Ancient Greek · ~2 min
Chapter 20
Eusebius Scr. Eccl. et Theol., Constantini imperatoris oratio ad coetum sanctorum 20.7
Not analysed yet
θαυμαστὴ δὲ καὶ ἡ τοῦ μεταξὺ Τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν βίου ἐπὶ τὸ ἀνηγμένον παραύξησις, Τὸ ἀθρόον τῆς αἰφνιδίου μεταβολῆς παραιτουμένου· Πρῶτα μὲν ἀνθερίκων ξανθῶν ἤγοντο ἀλωαί· (τουτέστιν, ὁ καρπὸς τοῦ θείου νόμου ἤγετο εἰς χρείαν.) Ἐ δ’ ἐρυθροῖσι βάτοισι παρήορος ἤλδανε βότρυς, (ἅπερ οὐκ ἦν κατὰ τὸν ἄθεσμον βίον,) Σκληρῶν δ’ ἐκ πεύκης λαγόνων μέλιτος ῥέε νᾶμα·