Ancient Greek
Chapter 20
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 20.10
Not analysed yet
τί δὴ μετὰ ταῦτα ὁ ποιη- τὴς λέγει; Ἀλλ’ ὅταν ἠνορέης ὥρη καὶ καρπὸς ἵκηται, (τουτέστιν, ἐπειδὰν ἀνδρωθεὶς τὰ περιέχοντα τὸν βίον τῶν ἀνθρώ- Πων ῥιζόθεν ἐξέλῃ τήν τε ξύμπασαν γῆς εἰρήνῃ κατακοσμήσῃ,) Οὐχ ὅσιον ναύτῃσιν ἁλιτρύτοισιν ἀλᾶσθαι, Φυομένων ἄμυδις γαίης ἄπο πίονι μέτρῳ, Αὐτὴ δ’ ἄσπαρτος καὶ ἀνήροτος · οὐδὲ μὲν ἀκμὴν Ὀτραλέου δρεπάνοιο ποθηςέμεν ἄμπελον οἶμαι. Οὐδ’ ἐρίου δεύοιτο βροτὸς πόκον, αὐτόματος δὲ Ἀρνειὸς Τυρίῃσι περιπρέφει λίβάλεσσι, Σάνδυκι πορφυρέῳ λάχνην ῥυπόεσσαν ἀμέίβων. Ἀλλ’ ἄγε τιμῆεν σκῆπτρον βασιλήϊδος ἀρχῆς Δεξιτερῆς ἀπὸ πατρὸς ἐριβρεμέταο δέδεξο. Κόσμου κητώεντος ὁρῶν εὔπηκτα θέμεθλα, Χαρμοςύνην γαίης τε καὶ οὐρανοῦ ἠδὲ θαλάσσης, Γηθόσυόν τ’ αἰῶνος ἀπειρεςίου λάσιον κῆρ. Εἴθε με γηραλέον δώῃ πότε νήδυμος ἰσχὺς Σὴν ἀρετὴν κελαδεῖν, ἐφ’ ὅσον δύναμίς γε παρείη· Οὐκ ἄν μ’ ἐκπλήξειεν ὁ Θρᾳκῶν δῖος ἀοιδός, Οὐ Λίνος, οὐ Πὰν αὐτός, ὃν Ἀρκαδίη τέκετο χθών· Ἀλλ’ οὐδ’ αὐτὸς ὁ Πὰν ἀνθέξεται εἵνεκα νίκης. Κόσμου κητώεντος ὅρα, φηςί, καὶ τῶν στοιχείων ἁπάντων χαράν.