνατος βασιλεὺς ὁ παθὼν ἕνεχ’ ἡμῶν.