Ancient Greek · ~4 min
19.4 to 19.8
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 19.4-8
Not analysed yet
τὸν ἐξοχώτατον τῶν κατὰ Ἰταλίαν ποιητῶν· Ἔνθεν ἔπειτα νέα πληθὺς ἀνδρῶν ἐφάάνθη. καὶ πάλιν ἐν ἑτέρῳ τινὶ τῶν Βουκολικῶν τόπῳ· Σικελίδες Μοῦσαι, μεγάλην φάτιν ὑμνήσωμεν. τί τούτου φανερώτερον; προστίθησι γάρ· Ἤλυθε Κθμαίου μαντεύματος εἰς τέλος ὀμφή, Κυμαίαν αἰνιττόμενος δηλαδὴ τὴν Σίβυλλαν. καὶ οὐκ ἠρκέσθη Τούτοις, ἀλλὰ περαιτέρω προεχώρησεν, ὡς τῆς χρείας τὴν αὐτοῦ Μαρτυρίαν ἐπιποθούσης· τί λέγων ; Αὖθις ἄρ’ αἰώνων ἱερὸς στίχος ὄρνυται ἡμῖν· Ἥκει παρθένος αὖθις ἄγους’ ἐρατὸν βασιλῆα. τίς οὖν ἂν εἴη παρθένος ἡ ἐπανήκουσα; ἆρ’ οὐχ ἡ πλήρης τε καὶ ἔγκυος γενομένη τοῦ θείους πνεύματος; Καὶ τί τὸ κωλῦον τὴν ἔγκυον τοῦ θείου πνεύματος κόρην εἶναι ἀεὶ καὶ διαμένειν παρθένον; ἐπαν- ήξει δὲ ἐκ δευτέρου, ὅταν καὶ ὁ θεὸς ἐκ δευτέρου τὴν οἰκουμένην παραγενόμενος ἐπικουφίσῃ. καὶ προστίθησιν ὁ ποιητής· Τὸν δὲ νεωστὶ πάϊν τεχθέντα, φαεσφόρε μήνη, Ἀντὶ σιδηρείης χρυςῆν γενεὴν ὀπάσαντα, Προσκύνει. Τοῦδε γὰρ ἄρχοντος τὰ μὲν ἕλκεα πάντα βρότεια Ἴαται, στοναχαὶ δὲ κατευνάζονται ἀλιτρῶν. συνίεμεν δὴ φανερῶς τε ἅμα καὶ ἀποκρύψως δι’ ἀλληγορῶν τα ῦτα Λεχθέντα, τοῖς μὲν βαθύτερον ἐξετάζουσι τὴν τῶν ἐπῶν δύναμιν ὑπ’ ὄψιν ἀγομένης τῆς τοῦ Χριστοῦ θεότητος,