Ancient Greek · ~2 min
Chapter 20
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 20.9
Not analysed yet
πεφραγμένωνς δὴ Καὶ ἀκινδύνως κατὰ τὸ δυνατὸν τοῖς συνιέναι δυναμένοις παραστήσας Τὴν ἀλήθειαν, πύργους καὶ πόλεμον αἰτιαςάμενος, ἅπερ ἀληθῶς ἔτι Καὶ νῦν ἐξετάξεται κατὰ τὸν τῶν ἀνθρώπων βίον, τὸν μὲν Ἀχιλλέα χαρακτηρίζει τὸν σωτῆρα ὁρμῶντα ἐπὶ τὸν Τρωικὸν πόλεμον, τὴν Δὲ Τροίαν τὴν οἰκουμένην πᾶσαν. ἐπολέμησε γοῦν ἄντικρυς τῆς ἀντικειμένης δυνάμεως πονηρᾶς, πεμφθεὶς ἐξ οἰκείας τε προνοίας καὶ παραγγελίας μεγίστου πατρός.