Ancient Greek · ~2 min
Chapter 19
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 19.3
Not analysed yet
ὡμολόγηται γὰρ Κικέρωνα ἐντετυχηκότα τῷ ποιήματι μετενεγκεῖν τε αὐτὸ εἰς τὴν Ῥωμαίων διάλεκτον καὶ ἐντάξαι αὐτὸ τοῖς ἑαυτοῦ συντάγμασιν, τοῦτον δ’ ἀνῃρῆσθαι κρατήσαντος Ἀντωνίου· Ἀντωνίου δ’ αὖ πάλιν Αὔγουστον περιγεγενῆσθαι, ὃς ἕξ καὶ πεντήκοντα ἔτεσιν ἐβασίλευσε. τοῦτον Τιβέριος διεδέξατο, καθ’ ὃν χρόνον ἡ τοῦ σωτῆρος ἐξέλαμψε παρουσία, καὶ τὸ τῆς ἁγιωτάτης θρησκείας ἐπεκράτησε μυστήριον ἥ τε νέα τοῦ δήμου διαδοχὴ συνέστη, περὶ ἧς οἶμαι λέγειν